Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. χρειὼ ἐμεῖο γένηται ἀεικέα λοιγὸν ἀμῦναι
  2. τοῖς ἄλλοις· ἦ γὰρ ὅ γʼ ὀλοιῇσι φρεσὶ θύει,
  3. οὐδέ τι οἶδε νοῆσαι ἅμα πρόσσω καὶ ὀπίσσω,
  4. ὅππως οἱ παρὰ νηυσὶ σόοι μαχέοιντο Ἀχαιοί.
  5. ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθʼ ἑταίρῳ,
  6. ἐκ δʼ ἄγαγε κλισίης Βρισηΐδα καλλιπάρῃον,
  7. δῶκε δʼ ἄγειν· τὼ δʼ αὖτις ἴτην παρὰ νῆας Ἀχαιῶν·
  8. ἣ δʼ ἀέκουσʼ ἅμα τοῖσι γυνὴ κίεν· αὐτὰρ Ἀχιλλεὺς
  9. δακρύσας ἑτάρων ἄφαρ ἕζετο νόσφι λιασθείς,
  10. θῖνʼ ἔφʼ ἁλὸς πολιῆς, ὁρόων ἐπʼ ἀπείρονα πόντον·
  11. πολλὰ δὲ μητρὶ φίλῃ ἠρήσατο χεῖρας ὀρεγνύς·
  12. μῆτερ ἐπεί μʼ ἔτεκές γε μινυνθάδιόν περ ἐόντα,
  13. τιμήν πέρ μοι ὄφελλεν Ὀλύμπιος ἐγγυαλίξαι
  14. Ζεὺς ὑψιβρεμέτης· νῦν δʼ οὐδέ με τυτθὸν ἔτισεν·
  15. ἦ γάρ μʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
  16. ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.
  17. ὣς φάτο δάκρυ χέων, τοῦ δʼ ἔκλυε πότνια μήτηρ
  18. ἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι·
  19. καρπαλίμως δʼ ἀνέδυ πολιῆς ἁλὸς ἠΰτʼ ὀμίχλη,
  20. καί ῥα πάροιθʼ αὐτοῖο καθέζετο δάκρυ χέοντος,