Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. πολλοὶ δʼ Ἀργείων οἳ μὲν δάμεν, οἳ δὲ λίποντο,
  2. πέρθετο δὲ Πριάμοιο πόλις δεκάτῳ ἐνιαυτῷ,
  3. Ἀργεῖοι δʼ ἐν νηυσὶ φίλην ἐς πατρίδʼ ἔβησαν,
  4. δὴ τότε μητιόωντο Ποσειδάων καὶ Ἀπόλλων
  5. τεῖχος ἀμαλδῦναι ποταμῶν μένος εἰσαγαγόντες.
  6. ὅσσοι ἀπʼ Ἰδαίων ὀρέων ἅλα δὲ προρέουσι,
  7. Ῥῆσός θʼ Ἑπτάπορός τε Κάρησός τε Ῥοδίος τε
  8. Γρήνικός τε καὶ Αἴσηπος δῖός τε Σκάμανδρος
  9. καὶ Σιμόεις, ὅθι πολλὰ βοάγρια καὶ τρυφάλειαι
  10. κάππεσον ἐν κονίῃσι καὶ ἡμιθέων γένος ἀνδρῶν·
  11. τῶν πάντων ὁμόσε στόματʼ ἔτραπε Φοῖβος Ἀπόλλων,
  12. ἐννῆμαρ δʼ ἐς τεῖχος ἵει ῥόον· ὗε δʼ ἄρα Ζεὺς
  13. συνεχές, ὄφρά κε θᾶσσον ἁλίπλοα τείχεα θείη.
  14. αὐτὸς δʼ ἐννοσίγαιος ἔχων χείρεσσι τρίαιναν
  15. ἡγεῖτʼ, ἐκ δʼ ἄρα πάντα θεμείλια κύμασι πέμπε
  16. φιτρῶν καὶ λάων, τὰ θέσαν μογέοντες Ἀχαιοί,
  17. λεῖα δʼ ἐποίησεν παρʼ ἀγάρροον Ἑλλήσποντον,
  18. αὖτις δʼ ἠϊόνα μεγάλην ψαμάθοισι κάλυψε
  19. τεῖχος ἀμαλδύνας· ποταμοὺς δʼ ἔτρεψε νέεσθαι
  20. κὰρ ῥόον, ᾗ περ πρόσθεν ἵεν καλλίρροον ὕδωρ.