Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἀλλʼ ἄγε μοι τὸ σκῆπτρον ἀνάσχεο, καί μοι ὄμοσσον
  2. ἦ μὲν τοὺς ἵππους τε καὶ ἅρματα ποικίλα χαλκῷ
  3. δωσέμεν, οἳ φορέουσιν ἀμύμονα Πηλεΐωνα,
  4. σοὶ δʼ ἐγὼ οὐχ ἅλιος σκοπὸς ἔσσομαι οὐδʼ ἀπὸ δόξης·
  5. τόφρα γὰρ ἐς στρατὸν εἶμι διαμπερὲς ὄφρʼ ἂν ἵκωμαι
  6. νῆʼ Ἀγαμεμνονέην, ὅθι που μέλλουσιν ἄριστοι
  7. βουλὰς βουλεύειν ἢ φευγέμεν ἠὲ μάχεσθαι.
  8. ὣς φάθʼ, ὃ δʼ ἐν χερσὶ σκῆπτρον λάβε καί οἱ ὄμοσσεν·
  9. ἴστω νῦν Ζεὺς αὐτὸς ἐρίγδουπος πόσις Ἥρης
  10. μὴ μὲν τοῖς ἵπποισιν ἀνὴρ ἐποχήσεται ἄλλος
  11. Τρώων, ἀλλά σέ φημι διαμπερὲς ἀγλαϊεῖσθαι.
  12. ὣς φάτο καί ῥʼ ἐπίορκον ἐπώμοσε, τὸν δʼ ὀρόθυνεν·
  13. αὐτίκα δʼ ἀμφʼ ὤμοισιν ἐβάλλετο καμπύλα τόξα,
  14. ἕσσατο δʼ ἔκτοσθεν ῥινὸν πολιοῖο λύκοιο,
  15. κρατὶ δʼ ἐπὶ κτιδέην κυνέην, ἕλε δʼ ὀξὺν ἄκοντα,
  16. βῆ δʼ ἰέναι προτὶ νῆας ἀπὸ στρατοῦ· οὐδʼ ἄρʼ ἔμελλεν
  17. ἐλθὼν ἐκ νηῶν ἂψ Ἕκτορι μῦθον ἀποίσειν.
  18. ἀλλʼ ὅτε δή ῥʼ ἵππων τε καὶ ἀνδρῶν κάλλιφʼ ὅμιλον,
  19. βῆ ῥʼ ἀνʼ ὁδὸν μεμαώς· τὸν δὲ φράσατο προσιόντα
  20. διογενὴς Ὀδυσεύς, Διομήδεα δὲ προσέειπεν·