Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

γὰρ δεῖ σφόδρα τὴν χεῖρα εὐρύθμως πέμπειν τὸν κότταβον, ὡς Δικαίαρχός φησιν καὶ Πλάτων δ’ ἐν τῷ Διὶ Κακουμένῳ. παρακελεύεται

δέ τις τῷ Ἡρακλεῖ μὴ σκληρὰν ἔχειν τὴν χεῖρα μέλλοντα κοτταβίζειν. ἐκάλουν δ’ ἀπ’ ἀγκύλης τὴν τοῦ κοττάβου πρόεσιν διὰ τὸ ἐπαγκυλοῦν τὴν δεξιὰν χεῖρα ἐν τοῖς ἀποκοτταβισμοῖς. οἱ δὲ ποτηρίου εἶδος τὴν ἀγκύλην φασί. Βακχυλίδης ἐν Ἐρωτικοῖς·
εὖτε τὴν ἀπ’ ἀγκύλης ἵησι τοῖσδε τοῖς νεανίαις, λευκὸν ἀντείνασα πῆχυν.
καὶ Αἰσχύλος δ’ ἐν Ὀστολόγοις ἀγκυλητοὺς λέγει κοττάβους διὰ τούτων
Εὐρύμαχος, οὔ τις ἄλλος, οὐδὲν ἥσσονας ὕβριζ’ ὑβρισμοὺς οὐκ ἐναισίους ἐμοί. ἦν μὲν γὰρ αὐτῷ σκοπὸς ἀεὶ τοὐμὸν κάρα, τοῦ δ’ ἀγκυλητοὺς κοσσάβους ἐπίσκοπος †ἐκτεμὼν† ἡβῶσα χεὶρ ἐφίετο.
ὅτι δὲ ἆθλον προὔκειτο τῷ εὖ προεμένῳ τὸν κότταβον προείρηκε μὲν καὶ ὁ Ἀντιφάνης· ᾠὰ γάρ ἐστι καὶ πεμμάτια καὶ τραγήματα. ὁμοίως δὲ διεξέρχονται Κηφισόδωρος ἐν Τροφωνίῳ καὶ Καλλίας ἢ Διοκλῆς ἐν Κύκλωψι καὶ Εὔπολις Ἕρμιππὸς
τε ἐν τοῖς Ἰάμβοις. τὸ δὲ καλούμενον κατακτὸν κοττάβιον τοιοῦτόν ἐστιν λυχνίον ἐστὶν ὑψηλόν, ἔχον τὸν μάνην καλούμενον, ἐφ’ ὃν τὴν καταβαλλομένην ἔδει πεσεῖν πλάστιγγα· ἐντεῦθεν δὲ πίπτειν εἰς λεκάνην ὑποκειμένην πληγεῖσαν τῷ κοττάβῳ
καί τις ἦν ἀκριβὴς εὐχέρεια τῆς βολῆς.
μνημονεύει δὲ τοῦ μάνου Νικοχάρης ἐν Λάκωσιν.

ἕτερον δ’ ἐστὶν εἶδος παιδιᾶς τῆς ἐν λεκάνῃ, αὕτη δ’ ὕδατος πληροῦται, ἐπινεῖ δὲ ἐπ’ αὐτῆς ὀξύβαφα κενά, ἐφ’ ἃ βάλλοντες τὰς λατάγας ἐκ καρχησίων ἐπειρῶντο καταδύειν ἀνῃρεῖτο δὲ τὰ κοττάβια ὁ πλείω καταδύσας. Ἀμειψίας Ἀποκοτταβίζουσιν·

ἡ Μανία, φέρ’ ὀξύβαφα καὶ κανθάρους καὶ τὸν ποδανιπτῆρ᾽, ἐγχέασα θὔδατος.
Κρατῖνος ἐν Νεμέσει· τὸ δὲ κοττάβιον προθέντα συμποτικοῖσι νόμοις τοῖς ἐπινέουσιν ὀξυβάφοισιν ἐμβάλλειν ποτόν, τῷ δὲ βαλόντι πλεῖστανέμειν τύχης τόδ’ ἆθλον. Ἀριστοφάνης Δαιταλεῦσιν
ἔγνωκ’· ἐγὼ δὲ χαλκίον ʽτοῦτ’ ἐστὶν κοττάβειον ἱστάναἰ καὶ μυρρίνας.
Ἕρμιππος Μοίραις·
χλανίδες δ’ οὖλαι καταβέβληνται, θώρακα δ’ ἅπας ἐμπερονᾶται, κνημὶς δὲ περὶ σφυρὸν ἀρθροῦται, βλαύτης δ’ οὐδεὶς ἔτ’ ἔρως λευκῆς, ῥάβδον δ’ ὄψει τὴν κοτταβικὴν ἐν τοῖς ἀχύροισι κυλινδομένην, μάνης δ’ οὐδὲν λατάγων ἀίει· τὴν δὲ τάλαιναν πλάστιγγ’ ἂν ἴδοις παρὰ τὸν στροφέα τῆς κηπαίας ἐν τοῖσι κορήμασιν οὖσαν.
Ἀχαιὸς δ’ ἐν Λίνῳ περὶ τῶν Σατύρων λέγων φησὶν
ῥιπτοῦντες, ἐκβάλλοντες, ἀγνύντες, τί μ’ οὐ λέγοντες;
ὦ κάλλιστον Ἡρακλεῖ λάταξ.
τοῦτο δὲ
λέγοντες
παρ’ ὅσον τῶν ἐρωμένων ἐμέμνηντο ἀφιέντες ἐπ’ αὐτοῖς τοὺς λεγομένους κοσσάβους, διὸ καὶ Σοφοκλῆς ἐν Ἰνάχῳ Ἀφροδισίαν εἴρηκε τὴν λάταγα·
ξανθὴ δ’ Ἀφροδισία λάταξ πᾶσιν ἐπεκτύπει δόμοις.
καὶ Εὐριπίδης ἐν Πλεισθένει·
πολὺς δὲ κοσσάβων ἀραγμὸς Κύπριδος προσῳδὸν ἀχεῖ μέλος ἐν δόμοισιν.
καὶ Καλλίμαχος δέ φησι·
πολλοὶ καὶ φιλέοντες Ἀκόντιον ἧκαν ἔραζε οἰνοπόται Σικελὰς ἐκ κυλίκων λάταγας,

ἦν δέ τι καὶ ἄλλο κοτταβίων εἶδος προτιθέμενον ἐν ταῖς παννυχίσιν, οὗ μνημονεύει Καλλίμαχος ἐν Παννυχίδι διὰ τούτων

ὁ δ’ ἀγρυπνήσας ---μέχρι τῆς κορώνης· τὸν πυραμοῦντα λήψεται καὶ τὰ κοττάβεια καὶ τῶν παρουσῶν ἣν θέλει χὂν θέλει φιλήσει.
ἐγίνετο δὲ καὶ πεμμάτιά τινα ἐν ταῖς παννυχίσιν, ἐν αἷς πλεῖστον ὅσον χρόνον διηγρύπνουν χορεύοντες· καὶ διωνομάζετο τὰ πεμμάτια τότε χαρίσιοι ἀπὸ τῆς τῶν ἀναιρουμένων χαρᾶς. μνημονεύει Εὔβουλος ἐν Ἀγκυλίωνι λέγων οὑτωσί·
καὶ γὰρ πάλαι πέττει τὰ νικητήρια,
εἶθ’ ἑξῆς φησιν
ἐξεπήδησ’ ἀρτίως πέττουσα τὸν χαρίσιον.
ὅτι δὲ καὶ φίλημα ἦν ἆθλον ἑξῆς λέγει ὁ Εὔβουλος·
εἶεν, γυναῖκες· νῦν ὅπως τὴν νύχθ’ ὅλην ἐν τῇ δεκάτῃ τοῦ παιδίου χορεύσετε· θήσω δὲ νικητήριον τρεῖς ταινίας καὶ μῆλα πέντε καὶ φιλήματ’ ἐννέα.
ὅτι δὲ ἐσπούδαστο παρὰ τοῖς Σικελιώταις ὁ κότταβος δῆλον ἐκ τοῦ καὶ οἰκήματα ἐπιτήδεια τῇ παιδιᾷ κατασκευάζεσθαι, ὡς ἱστορεῖ Δικαίαρχος ἐν τῷ περὶ ᾽ Ἀλκαίου, οὐκ ἀπεικότως οὖν οὐδ’ ὁ Καλλίμαχος Σικελὴν τὴν λάταγα προσηγόρευσεν. μνημονεύει τῶν λατάγων καὶ τῶν κοττάβων καὶ ὁ Χαλκοῦς καλούμενος Διονύσιος ἐν τοῖς Ἐλεγείοις διὰ τούτων
κότταβον ἐνθάδε σοι τρίτον ἑστάναι οἱ δυσέρωτες ἡμεῖς προστίθεμεν γυμνασίῳ Βρομίου, κώρυκον. οἱ δὲ παρόντες ἐνείρετε χεῖρας ἅπαντες ἐς σφαίρας κυλίκων καὶ πρὶν ἐκεῖνον ἰδεῖν, ὄμματι βηματίσαισθε τὸν αἰθέρα τὸν κατὰ κλίνην, εἰς ὅσον αἱ λάταγες χωρίον ἐκτατέαι.

ἐπὶ τούτοις ὁ Οὐλπιανὸς ᾔτει πιεῖν μεγάλῃ κύλικι, ἐπιλέγων ἐκ τῶν αὐτῶν ἐλεγείων καὶ τόδε·

ὕμνους οἰνοχοεῖν ἐπιδέξια σοί τε καὶ ἡμῖν τόν τε σὸν ἀρχαῖον τηλεδαπόν τε φίλον εἰρεσίῃ γλώσσης ἀποπέμψομεν εἰς μέγαν αἶνον τοῦδ’ ἐπὶ συμποσίου· δεξιότης τε λόγου Φαίακος Μουσῶν ἐρέτας ἐπὶ σέλματα πέμπει.
κατὰ γὰρ τὸν νεώτερον Κρατῖνον, ὃς ἐν Ὀμφάλῃ φησὶν
πίνειν μένοντα τὸν καλῶς εὐδαίμονα κρεῖττον· μάχαι δ’ ἄλλοισι καὶ πόνοι μέλοι.
πρὸς ὃν ὁ Κύνουλκος ἀεὶ τῷ Σύρῳ ἀντικορυσσόμενος καὶ οὐδέποτε τῆς φιλονεικίας παυόμενος ἧς εἶχε πρὸς αὐτόν, ἐπεὶ θόρυβος κατεῖχεν τὸ συμπόσιον, ἔφη·
τίς οὗτος ὁ τῶν συρβηνέων χορός; καὶ αὐτὸς δὲ τούτων τῶν ἐπῶν μεμνημένος τινῶν ἐρῶ, ἵνα μὴ ὁ Οὐλπιανὸς βρενθύηται ὡς ἐκ τῶν ἀποθέτων τοῖς Ὁμηρίδαις μόνος ἀνασπάσας τὰ κοττάβεια ·
ἀγγελίας ἀγαθῆς δεῦρ’ ἴτε πευσόμενοι καὶ κυλίκων ἔριδας διαλύσατε καὶ κατάθεσθε τὴν ξύνεσιν παρ’ ἐμοὶ καὶ τάδε μανθάνετε,
εἰς τὴν παροῦσαν ζήτησιν ἐπιτήδεια ὄντα. ὁρῶ
γὰρ καὶ τοὺς παῖδας ἤδη φέροντας ἡμῖν στεφάνους καὶ μύρα. διὰ τί δὲ λέγονται, τῶν ἐστεφανωμένων ἐὰν λύωνται οἱ στέφανοι, ὅτι ἐρῶσιν; τοῦτο γὰρ ἐν παισὶ τὰ Καλλιμάχου ἀναγινώσκων ἐπιγράμματα, ὧν ἐστι καὶ τοῦτο, ἐπεζήτουν μαθεῖν, εἰπόντος τοῦ Κυρηναίου·
τὰ δὲ ῥόδα φυλλοβολεῦντα τὠνδρὸς ἀπὸ στεφάνων πάντ’ ἐγένοντο χαμαί.
σὸν οὖν ἐστιν, ὦ μουσικώτατε, τὴν χιλιέτη μου ταύτην ζήτησιν ἀπολύσασθαι, Δημόκριτε, καὶ διά τί οἱ ἐρῶντες στεφανοῦσι τὰς τῶν ἐρωμένων θύρας.