Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. χειρὶ λαβὼν ἑτέρῃ, ὀλίγον τέ μιν ἄχθος ἐπείγει,
  2. ὣς Ἕκτωρ ἰθὺς σανίδων φέρε λᾶαν ἀείρας,
  3. αἵ ῥα πύλας εἴρυντο πύκα στιβαρῶς ἀραρυίας
  4. δικλίδας ὑψηλάς· δοιοὶ δʼ ἔντοσθεν ὀχῆες
  5. εἶχον ἐπημοιβοί, μία δὲ κληῒς ἐπαρήρει.
  6. στῆ δὲ μάλʼ ἐγγὺς ἰών, καὶ ἐρεισάμενος βάλε μέσσας
  7. εὖ διαβάς, ἵνα μή οἱ ἀφαυρότερον βέλος εἴη,
  8. ῥῆξε δʼ ἀπʼ ἀμφοτέρους θαιρούς· πέσε δὲ λίθος εἴσω
  9. βριθοσύνῃ, μέγα δʼ ἀμφὶ πύλαι μύκον, οὐδʼ ἄρʼ ὀχῆες
  10. ἐσχεθέτην, σανίδες δὲ διέτμαγεν ἄλλυδις ἄλλη
  11. λᾶος ὑπὸ ῥιπῆς· ὃ δʼ ἄρʼ ἔσθορε φαίδιμος Ἕκτωρ
  12. νυκτὶ θοῇ ἀτάλαντος ὑπώπια· λάμπε δὲ χαλκῷ
  13. σμερδαλέῳ, τὸν ἕεστο περὶ χροΐ, δοιὰ δὲ χερσὶ
  14. δοῦρʼ ἔχεν· οὔ κέν τίς μιν ἐρύκακεν ἀντιβολήσας
  15. νόσφι θεῶν ὅτʼ ἐσᾶλτο πύλας· πυρὶ δʼ ὄσσε δεδήει.
  16. κέκλετο δὲ Τρώεσσιν ἑλιξάμενος καθʼ ὅμιλον
  17. τεῖχος ὑπερβαίνειν· τοὶ δʼ ὀτρύνοντι πίθοντο.
  18. αὐτίκα δʼ οἳ μὲν τεῖχος ὑπέρβασαν, οἳ δὲ κατʼ αὐτὰς
  19. ποιητὰς ἐσέχυντο πύλας· Δαναοὶ δὲ φόβηθεν
  20. νῆας ἀνὰ γλαφυράς, ὅμαδος δʼ ἀλίαστος ἐτύχθη.