Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἀλλʼ ἐφομαρτεῖτε· πλεόνων δέ τι ἔργον ἄμεινον.
  2. ὣς ἔφαθʼ, οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν
  3. μᾶλλον ἐπέβρισαν βουληφόρον ἀμφὶ ἄνακτα.
  4. Ἀργεῖοι δʼ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας
  5. τείχεος ἔντοσθεν, μέγα δέ σφισι φαίνετο ἔργον·
  6. οὔτε γὰρ ἴφθιμοι Λύκιοι Δαναῶν ἐδύναντο
  7. τεῖχος ῥηξάμενοι θέσθαι παρὰ νηυσὶ κέλευθον,
  8. οὔτέ ποτʼ αἰχμηταὶ Δαναοὶ Λυκίους ἐδύναντο
  9. τείχεος ἂψ ὤσασθαι, ἐπεὶ τὰ πρῶτα πέλασθεν.
  10. ἀλλʼ ὥς τʼ ἀμφʼ οὔροισι δύʼ ἀνέρε δηριάασθον
  11. μέτρʼ ἐν χερσὶν ἔχοντες ἐπιξύνῳ ἐν ἀρούρῃ,
  12. ὥ τʼ ὀλίγῳ ἐνὶ χώρῳ ἐρίζητον περὶ ἴσης,
  13. ὣς ἄρα τοὺς διέεργον ἐπάλξιες· οἳ δʼ ὑπὲρ αὐτέων
  14. δῄουν ἀλλήλων ἀμφὶ στήθεσσι βοείας
  15. ἀσπίδας εὐκύκλους λαισήϊά τε πτερόεντα.
  16. πολλοὶ δʼ οὐτάζοντο κατὰ χρόα νηλέϊ χαλκῷ,
  17. ἠμὲν ὅτεῳ στρεφθέντι μετάφρενα γυμνωθείη
  18. μαρναμένων, πολλοὶ δὲ διαμπερὲς ἀσπίδος αὐτῆς.
  19. πάντῃ δὴ πύργοι καὶ ἐπάλξιες αἵματι φωτῶν
  20. ἐρράδατʼ ἀμφοτέρωθεν ἀπὸ Τρώων καὶ Ἀχαιῶν.