Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ξεῖνος γάρ οἱ ἔην πολέσιν μετὰ Παφλαγόνεσσι·
  2. τοῦ ὅ γε χωόμενος προΐει χαλκήρεʼ ὀϊστόν.
  3. ἦν δέ τις Εὐχήνωρ Πολυΐδου μάντιος υἱὸς
  4. ἀφνειός τʼ ἀγαθός τε Κορινθόθι οἰκία ναίων,
  5. ὅς ῥʼ εὖ εἰδὼς κῆρʼ ὀλοὴν ἐπὶ νηὸς ἔβαινε·
  6. πολλάκι γάρ οἱ ἔειπε γέρων ἀγαθὸς Πολύϊδος
  7. νούσῳ ὑπʼ ἀργαλέῃ φθίσθαι οἷς ἐν μεγάροισιν,
  8. ἢ μετʼ Ἀχαιῶν νηυσὶν ὑπὸ Τρώεσσι δαμῆναι·
  9. τώ ῥʼ ἅμα τʼ ἀργαλέην θωὴν ἀλέεινεν Ἀχαιῶν
  10. νοῦσόν τε στυγερήν, ἵνα μὴ πάθοι ἄλγεα θυμῷ.
  11. τὸν βάλʼ ὑπὸ γναθμοῖο. καὶ οὔατος· ὦκα δὲ θυμὸς
  12. ᾤχετʼ ἀπὸ μελέων, στυγερὸς δʼ ἄρα μιν σκότος εἷλεν.
  13. ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο·
  14. Ἕκτωρ δʼ οὐκ ἐπέπυστο Διῒ φίλος, οὐδέ τι ᾔδη
  15. ὅττί ῥά οἱ νηῶν ἐπʼ ἀριστερὰ δηϊόωντο
  16. λαοὶ ὑπʼ Ἀργείων. τάχα δʼ ἂν καὶ κῦδος Ἀχαιῶν
  17. ἔπλετο· τοῖος γὰρ γαιήοχος ἐννοσίγαιος
  18. ὄτρυνʼ Ἀργείους, πρὸς δὲ σθένει αὐτὸς ἄμυνεν·
  19. ἀλλʼ ἔχεν ᾗ τὰ πρῶτα πύλας καὶ τεῖχος ἐσᾶλτο
  20. ῥηξάμενος Δαναῶν πυκινὰς στίχας ἀσπιστάων,