Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Ἀτρεΐδην προσέειπε καὶ ἐξερεείνετο μύθῳ·
  2. τίς δʼ οὗτος κατὰ νῆας ἀνὰ στρατὸν ἔρχεαι οἶος
  3. νύκτα διʼ ὀρφναίην, ὅτε θʼ εὕδουσι βροτοὶ ἄλλοι,
  4. ἠέ τινʼ οὐρήων διζήμενος, ἤ τινʼ ἑταίρων;
  5. φθέγγεο, μηδʼ ἀκέων ἐπʼ ἔμʼ ἔρχεο· τίπτε δέ σε χρεώ;
  6. τὸν δʼ ἠμείβετʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
  7. ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν
  8. γνώσεαι Ἀτρεΐδην Ἀγαμέμνονα, τὸν περὶ πάντων
  9. Ζεὺς ἐνέηκε πόνοισι διαμπερὲς εἰς ὅ κʼ ἀϋτμὴ
  10. ἐν στήθεσσι μένῃ καί μοι φίλα γούνατʼ ὀρώρῃ.
  11. πλάζομαι ὧδʼ ἐπεὶ οὔ μοι ἐπʼ ὄμμασι νήδυμος ὕπνος
  12. ἱζάνει, ἀλλὰ μέλει πόλεμος καὶ κήδεʼ Ἀχαιῶν.
  13. αἰνῶς γὰρ Δαναῶν περιδείδια, οὐδέ μοι ἦτορ
  14. ἔμπεδον, ἀλλʼ ἀλαλύκτημαι, κραδίη δέ μοι ἔξω
  15. στηθέων ἐκθρῴσκει, τρομέει δʼ ὑπὸ φαίδιμα γυῖα.
  16. ἀλλʼ εἴ τι δραίνεις, ἐπεὶ οὐδὲ σέ γʼ ὕπνος ἱκάνει,
  17. δεῦρʼ ἐς τοὺς φύλακας καταβήομεν, ὄφρα ἴδωμεν
  18. μὴ τοὶ μὲν καμάτῳ ἀδηκότες ἠδὲ καὶ ὕπνῳ
  19. κοιμήσωνται, ἀτὰρ φυλακῆς ἐπὶ πάγχυ λάθωνται.
  20. δυσμενέες δʼ ἄνδρες σχεδὸν εἵαται· οὐδέ τι ἴδμεν