Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες;
  2. καὶ λίην σε πάρος γʼ οὔτʼ εἴρομαι οὔτε μεταλλῶ,
  3. ἀλλὰ μάλʼ εὔκηλος τὰ φράζεαι ἅσσʼ ἐθέλῃσθα.
  4. νῦν δʼ αἰνῶς δείδοικα κατὰ φρένα μή σε παρείπῃ
  5. ἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος·
  6. ἠερίη γὰρ σοί γε παρέζετο καὶ λάβε γούνων·
  7. τῇ σʼ ὀΐω κατανεῦσαι ἐτήτυμον ὡς Ἀχιλῆα
  8. τιμήσῃς, ὀλέσῃς δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν.
  9. τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
  10. δαιμονίη αἰεὶ μὲν ὀΐεαι οὐδέ σε λήθω·
  11. πρῆξαι δʼ ἔμπης οὔ τι δυνήσεαι, ἀλλʼ ἀπὸ θυμοῦ
  12. μᾶλλον ἐμοὶ ἔσεαι· τὸ δέ τοι καὶ ῥίγιον ἔσται.
  13. εἰ δʼ οὕτω τοῦτʼ ἐστὶν ἐμοὶ μέλλει φίλον εἶναι·
  14. ἀλλʼ ἀκέουσα κάθησο, ἐμῷ δʼ ἐπιπείθεο μύθῳ,
  15. μή νύ τοι οὐ χραίσμωσιν ὅσοι θεοί εἰσʼ ἐν Ὀλύμπῳ
  16. ἆσσον ἰόνθʼ, ὅτε κέν τοι ἀάπτους χεῖρας ἐφείω.
  17. ὣς ἔφατʼ ἔδεισεν δὲ βοῶπις πότνια Ἥρη,
  18. καί ῥʼ ἀκέουσα καθῆστο ἐπιγνάμψασα φίλον κῆρ·
  19. ὄχθησαν δʼ ἀνὰ δῶμα Διὸς θεοὶ Οὐρανίωνες·
  20. τοῖσιν δʼ Ἥφαιστος κλυτοτέχνης ἦρχʼ ἀγορεύειν