Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἀρήσῃ Διὶ πατρὶ καὶ ἄλλοις ἀθανάτοισι
  2. θάσσονας ἰρήκων ἔμεναι καλλίτριχας ἵππους,
  3. οἵ σε πόλιν δʼ οἴσουσι κονίοντες πεδίοιο.
  4. ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις
  5. αἰετὸς ὑψιπέτης· ἐπὶ δʼ ἴαχε λαὸς Ἀχαιῶν
  6. θάρσυνος οἰωνῷ· ὃ δʼ ἀμείβετο φαίδιμος Ἕκτωρ·
  7. Αἶαν ἁμαρτοεπὲς βουγάϊε ποῖον ἔειπες·
  8. εἰ γὰρ ἐγὼν οὕτω γε Διὸς πάϊς αἰγιόχοιο
  9. εἴην ἤματα πάντα, τέκοι δέ με πότνια Ἥρη,
  10. τιοίμην δʼ ὡς τίετʼ Ἀθηναίη καὶ Ἀπόλλων,
  11. ὡς νῦν ἡμέρη ἥδε κακὸν φέρει Ἀργείοισι
  12. πᾶσι μάλʼ, ἐν δὲ σὺ τοῖσι πεφήσεαι, αἴ κε ταλάσσῃς
  13. μεῖναι ἐμὸν δόρυ μακρόν, ὅ τοι χρόα λειριόεντα
  14. δάψει· ἀτὰρ Τρώων κορέεις κύνας ἠδʼ οἰωνοὺς
  15. δημῷ καὶ σάρκεσσι πεσὼν ἐπὶ νηυσὶν Ἀχαιῶν.
  16. ὣς ἄρα φωνήσας ἡγήσατο· τοὶ δʼ ἅμʼ ἕποντο
  17. ἠχῇ θεσπεσίῃ, ἐπὶ δʼ ἴαχε λαὸς ὄπισθεν.
  18. Ἀργεῖοι δʼ ἑτέρωθεν ἐπίαχον, οὐδὲ λάθοντο
  19. ἀλκῆς, ἀλλʼ ἔμενον Τρώων ἐπιόντας ἀρίστους.
  20. ἠχὴ δʼ ἀμφοτέρων ἵκετʼ αἰθέρα καὶ Διὸς αὐγάς.