Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. οὐδʼ ἄρα πώ τι πέπυστο βριήπυος ὄβριμος Ἄρης
  2. υἷος ἑοῖο πεσόντος ἐνὶ κρατερῇ ὑσμίνῃ,
  3. ἀλλʼ ὅ γʼ ἄρʼ ἄκρῳ Ὀλύμπῳ ὑπὸ χρυσέοισι νέφεσσιν
  4. ἧστο Διὸς βουλῇσιν ἐελμένος, ἔνθά περ ἄλλοι
  5. ἀθάνατοι θεοὶ ἦσαν ἐεργόμενοι πολέμοιο.
  6. οἳ δʼ ἀμφʼ Ἀσκαλάφῳ αὐτοσχεδὸν ὁρμήθησαν·
  7. Δηΐφοβος μὲν ἀπʼ Ἀσκαλάφου πήληκα φαεινὴν
  8. ἥρπασε, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ
  9. δουρὶ βραχίονα τύψεν ἐπάλμενος, ἐκ δʼ ἄρα χειρὸς
  10. αὐλῶπις τρυφάλεια χαμαὶ βόμβησε πεσοῦσα.
  11. Μηριόνης δʼ ἐξ αὖτις ἐπάλμενος αἰγυπιὸς ὣς
  12. ἐξέρυσε πρυμνοῖο βραχίονος ὄβριμον ἔγχος,
  13. ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο. τὸν δὲ Πολίτης
  14. αὐτοκασίγνητος περὶ μέσσῳ χεῖρε τιτήνας
  15. ἐξῆγεν πολέμοιο δυσηχέος, ὄφρʼ ἵκεθʼ ἵππους
  16. ὠκέας, οἵ οἱ ὄπισθε μάχης ἠδὲ πτολέμοιο
  17. ἕστασαν ἡνίοχόν τε καὶ ἅρματα ποικίλʼ ἔχοντες·
  18. οἳ τόν γε προτὶ ἄστυ φέρον βαρέα στενάχοντα
  19. τειρόμενον· κατὰ δʼ αἷμα νεουτάτου ἔρρεε χειρός.
  20. οἳ δʼ ἄλλοι μάρναντο, βοὴ δʼ ἄσβεστος ὀρώρει.