Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. πεύθετο γὰρ Κύπρον δὲ μέγα κλέος οὕνεκʼ Ἀχαιοὶ
  2. ἐς Τροίην νήεσσιν ἀναπλεύσεσθαι ἔμελλον·
  3. τοὔνεκά οἱ τὸν δῶκε χαριζόμενος βασιλῆϊ.
  4. τοῦ δʼ ἤτοι δέκα οἶμοι ἔσαν μέλανος κυάνοιο,
  5. δώδεκα δὲ χρυσοῖο καὶ εἴκοσι κασσιτέροιο·
  6. κυάνεοι δὲ δράκοντες ὀρωρέχατο προτὶ δειρὴν
  7. τρεῖς ἑκάτερθʼ ἴρισσιν ἐοικότες, ἅς τε Κρονίων
  8. ἐν νέφεϊ στήριξε, τέρας μερόπων ἀνθρώπων.
  9. ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος· ἐν δέ οἱ ἧλοι
  10. χρύσειοι πάμφαινον, ἀτὰρ περὶ κουλεὸν ἦεν
  11. ἀργύρεον χρυσέοισιν ἀορτήρεσσιν ἀρηρός.
  12. ἂν δʼ ἕλετʼ ἀμφιβρότην πολυδαίδαλον ἀσπίδα θοῦριν
  13. καλήν, ἣν πέρι μὲν κύκλοι δέκα χάλκεοι ἦσαν,
  14. ἐν δέ οἱ ὀμφαλοὶ ἦσαν ἐείκοσι κασσιτέροιο
  15. λευκοί, ἐν δὲ μέσοισιν ἔην μέλανος κυάνοιο.
  16. τῇ δʼ ἐπὶ μὲν Γοργὼ βλοσυρῶπις ἐστεφάνωτο
  17. δεινὸν δερκομένη, περὶ δὲ Δεῖμός τε Φόβος τε.
  18. τῆς δʼ ἐξ ἀργύρεος τελαμὼν ἦν· αὐτὰρ ἐπʼ αὐτοῦ
  19. κυάνεος ἐλέλικτο δράκων, κεφαλαὶ δέ οἱ ἦσαν
  20. τρεῖς ἀμφιστρεφέες ἑνὸς αὐχένος ἐκπεφυυῖαι.