Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Τυδεΐδης δὲ χαμᾶζε θορὼν ἔναρα βροτόεντα
  2. ἐν χείρεσσʼ Ὀδυσῆϊ τίθει, ἐπεβήσετο δʼ ἵππων·
  3. μάστιξεν δʼ ἵππους, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην
  4. νῆας ἔπι γλαφυράς· τῇ γὰρ φίλον ἔπλετο θυμῷ.
  5. Νέστωρ δὲ πρῶτος κτύπον ἄϊε φώνησέν τε·
  6. ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
  7. ψεύσομαι, ἦ ἔτυμον ἐρέω; κέλεται δέ με θυμός.
  8. ἵππων μʼ ὠκυπόδων ἀμφὶ κτύπος οὔατα βάλλει.
  9. αἲ γὰρ δὴ Ὀδυσεύς τε καὶ ὃ κρατερὸς Διομήδης
  10. ὧδʼ ἄφαρ ἐκ Τρώων ἐλασαίατο μώνυχας ἵππους·
  11. ἀλλʼ αἰνῶς δείδοικα κατὰ φρένα μή τι πάθωσιν
  12. Ἀργείων οἳ ἄριστοι ὑπὸ Τρώων ὀρυμαγδοῦ.
  13. οὔ πω πᾶν εἴρητο ἔπος ὅτʼ ἄρʼ ἤλυθον αὐτοί.
  14. καί ῥʼ οἳ μὲν κατέβησαν ἐπὶ χθόνα, τοὶ δὲ χαρέντες
  15. δεξιῇ ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι·
  16. πρῶτος δʼ ἐξερέεινε Γερήνιος ἱππότα Νέστωρ·
  17. εἴπʼ ἄγε μʼ ὦ πολύαινʼ Ὀδυσεῦ μέγα κῦδος Ἀχαιῶν
  18. ὅππως τοῦσδʼ ἵππους λάβετον καταδύντες ὅμιλον
  19. Τρώων, ἦ τίς σφωε πόρεν θεὸς ἀντιβολήσας.
  20. αἰνῶς ἀκτίνεσσιν ἐοικότες ἠελίοιο.
  21. αἰεὶ μὲν Τρώεσσʼ ἐπιμίσγομαι, οὐδέ τί φημι
  22. μιμνάζειν παρὰ νηυσὶ γέρων περ ἐὼν πολεμιστής·
  23. ἀλλʼ οὔ πω τοίους ἵππους ἴδον οὐδὲ νόησα.
  24. ἀλλά τινʼ ὔμμʼ ὀΐω δόμεναι θεὸν ἀντιάσαντα·
  25. ἀμφοτέρω γὰρ σφῶϊ φιλεῖ νεφεληγερέτα Ζεὺς
  26. κούρη τʼ αἰγιόχοιο Διὸς γλαυκῶπις Ἀθήνη.
  27. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  28. ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν
  29. ῥεῖα θεός γʼ ἐθέλων καὶ ἀμείνονας ἠέ περ οἵδε
  30. ἵππους δωρήσαιτʼ, ἐπεὶ ἢ πολὺ φέρτεροί εἰσιν.
  31. ἵπποι δʼ οἵδε γεραιὲ νεήλυδες οὓς ἐρεείνεις
  32. Θρηΐκιοι· τὸν δέ σφιν ἄνακτʼ ἀγαθὸς Διομήδης
  33. ἔκτανε, πὰρ δʼ ἑτάρους δυοκαίδεκα πάντας ἀρίστους.
  34. τὸν τρισκαιδέκατον σκοπὸν εἵλομεν ἐγγύθι νηῶν,
  35. τόν ῥα διοπτῆρα στρατοῦ ἔμμεναι ἡμετέροιο
  36. Ἕκτωρ τε προέηκε καὶ ἄλλοι Τρῶες ἀγαυοί.
  37. ὣς εἰπὼν τάφροιο διήλασε μώνυχας ἵππους
  38. καγχαλόων· ἅμα δʼ ἄλλοι ἴσαν χαίροντες Ἀχαιοί.
  39. οἳ δʼ ὅτε Τυδεΐδεω κλισίην εὔτυκτον ἵκοντο,
  40. ἵππους μὲν κατέδησαν ἐϋτμήτοισιν ἱμᾶσι
  41. φάτνῃ ἐφʼ ἱππείῃ, ὅθι περ Διομήδεος ἵπποι
  42. ἕστασαν ὠκύποδες μελιηδέα πυρὸν ἔδοντες·
  43. νηῒ δʼ ἐνὶ πρυμνῇ ἔναρα βροτόεντα Δόλωνος
  44. θῆκʼ Ὀδυσεύς, ὄφρʼ ἱρὸν ἑτοιμασσαίατʼ Ἀθήνῃ.
  45. αὐτοὶ δʼ ἱδρῶ πολλὸν ἀπενίζοντο θαλάσσῃ
  46. ἐσβάντες κνήμας τε ἰδὲ λόφον ἀμφί τε μηρούς.
  47. αὐτὰρ ἐπεί σφιν κῦμα θαλάσσης ἱδρῶ πολλὸν
  48. νίψεν ἀπὸ χρωτὸς καὶ ἀνέψυχθεν φίλον ἦτορ,
  49. ἔς ῥʼ ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο.
  50. τὼ δὲ λοεσσαμένω καὶ ἀλειψαμένω λίπʼ ἐλαίῳ
  51. δείπνῳ ἐφιζανέτην, ἀπὸ δὲ κρητῆρος Ἀθήνῃ
  52. πλείου ἀφυσσόμενοι λεῖβον μελιηδέα οἶνον.
  1. Ἠὼς δʼ ἐκ λεχέων παρʼ ἀγαυοῦ Τιθωνοῖο
  2. ὄρνυθʼ, ἵνʼ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσι·
  3. Ζεὺς δʼ Ἔριδα προΐαλλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν
  4. ἀργαλέην, πολέμοιο τέρας μετὰ χερσὶν ἔχουσαν.
  5. στῆ δʼ ἐπʼ Ὀδυσσῆος μεγακήτεϊ νηῒ μελαίνῃ,
  6. ἥ ῥʼ ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν ἀμφοτέρωσε,
  7. ἠμὲν ἐπʼ Αἴαντος κλισίας Τελαμωνιάδαο
  8. ἠδʼ ἐπʼ Ἀχιλλῆος, τοί ῥʼ ἔσχατα νῆας ἐΐσας
  9. εἴρυσαν ἠνορέῃ πίσυνοι καὶ κάρτεϊ χειρῶν
  10. ἔνθα στᾶσʼ ἤϋσε θεὰ μέγα τε δεινόν τε
  11. ὄρθιʼ, Ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλʼ ἑκάστῳ
  12. καρδίῃ ἄληκτον πολεμίζειν ἠδὲ μάχεσθαι.
  13. τοῖσι δʼ ἄφαρ πόλεμος γλυκίων γένετʼ ἠὲ νέεσθαι
  14. ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν.
  15. Ἀτρεΐδης δʼ ἐβόησεν ἰδὲ ζώννυσθαι ἄνωγεν
  16. Ἀργείους· ἐν δʼ αὐτὸς ἐδύσετο νώροπα χαλκόν.
  17. κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε
  18. καλὰς ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας·
  19. δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε,
  20. τόν ποτέ οἱ Κινύρης δῶκε ξεινήϊον εἶναι.
  21. πεύθετο γὰρ Κύπρον δὲ μέγα κλέος οὕνεκʼ Ἀχαιοὶ
  22. ἐς Τροίην νήεσσιν ἀναπλεύσεσθαι ἔμελλον·
  23. τοὔνεκά οἱ τὸν δῶκε χαριζόμενος βασιλῆϊ.
  24. τοῦ δʼ ἤτοι δέκα οἶμοι ἔσαν μέλανος κυάνοιο,
  25. δώδεκα δὲ χρυσοῖο καὶ εἴκοσι κασσιτέροιο·
  26. κυάνεοι δὲ δράκοντες ὀρωρέχατο προτὶ δειρὴν
  27. τρεῖς ἑκάτερθʼ ἴρισσιν ἐοικότες, ἅς τε Κρονίων
  28. ἐν νέφεϊ στήριξε, τέρας μερόπων ἀνθρώπων.
  29. ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος· ἐν δέ οἱ ἧλοι
  30. χρύσειοι πάμφαινον, ἀτὰρ περὶ κουλεὸν ἦεν
  31. ἀργύρεον χρυσέοισιν ἀορτήρεσσιν ἀρηρός.
  32. ἂν δʼ ἕλετʼ ἀμφιβρότην πολυδαίδαλον ἀσπίδα θοῦριν
  33. καλήν, ἣν πέρι μὲν κύκλοι δέκα χάλκεοι ἦσαν,
  34. ἐν δέ οἱ ὀμφαλοὶ ἦσαν ἐείκοσι κασσιτέροιο
  35. λευκοί, ἐν δὲ μέσοισιν ἔην μέλανος κυάνοιο.
  36. τῇ δʼ ἐπὶ μὲν Γοργὼ βλοσυρῶπις ἐστεφάνωτο
  37. δεινὸν δερκομένη, περὶ δὲ Δεῖμός τε Φόβος τε.
  38. τῆς δʼ ἐξ ἀργύρεος τελαμὼν ἦν· αὐτὰρ ἐπʼ αὐτοῦ
  39. κυάνεος ἐλέλικτο δράκων, κεφαλαὶ δέ οἱ ἦσαν
  40. τρεῖς ἀμφιστρεφέες ἑνὸς αὐχένος ἐκπεφυυῖαι.
  41. κρατὶ δʼ ἐπʼ ἀμφίφαλον κυνέην θέτο τετραφάληρον
  42. ἵππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν.
  43. εἵλετο δʼ ἄλκιμα δοῦρε δύω κεκορυθμένα χαλκῷ
  44. ὀξέα· τῆλε δὲ χαλκὸς ἀπʼ αὐτόφιν οὐρανὸν εἴσω
  45. λάμπʼ· ἐπὶ δʼ ἐγδούπησαν Ἀθηναίη τε καὶ Ἥρη
  46. τιμῶσαι βασιλῆα πολυχρύσοιο Μυκήνης.
  47. ἡνιόχῳ μὲν ἔπειτα ἑῷ ἐπέτελλεν ἕκαστος
  48. ἵππους εὖ κατὰ κόσμον ἐρυκέμεν αὖθʼ ἐπὶ τάφρῳ,
  49. αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντες
  50. ῥώοντʼ· ἄσβεστος δὲ βοὴ γένετʼ ἠῶθι πρό.
  51. φθὰν δὲ μέγʼ ἱππήων ἐπὶ τάφρῳ κοσμηθέντες,
  52. ἱππῆες δʼ ὀλίγον μετεκίαθον· ἐν δὲ κυδοιμὸν
  53. ὦρσε κακὸν Κρονίδης, κατὰ δʼ ὑψόθεν ἧκεν ἐέρσας
  54. αἵματι μυδαλέας ἐξ αἰθέρος, οὕνεκʼ ἔμελλε
  55. πολλὰς ἰφθίμους κεφαλὰς Ἄϊδι προϊάψειν.
  56. Τρῶες δʼ αὖθʼ ἑτέρωθεν ἐπὶ θρωσμῷ πεδίοιο
  57. Ἕκτορά τʼ ἀμφὶ μέγαν καὶ ἀμύμονα Πουλυδάμαντα
  58. Αἰνείαν θʼ, ὃς Τρωσὶ θεὸς ὣς τίετο δήμῳ,
  59. τρεῖς τʼ Ἀντηνορίδας Πόλυβον καὶ Ἀγήνορα δῖον
  60. ἠΐθεόν τʼ Ἀκάμαντʼ ἐπιείκελον ἀθανάτοισιν.
  61. Ἕκτωρ δʼ ἐν πρώτοισι φέρʼ ἀσπίδα πάντοσʼ ἐΐσην,
  62. οἷος δʼ ἐκ νεφέων ἀναφαίνεται οὔλιος ἀστὴρ
  63. παμφαίνων, τοτὲ δʼ αὖτις ἔδυ νέφεα σκιόεντα,
  64. ὣς Ἕκτωρ ὁτὲ μέν τε μετὰ πρώτοισι φάνεσκεν,
  65. ἄλλοτε δʼ ἐν πυμάτοισι κελεύων· πᾶς δʼ ἄρα χαλκῷ
  66. λάμφʼ ὥς τε στεροπὴ πατρὸς Διὸς αἰγιόχοιο.
  67. οἳ δʼ, ὥς τʼ ἀμητῆρες ἐναντίοι ἀλλήλοισιν
  68. ὄγμον ἐλαύνωσιν ἀνδρὸς μάκαρος κατʼ ἄρουραν
  69. πυρῶν ἢ κριθῶν· τὰ δὲ δράγματα ταρφέα πίπτει·
  70. ὣς Τρῶες καὶ Ἀχαιοὶ ἐπʼ ἀλλήλοισι θορόντες
  71. δῄουν, οὐδʼ ἕτεροι μνώοντʼ ὀλοοῖο φόβοιο.
  72. ἴσας δʼ ὑσμίνη κεφαλὰς ἔχεν, οἳ δὲ λύκοι ὣς
  73. θῦνον· Ἔρις δʼ ἄρʼ ἔχαιρε πολύστονος εἰσορόωσα·
  74. οἴη γάρ ῥα θεῶν παρετύγχανε μαρναμένοισιν,
  75. οἳ δʼ ἄλλοι οὔ σφιν πάρεσαν θεοί, ἀλλὰ ἕκηλοι
  76. σφοῖσιν ἐνὶ μεγάροισι καθήατο, ἧχι ἑκάστῳ
  77. δώματα καλὰ τέτυκτο κατὰ πτύχας Οὐλύμποιο.
  78. πάντες δʼ ᾐτιόωντο κελαινεφέα Κρονίωνα
  79. οὕνεκʼ ἄρα Τρώεσσιν ἐβούλετο κῦδος ὀρέξαι.
  80. τῶν μὲν ἄρʼ οὐκ ἀλέγιζε πατήρ· ὃ δὲ νόσφι λιασθεὶς
  81. τῶν ἄλλων ἀπάνευθε καθέζετο κύδεϊ γαίων
  82. εἰσορόων Τρώων τε πόλιν καὶ νῆας Ἀχαιῶν
  83. χαλκοῦ τε στεροπήν, ὀλλύντάς τʼ ὀλλυμένους τε.
  84. ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ,
  85. τόφρα μάλʼ ἀμφοτέρων βέλεʼ ἥπτετο, πῖπτε δὲ λαός·
  86. ἦμος δὲ δρυτόμος περ ἀνὴρ ὁπλίσσατο δεῖπνον
  87. οὔρεος ἐν βήσσῃσιν, ἐπεί τʼ ἐκορέσσατο χεῖρας
  88. τάμνων δένδρεα μακρά, ἅδος τέ μιν ἵκετο θυμόν,
  89. σίτου τε γλυκεροῖο περὶ φρένας ἵμερος αἱρεῖ,
  90. τῆμος σφῇ ἀρετῇ Δαναοὶ ῥήξαντο φάλαγγας
  91. κεκλόμενοι ἑτάροισι κατὰ στίχας· ἐν δʼ Ἀγαμέμνων
  92. πρῶτος ὄρουσʼ, ἕλε δʼ ἄνδρα Βιάνορα ποιμένα λαῶν
  93. αὐτόν, ἔπειτα δʼ ἑταῖρον Ὀϊλῆα πλήξιππον.
  94. ἤτοι ὅ γʼ ἐξ ἵππων κατεπάλμενος ἀντίος ἔστη·
  95. τὸν δʼ ἰθὺς μεμαῶτα μετώπιον ὀξέϊ δουρὶ
  96. νύξʼ, οὐδὲ στεφάνη δόρυ οἱ σχέθε χαλκοβάρεια,
  97. ἀλλὰ διʼ αὐτῆς ἦλθε καὶ ὀστέου, ἐγκέφαλος δὲ
  98. ἔνδον ἅπας πεπάλακτο· δάμασσε δέ μιν μεμαῶτα.
  99. καὶ τοὺς μὲν λίπεν αὖθι ἄναξ ἀνδρῶν Ἀγαμέμνων
  100. στήθεσι παμφαίνοντας, ἐπεὶ περίδυσε χιτῶνας·
  101. αὐτὰρ ὃ βῆ Ἶσόν τε καὶ Ἄντιφον ἐξεναρίξων
  102. υἷε δύω Πριάμοιο νόθον καὶ γνήσιον ἄμφω
  103. εἰν ἑνὶ δίφρῳ ἐόντας· ὃ μὲν νόθος ἡνιόχευεν,
  104. Ἄντιφος αὖ παρέβασκε περικλυτός· ὥ ποτʼ Ἀχιλλεὺς
  105. Ἴδης ἐν κνημοῖσι δίδη μόσχοισι λύγοισι,
  106. ποιμαίνοντʼ ἐπʼ ὄεσσι λαβών, καὶ ἔλυσεν ἀποίνων.
  107. δὴ τότε γʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
  108. τὸν μὲν ὑπὲρ μαζοῖο κατὰ στῆθος βάλε δουρί,
  109. Ἄντιφον αὖ παρὰ οὖς ἔλασε ξίφει, ἐκ δʼ ἔβαλʼ ἵππων.
  110. σπερχόμενος δʼ ἀπὸ τοῖιν ἐσύλα τεύχεα καλὰ
  111. γιγνώσκων· καὶ γάρ σφε πάρος παρὰ νηυσὶ θοῇσιν
  112. εἶδεν, ὅτʼ ἐξ Ἴδης ἄγαγεν πόδας ὠκὺς Ἀχιλλεύς.
  113. ὡς δὲ λέων ἐλάφοιο ταχείης νήπια τέκνα
  114. ῥηϊδίως συνέαξε λαβὼν κρατεροῖσιν ὀδοῦσιν
  115. ἐλθὼν εἰς εὐνήν, ἁπαλόν τέ σφʼ ἦτορ ἀπηύρα·
  116. ἣ δʼ εἴ πέρ τε τύχῃσι μάλα σχεδόν, οὐ δύναταί σφι
  117. χραισμεῖν· αὐτὴν γάρ μιν ὑπὸ τρόμος αἰνὸς ἱκάνει·
  118. καρπαλίμως δʼ ἤϊξε διὰ δρυμὰ πυκνὰ καὶ ὕλην
  119. σπεύδουσʼ ἱδρώουσα κραταιοῦ θηρὸς ὑφʼ ὁρμῆς·
  120. ὣς ἄρα τοῖς οὔ τις δύνατο χραισμῆσαι ὄλεθρον
  121. Τρώων, ἀλλὰ καὶ αὐτοὶ ὑπʼ Ἀργείοισι φέβοντο.
  122. αὐτὰρ ὃ Πείσανδρόν τε καὶ Ἱππόλοχον μενεχάρμην
  123. υἱέας Ἀντιμάχοιο δαΐφρονος, ὅς ῥα μάλιστα
  124. χρυσὸν Ἀλεξάνδροιο δεδεγμένος ἀγλαὰ δῶρα
  125. οὐκ εἴασχʼ Ἑλένην δόμεναι ξανθῷ Μενελάῳ,
  126. τοῦ περ δὴ δύο παῖδε λάβε κρείων Ἀγαμέμνων
  127. εἰν ἑνὶ δίφρῳ ἐόντας, ὁμοῦ δʼ ἔχον ὠκέας ἵππους·
  128. ἐκ γάρ σφεας χειρῶν φύγον ἡνία σιγαλόεντα,
  129. τὼ δὲ κυκηθήτην· ὃ δʼ ἐναντίον ὦρτο λέων ὣς
  130. Ἀτρεΐδης· τὼ δʼ αὖτʼ ἐκ δίφρου γουναζέσθην·
  131. ζώγρει Ἀτρέος υἱέ, σὺ δʼ ἄξια δέξαι ἄποινα·
  132. πολλὰ δʼ ἐν Ἀντιμάχοιο δόμοις κειμήλια κεῖται
  133. χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος,
  134. τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσιʼ ἄποινα,
  135. εἰ νῶϊ ζωοὺς πεπύθοιτʼ ἐπὶ νηυσὶν Ἀχαιῶν.
  136. ὣς τώ γε κλαίοντε προσαυδήτην βασιλῆα
  137. μειλιχίοις ἐπέεσσιν· ἀμείλικτον δʼ ὄπʼ ἄκουσαν·
  138. εἰ μὲν δὴ Ἀντιμάχοιο δαΐφρονος υἱέες ἐστόν,
  139. ὅς ποτʼ ἐνὶ Τρώων ἀγορῇ Μενέλαον ἄνωγεν
  140. ἀγγελίην ἐλθόντα σὺν ἀντιθέῳ Ὀδυσῆϊ
  141. αὖθι κατακτεῖναι μηδʼ ἐξέμεν ἂψ ἐς Ἀχαιούς,
  142. νῦν μὲν δὴ τοῦ πατρὸς ἀεικέα τίσετε λώβην.
  143. ἦ, καὶ Πείσανδρον μὲν ἀφʼ ἵππων ὦσε χαμᾶζε
  144. δουρὶ βαλὼν πρὸς στῆθος· ὃ δʼ ὕπτιος οὔδει ἐρείσθη.
  145. Ἱππόλοχος δʼ ἀπόρουσε, τὸν αὖ χαμαὶ ἐξενάριξε
  146. χεῖρας ἀπὸ ξίφεϊ τμήξας ἀπό τʼ αὐχένα κόψας,
  147. ὅλμον δʼ ὣς ἔσσευε κυλίνδεσθαι διʼ ὁμίλου.
  148. τοὺς μὲν ἔασʼ· ὃ δʼ ὅθι πλεῖσται κλονέοντο φάλαγγες,
  149. τῇ ῥʼ ἐνόρουσʼ, ἅμα δʼ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί.
  150. πεζοὶ μὲν πεζοὺς ὄλεκον φεύγοντας ἀνάγκῃ,
  151. ἱππεῖς δʼ ἱππῆας· ὑπὸ δέ σφισιν ὦρτο κονίη
  152. ἐκ πεδίου, τὴν ὦρσαν ἐρίγδουποι πόδες ἵππων
  153. χαλκῷ δηϊόωντες· ἀτὰρ κρείων Ἀγαμέμνων
  154. αἰὲν ἀποκτείνων ἕπετʼ Ἀργείοισι κελεύων.
  155. ὡς δʼ ὅτε πῦρ ἀΐδηλον ἐν ἀξύλῳ ἐμπέσῃ ὕλῃ,
  156. πάντῃ τʼ εἰλυφόων ἄνεμος φέρει, οἳ δέ τε θάμνοι
  157. πρόρριζοι πίπτουσιν ἐπειγόμενοι πυρὸς ὁρμῇ·
  158. ὣς ἄρʼ ὑπʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι πῖπτε κάρηνα
  159. Τρώων φευγόντων, πολλοὶ δʼ ἐριαύχενες ἵπποι
  160. κείνʼ ὄχεα κροτάλιζον ἀνὰ πτολέμοιο γεφύρας
  161. ἡνιόχους ποθέοντες ἀμύμονας· οἳ δʼ ἐπὶ γαίῃ
  162. κείατο, γύπεσσιν πολὺ φίλτεροι ἢ ἀλόχοισιν.
  163. Ἕκτορα δʼ ἐκ βελέων ὕπαγε Ζεὺς ἔκ τε κονίης
  164. ἔκ τʼ ἀνδροκτασίης ἔκ θʼ αἵματος ἔκ τε κυδοιμοῦ·
  165. Ἀτρεΐδης δʼ ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων.
  166. οἳ δὲ παρʼ Ἴλου σῆμα παλαιοῦ Δαρδανίδαο
  167. μέσσον κὰπ πεδίον παρʼ ἐρινεὸν ἐσσεύοντο
  168. ἱέμενοι πόλιος· ὃ δὲ κεκλήγων ἕπετʼ αἰεὶ
  169. Ἀτρεΐδης, λύθρῳ δὲ παλάσσετο χεῖρας ἀάπτους.
  170. ἀλλʼ ὅτε δὴ Σκαιάς τε πύλας καὶ φηγὸν ἵκοντο,
  171. ἔνθʼ ἄρα δὴ ἵσταντο καὶ ἀλλήλους ἀνέμιμνον.
  172. οἳ δʼ ἔτι κὰμ μέσσον πεδίον φοβέοντο βόες ὥς,
  173. ἅς τε λέων ἐφόβησε μολὼν ἐν νυκτὸς ἀμολγῷ
  174. πάσας· τῇ δέ τʼ ἰῇ ἀναφαίνεται αἰπὺς ὄλεθρος·
  175. τῆς δʼ ἐξ αὐχένʼ ἔαξε λαβὼν κρατεροῖσιν ὀδοῦσι
  176. πρῶτον, ἔπειτα δέ θʼ αἷμα καὶ ἔγκατα πάντα λαφύσσει·
  177. ὣς τοὺς Ἀτρεΐδης ἔφεπε κρείων Ἀγαμέμνων
  178. αἰὲν ἀποκτείνων τὸν ὀπίστατον· οἳ δʼ ἐφέβοντο.
  179. πολλοὶ δὲ πρηνεῖς τε καὶ ὕπτιοι ἔκπεσον ἵππων
  180. Ἀτρεΐδεω ὑπὸ χερσί· περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν.
  181. ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλεν ὑπὸ πτόλιν αἰπύ τε τεῖχος
  182. ἵξεσθαι, τότε δή ῥα πατὴρ ἀνδρῶν τε θεῶν τε
  183. Ἴδης ἐν κορυφῇσι καθέζετο πιδηέσσης
  184. οὐρανόθεν καταβάς· ἔχε δʼ ἀστεροπὴν μετὰ χερσίν.
  185. Ἶριν δʼ ὄτρυνε χρυσόπτερον ἀγγελέουσαν·
  186. βάσκʼ ἴθι Ἶρι ταχεῖα, τὸν Ἕκτορι μῦθον ἐνίσπες·
  187. ὄφρʼ ἂν μέν κεν ὁρᾷ Ἀγαμέμνονα ποιμένα λαῶν
  188. θύνοντʼ ἐν προμάχοισιν ἐναίροντα στίχας ἀνδρῶν,
  189. τόφρʼ ἀναχωρείτω, τὸν δʼ ἄλλον λαὸν ἀνώχθω
  190. μάρνασθαι δηΐοισι κατὰ κρατερὴν ὑσμίνην.
  191. αὐτὰρ ἐπεί κʼ ἢ δουρὶ τυπεὶς ἢ βλήμενος ἰῷ
  192. εἰς ἵππους ἅλεται, τότε οἱ κράτος ἐγγυαλίξω
  193. κτείνειν εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκηται
  194. δύῃ τʼ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ.
  195. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε ποδήνεμος ὠκέα Ἶρις,
  196. βῆ δὲ κατʼ Ἰδαίων ὀρέων εἰς Ἴλιον ἱρήν.
  197. εὗρʼ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον
  198. ἑσταότʼ ἔν θʼ ἵπποισι καὶ ἅρμασι κολλητοῖσιν·
  199. ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·
  200. Ἕκτορ υἱὲ Πριάμοιο Διὶ μῆτιν ἀτάλαντε
  201. Ζεύς με πατὴρ προέηκε τεῒν τάδε μυθήσασθαι.
  202. ὄφρʼ ἂν μέν κεν ὁρᾷς Ἀγαμέμνονα ποιμένα λαῶν
  203. θύνοντʼ ἐν προμάχοισιν, ἐναίροντα στίχας ἀνδρῶν,
  204. τόφρʼ ὑπόεικε μάχης, τὸν δʼ ἄλλον λαὸν ἄνωχθι
  205. μάρνασθαι δηΐοισι κατὰ κρατερὴν ὑσμίνην.
  206. αὐτὰρ ἐπεί κʼ ἢ δουρὶ τυπεὶς ἢ βλήμενος ἰῷ
  207. εἰς ἵππους ἅλεται, τότε τοι κράτος ἐγγυαλίξει
  208. κτείνειν, εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκηαι
  209. δύῃ τʼ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ.
  210. ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πόδας ὠκέα Ἶρις,
  211. Ἕκτωρ δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε,
  212. πάλλων δʼ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ
  213. ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν.
  214. οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν,
  215. Ἀργεῖοι δʼ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας.
  216. ἀρτύνθη δὲ μάχη, στὰν δʼ ἀντίοι· ἐν δʼ Ἀγαμέμνων
  217. πρῶτος ὄρουσʼ, ἔθελεν δὲ πολὺ προμάχεσθαι ἁπάντων.
  218. ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι
  219. ὅς τις δὴ πρῶτος Ἀγαμέμνονος ἀντίον ἦλθεν
  220. ἢ αὐτῶν Τρώων ἠὲ κλειτῶν ἐπικούρων.
  221. Ἰφιδάμας Ἀντηνορίδης ἠΰς τε μέγας τε
  222. ὃς τράφη ἐν Θρῄκῃ ἐριβώλακι μητέρι μήλων·
  223. Κισσῆς τόν γʼ ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα
  224. μητροπάτωρ, ὃς τίκτε Θεανὼ καλλιπάρῃον·
  225. αὐτὰρ ἐπεί ῥʼ ἥβης ἐρικυδέος ἵκετο μέτρον,
  226. αὐτοῦ μιν κατέρυκε, δίδου δʼ ὅ γε θυγατέρα ἥν·
  227. γήμας δʼ ἐκ θαλάμοιο μετὰ κλέος ἵκετʼ Ἀχαιῶν
  228. σὺν δυοκαίδεκα νηυσὶ κορωνίσιν, αἵ οἱ ἕποντο.
  229. τὰς μὲν ἔπειτʼ ἐν Περκώτῃ λίπε νῆας ἐΐσας,
  230. αὐτὰρ ὃ πεζὸς ἐὼν ἐς Ἴλιον εἰληλούθει·
  231. ὅς ῥα τότʼ Ἀτρεΐδεω Ἀγαμέμνονος ἀντίον ἦλθεν.
  232. οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,
  233. Ἀτρεΐδης μὲν ἅμαρτε, παραὶ δέ οἱ ἐτράπετʼ ἔγχος,
  234. Ἰφιδάμας δὲ κατὰ ζώνην θώρηκος ἔνερθε
  235. νύξʼ, ἐπὶ δʼ αὐτὸς ἔρεισε βαρείῃ χειρὶ πιθήσας·
  236. οὐδʼ ἔτορε ζωστῆρα παναίολον, ἀλλὰ πολὺ πρὶν
  237. ἀργύρῳ ἀντομένη μόλιβος ὣς ἐτράπετʼ αἰχμή.
  238. καὶ τό γε χειρὶ λαβὼν εὐρὺ κρείων Ἀγαμέμνων
  239. ἕλκʼ ἐπὶ οἷ μεμαὼς ὥς τε λίς, ἐκ δʼ ἄρα χειρὸς
  240. σπάσσατο· τὸν δʼ ἄορι πλῆξʼ αὐχένα, λῦσε δὲ γυῖα.
  241. ὣς ὃ μὲν αὖθι πεσὼν κοιμήσατο χάλκεον ὕπνον
  242. οἰκτρὸς ἀπὸ μνηστῆς ἀλόχου, ἀστοῖσιν ἀρήγων,
  243. κουριδίης, ἧς οὔ τι χάριν ἴδε, πολλὰ δʼ ἔδωκε·
  244. πρῶθʼ ἑκατὸν βοῦς δῶκεν, ἔπειτα δὲ χίλιʼ ὑπέστη