Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. μὴ διʼ ἐμὴν ἰότητα Ποσειδάων ἐνοσίχθων
  2. πημαίνει Τρῶάς τε καὶ Ἕκτορα, τοῖσι δʼ ἀρήγει,
  3. ἀλλά που αὐτὸν θυμὸς ἐποτρύνει καὶ ἀνώγει,
  4. τειρομένους δʼ ἐπὶ νηυσὶν ἰδὼν ἐλέησεν Ἀχαιούς.
  5. αὐτάρ τοι καὶ κείνῳ ἐγὼ παραμυθησαίμην
  6. τῇ ἴμεν ᾗ κεν δὴ σὺ κελαινεφὲς ἡγεμονεύῃς.
  7. ὣς φάτο, μείδησεν δὲ πατὴρ ἀνδρῶν τε θεῶν τε,
  8. καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα·
  9. εἰ μὲν δὴ σύ γʼ ἔπειτα βοῶπις πότνια Ἥρη
  10. ἶσον ἐμοὶ φρονέουσα μετʼ ἀθανάτοισι καθίζοις,
  11. τώ κε Ποσειδάων γε, καὶ εἰ μάλα βούλεται ἄλλῃ,
  12. αἶψα μεταστρέψειε νόον μετὰ σὸν καὶ ἐμὸν κῆρ.
  13. ἀλλʼ εἰ δή ῥʼ ἐτεόν γε καὶ ἀτρεκέως ἀγορεύεις,
  14. ἔρχεο νῦν μετὰ φῦλα θεῶν, καὶ δεῦρο κάλεσσον
  15. Ἶρίν τʼ ἐλθέμεναι καὶ Ἀπόλλωνα κλυτότοξον,
  16. ὄφρʼ ἣ μὲν μετὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων
  17. ἔλθῃ, καὶ εἴπῃσι Ποσειδάωνι ἄνακτι
  18. παυσάμενον πολέμοιο τὰ ἃ πρὸς δώμαθʼ ἱκέσθαι,
  19. Ἕκτορα δʼ ὀτρύνῃσι μάχην ἐς Φοῖβος Ἀπόλλων,
  20. αὖτις δʼ ἐμπνεύσῃσι μένος, λελάθῃ δʼ ὀδυνάων