Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. πᾶν δʼ ἦμαρ φερόμην, ἅμα δʼ ἠελίῳ καταδύντι
  2. κάππεσον ἐν Λήμνῳ, ὀλίγος δʼ ἔτι θυμὸς ἐνῆεν·
  3. ἔνθά με Σίντιες ἄνδρες ἄφαρ κομίσαντο πεσόντα.
  4. ὣς φάτο, μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη,
  5. μειδήσασα δὲ παιδὸς ἐδέξατο χειρὶ κύπελλον·
  6. αὐτὰρ ὃ τοῖς ἄλλοισι θεοῖς ἐνδέξια πᾶσιν
  7. οἰνοχόει γλυκὺ νέκταρ ἀπὸ κρητῆρος ἀφύσσων·
  8. ἄσβεστος δʼ ἄρʼ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσιν
  9. ὡς ἴδον Ἥφαιστον διὰ δώματα ποιπνύοντα.
  10. ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
  11. δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης,
  12. οὐ μὲν φόρμιγγος περικαλλέος ἣν ἔχʼ Ἀπόλλων,
  13. Μουσάων θʼ αἳ ἄειδον ἀμειβόμεναι ὀπὶ καλῇ.
  14. αὐτὰρ ἐπεὶ κατέδυ λαμπρὸν φάος ἠελίοιο,
  15. οἳ μὲν κακκείοντες ἔβαν οἶκον δὲ ἕκαστος,
  16. ἧχι ἑκάστῳ δῶμα περικλυτὸς ἀμφιγυήεις
  17. Ἥφαιστος ποίησεν ἰδυίῃσι πραπίδεσσι·
  18. Ζεὺς δὲ πρὸς ὃν λέχος ἤϊʼ Ὀλύμπιος ἀστεροπητής,
  19. ἔνθα πάρος κοιμᾶθʼ ὅτε μιν γλυκὺς ὕπνος ἱκάνοι·
  20. ἔνθα καθεῦδʼ ἀναβάς, παρὰ δὲ χρυσόθρονος Ἥρη.