Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. τοῦ περ δὴ περὶ νηὸς Ἀχαιοί τε Τρῶές τε
  2. δῄουν ἀλλήλους αὐτοσχεδόν· οὐδʼ ἄρα τοί γε
  3. τόξων ἀϊκὰς ἀμφὶς μένον οὐδʼ ἔτʼ ἀκόντων,
  4. ἀλλʼ οἵ γʼ ἐγγύθεν ἱστάμενοι ἕνα θυμὸν ἔχοντες
  5. ὀξέσι δὴ πελέκεσσι καὶ ἀξίνῃσι μάχοντο
  6. καὶ ξίφεσιν μεγάλοισι καὶ ἔγχεσιν ἀμφιγύοισι.
  7. πολλὰ δὲ φάσγανα καλὰ μελάνδετα κωπήεντα
  8. ἄλλα μὲν ἐκ χειρῶν χαμάδις πέσον, ἄλλα δʼ ἀπʼ ὤμων
  9. ἀνδρῶν μαρναμένων· ῥέε δʼ αἵματι γαῖα μέλαινα.
  10. Ἕκτωρ δὲ πρύμνηθεν ἐπεὶ λάβεν οὐχὶ μεθίει
  11. ἄφλαστον μετὰ χερσὶν ἔχων, Τρωσὶν δὲ κέλευεν·
  12. οἴσετε πῦρ, ἅμα δʼ αὐτοὶ ἀολλέες ὄρνυτʼ ἀϋτήν·
  13. νῦν ἡμῖν πάντων Ζεὺς ἄξιον ἦμαρ ἔδωκε
  14. νῆας ἑλεῖν, αἳ δεῦρο θεῶν ἀέκητι μολοῦσαι
  15. ἡμῖν πήματα πολλὰ θέσαν, κακότητι γερόντων,
  16. οἵ μʼ ἐθέλοντα μάχεσθαι ἐπὶ πρυμνῇσι νέεσσιν
  17. αὐτόν τʼ ἰσχανάασκον ἐρητύοντό τε λαόν·
  18. ἀλλʼ εἰ δή ῥα τότε βλάπτε φρένας εὐρύοπα Ζεὺς
  19. ἡμετέρας, νῦν αὐτὸς ἐποτρύνει καὶ ἀνώγει.
  20. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα μᾶλλον ἐπʼ Ἀργείοισιν ὄρουσαν.