Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. πέρθετο δὲ Πριάμοιο πόλις δεκάτῳ ἐνιαυτῷ,
  2. Ἀργεῖοι δʼ ἐν νηυσὶ φίλην ἐς πατρίδʼ ἔβησαν,
  3. δὴ τότε μητιόωντο Ποσειδάων καὶ Ἀπόλλων
  4. τεῖχος ἀμαλδῦναι ποταμῶν μένος εἰσαγαγόντες.
  5. ὅσσοι ἀπʼ Ἰδαίων ὀρέων ἅλα δὲ προρέουσι,
  6. Ῥῆσός θʼ Ἑπτάπορός τε Κάρησός τε Ῥοδίος τε
  7. Γρήνικός τε καὶ Αἴσηπος δῖός τε Σκάμανδρος