Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. βῆναι ἐπʼ Ἀτρεΐδην. οἳ δʼ ἀλλήλους ἐνάριζον
  2. μαρνάμενοι· λάκε δέ σφι περὶ χροῒ χαλκὸς ἀτειρὴς
  3. νυσσομένων ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισι.
  4. Νέστορι δὲ ξύμβληντο διοτρεφέες βασιλῆες
  5. πὰρ νηῶν ἀνιόντες ὅσοι βεβλήατο χαλκῷ
  6. Τυδεΐδης Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Ἀγαμέμνων.
  7. πολλὸν γάρ ῥʼ ἀπάνευθε μάχης εἰρύατο νῆες
  8. θῖνʼ ἔφʼ ἁλὸς πολιῆς· τὰς γὰρ πρώτας πεδίον δὲ
  9. εἴρυσαν, αὐτὰρ τεῖχος ἐπὶ πρύμνῃσιν ἔδειμαν.
  10. οὐδὲ γὰρ οὐδʼ εὐρύς περ ἐὼν ἐδυνήσατο πάσας
  11. αἰγιαλὸς νῆας χαδέειν, στείνοντο δὲ λαοί·
  12. τώ ῥα προκρόσσας ἔρυσαν, καὶ πλῆσαν ἁπάσης
  13. ἠϊόνος στόμα μακρόν, ὅσον συνεέργαθον ἄκραι.
  14. τώ ῥʼ οἵ γʼ ὀψείοντες ἀϋτῆς καὶ πολέμοιο
  15. ἔγχει ἐρειδόμενοι κίον ἀθρόοι· ἄχνυτο δέ σφι
  16. θυμὸς ἐνὶ στήθεσσιν. ὃ δὲ ξύμβλητο γεραιὸς
  17. Νέστωρ, πτῆξε δὲ θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν.
  18. τὸν καὶ φωνήσας προσέφη κρείων Ἀγαμέμνων·
  19. ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν
  20. τίπτε λιπὼν πόλεμον φθισήνορα δεῦρʼ ἀφικάνεις;