Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

ἐπεὶ δὲ καὶ Σικελίας αὔχημα τροφαλὶς

ἥδ’ ἐστί σοι, φίλοι, λέξωμέν τι καὶ περὶ τύρων. Φιλήμων μὲν γὰρ ἐν τῷ ἐπιγραφομένῳ Σικελικῷ·
ἐγὼ πρότερον μὲν ᾠόμην τὴν Σικελίαν ἓν τοῦτ’ ἀπότακτον αὐτὸ τοὺς τυροὺς ποιεῖν καλούς, ἔτι ταῦτα προσετίθην ἀκηκοώς, ἱμάτια ποικίλ᾽; εἰ λέγοι τις Σικελικά. β. σκεύη μὲν οὖν καὶ κτήματ’ ᾠόμην φέρειν.
καὶ ὁ Τρομιλικὸς δὲ τυρὸς ἔνδοξός ἐστι. περὶ οὗ φησιν Δημήτριος ὁ Σκήψιος ἐν δευτέρῳ Τρωικοῦ Διακόσμου οὕτως·
τῆς Ἀχαίας πόλις Τρομίλεια, περὶ ἣν γίνεται τυρὸς αἴγειος ἥδιστος, οὐκ ἔχων σύγκρισιν πρὸς ἕτερον, ὁ προσαγορευόμενος Τρομιλικὸς.
οὗ καὶ Σιμωνίδης μνημονεύει ἐν Ἰάμβῳ, οὗ ἡ ἀρχή·
ἦ πολλὰ μὲν δὴ προεκπονῇ, Τηλέμβροτε
γράφων
ἐνταῦθα μέντοι τυρὸς ἐξ Ἀχαίης
Τρομιλικὸς θαυμαστός, ὃν κατήγαγον,
Εὐριπίδης δ’ ἐν Κύκλωπι ὀπίαν καλεῖ τυρὸν τὸν δριμύν, τὸν πηγνύμενον τῷ τῆς συκῆς ὀπῷ ·
καὶ τυρὸς ὀπίας ἐστὶ καὶ Διὸς γάλα.
ἐπεὶ δὲ περὶ πάντων εἶπον τῶν παρακειμένων ἀποτράγημά τε πεποίημαι· τὸν Τρομιλικόν, καταπαύσω τὸν λόγον τὸ γὰρ λείψανον τῶν τραγημάτων καὶ τρωξίμων ἀποτράγημα εἴρηκεν Εὔπολις. σκώπτων γὰρ Διδυμίαν τινὰ ἀποτράγημα αὐτὸν εἴρηκεν ἀλώπεκος ἤτοι ὡς μικρὸν τὸ σῶμα ἢ ὡς κακοήθη καὶ πανοῦργον, ὥς φησιν ὁ Ἀσκαλωνίτης Δωρόθεος, τοὺς δὲ λεπτοὺς τῶν τυρῶν καὶ πλατεῖς Κρῆτες θηλείας καλοῦσιν, ὥς φησι Σέλευκος· οὓς καὶ ἐν θυσίαις τισὶν ἐναγίζουσιν. πυριέφθων δὲ μνημονεύει οὕτω δὲ καλεῖται τὸ πρῶτον γάλα Φιλιππίδης ἐν Αὐλοῖς·
τὰ δὲ πυρίεφθα καὶ τὰ λάγανα ταῦτ’ ἔχων.
καὶ ἴσως πάντα τὰ τοιαῦτα ἐπιδειπνίδας ἔλεγον Μακεδόνες, κώθωνος γὰρ ἡδύσματα ταῦτα.

τοιαῦτά τινα ἔτι τοῦ Οὐλπιανοῦ διαλεγομένου ἐπελθὼν εἷς ἐκείνων τῶν σοφιστῶν μαγείρων ἐκήρυσσε μῦμα. καὶ πολλῶν ξενιζομένων ἐπὶ τῷ

κηρύγματι—οὐ γὰρ ἐδείκνυεν ὁ στιγματίας ὅ τι ἦν ἔφη·
ἀγνοεῖν μοι δοκεῖτε, ὦ ἄνδρες δαιταλῆς, ὅτι καὶ Κάδμος ὁ τοῦ Διονύσου πάππος μάγειρος ἦν.
σιωπησάντων δὲ καὶ ἐπὶ τούτῳ πάντων Εὐήμερος, ἔφη, ὁ Κῷος ἐν τῷ τρίτῳ τῆς Ἱερᾶς ἀναγραφῆς τοῦθ’ ἱστορεῖ, ὡς Σιδωνίων λεγόντων τοῦτο, ὅτι Κάδμος μάγειρος ὢν τοῦ βασιλέως καὶ παραλαβὼν τὴν Ἁρμονίαν αὐλητρίδα καὶ αὐτὴν οὖσαν τοῦ βασιλέως ἔφυγεν σὺν αὐτῇ.
ἐγὼ δὲ φεύξομαι γ’ ἐλεύθερος γεγώς.
οὐδὲ γὰρ ἂν εὕροι τις ὑμῶν δοῦλον μάγειρόν τινα ἐν κωμῳδίᾳ πλὴν παρὰ Ποσειδίππῳ μόνῳ. δοῦλοι δ᾽ ὀψοποιοὶ παρῆλθον ὑπὸ πρώτων Μακεδόνων τοῦτ’ ἐπιτηδευσάντων ἢ δι’ ὕβριν ἢ δι’ ἀτυχίαν τῶν αἰχμαλωτισθεισῶν πόλεων, ἐκάλουν δ’ οἱ παλαιοὶ τὸν μὲν πολιτικὸν μάγειρον μαίσωνα, τὸν δ’ ἐκτόπιον τέττιγα. Χρύσιππος δ’ ὁ φιλόσοφος τὸν μαίσωνα ἀπὸ τοῦ μασᾶσθαι οἴεται κεκλῆσθαι, οἷον τὸν ἀμαθῆ καὶ πρὸς γαστέρα νενευκότα, ἀγνοῶν ὅτι Μαίσων γέγονεν κωμῳδίας ὑποκριτὴς Μεγαρεὺς τὸ γένος, ὃς καὶ τὸ προσωπεῖον εὗρε τὸ ἀπ’ αὐτοῦ καλούμενον μαίσωνα, ὡς Ἀριστοφάνης φησὶν ὁ Βυζάντιος ἐν τῷ περὶ Προσώπων, εὑρεῖν αὐτὸν φάσκων καὶ τὸ τοῦ θεράποντος πρόσωπον καὶ τὸ τοῦ μαγείρου. καὶ εἰκότως καὶ τὰ τούτοις πρέποντα σκώμματα καλεῖται μαισωνικά. μάλιστα
γὰρ εἰσάγονται οἱ μάγειροι σκωπτικοί τινες, ὡς παρὰ Μενάνδρῳ ἐν Ἐπιτρέπουσιν. καὶ Φιλήμων δὲ πού φησιν
σφίγγ’ ἄρρεν᾽, οὐ μάγειρον, εἰς τὴν οἰκίαν εἴληφ’· ἁπλῶς γὰρ οὐδὲ ἕν, μὰ τοὺς θεούς, ὧν ἂν λέγῃ συνίημι· καινὰ ῥήματα πεπορισμένος πάρεστιν ,
τὸν δὲ Μαίσωνα Πολέμων ἐν τοῖς πρὸς Τίμαιον ἐκ τῶν ἐν Σικελίᾳ φησὶν εἶναι Μεγάρων καὶ οὐκ ἐκ τῶν Νισαίων. ἀλλ’ ὅ γε Ποσείδιππος περὶ δούλων μαγείρων ἐν Ἀποκλειομένῃ φησὶν
ταυτὶ μὲν οὖν τοιαῦτα. συμβαίνει δέ τι νῦν μοι διακονοῦντι παρὰ τῷ δεσπότῃ ἀστεῖον· οὐχ ἁλώσομ’ ἐκφέρων κρέας.
καὶ ἐν Συντρόφοις·
ἐβάδιζες ἔξω τῶν πυλῶν μάγειρος ὤν; β. ἐντὸς πυλῶν γὰρ ἂν μένων ἄδειπνος ἦν. α. πότερ’ οὖν ἀφεῖσαι; β. κατ’ ἀγορὰν ἐργάζομαι· ἐπρίατο γάρ τις ὁμότεχνός με γνώριμος.

οὐδὲν οὖν ἦν παράδοξον εἰ καὶ θυτικῆς ἦσαν ἔμπειροι οἱ παλαίτεροι μάγειροι· προίσταντο γοῦν καὶ γάμων καὶ θυσιῶν. διόπερ Μένανδρος ἐν

Κόλακι τὸν τοῖς τετραδισταῖς διακονούμενον μάγειρον ἐν τῇ τῆς Πανδήμου Ἀφροδίτης ἑορτῇ ποιεῖ ταυτὶ λέγοντα·
σπονδή, δίδου σὺ σπλάγχν’ ἀκολουθῶν. ποῖ βλέπεις; σπονδή, φέρ᾽, ὦ παῖ Σωσία, σπονδή. καλῶς. ἐγχοῦ. θεοῖς Ὀλυμπίοις εὐχώμεθα Ὀλυμπίαισι, πᾶσι πάσαις· λάμβανε τὴν γλῶτταν. ἐπὶ τούτῳ διδόναι σωτηρίαν, ὑγίειαν, ἀγαθὰ πολλὰ τῶν ὄντων τε νῦν ἀγαθῶν ὄνησιν πᾶσι. ταῦτ’ εὐχώμεθα.
καὶ παρὰ Σιμωνίδῃ δέ φησιν ἕτερος·
χὠς ὗν ἄφευσα χὠς ἐμίστυλα κρέα ἱρωστί, καὶ γὰρ οὐ κακῶς ἐπίσταμαι.
ἐμφαίνει δ’ αὐτῶν τὴν ἐμπειρίαν καὶ ἡ πρὸς Ἀλέξανδρον Ὀλυμπιάδος Ἐπιστολή. προτρεπομένη μάγειρον αὑτῇ πρίασθαι θυσιῶν ἔμπειρον ἡ μήτηρ φησί·
Πελίγναν τὸν μάγειρον λαβὲ παρὰ τῆς μητρός, οὗτος γὰρ οἶδε τὰ ἱερά σου τὰ πατρῷα πάντα ὃν τρόπον θύεται καὶ τὰ ἀργαδιστικὰ καὶ τὰ Βακχικά, ὅσα τε Ὀλυμπιὰς προθύεται οὗτος οἶδεν. μὴ οὖν ἀμελήσῃς, ἀλλὰ λαβέ· καὶ ἀπόστειλον πρὸς ἐμὲ τὴν ταχίστην.

ὅτι δὲ σεμνὸν ἦν ἡ μαγειρικὴ μαθεῖν ἔστιν ἐκ τῶν Ἀθήνησι Κηρύκων, οἵδε γὰρ μαγείρων καὶ βουτύπων ἐπεῖχον τάξιν, ὥς φησιν Κλείδημος ἐν Πρωτογονίας πρώτῳ. ὅμηρός τε τὸ ῥέζειν ἐπὶ τοῦ θύειν τάσσει τὸ δὲ θύειν ἐπὶ τοῦ ψαιστὰ μεταδόρπια θυμιᾶν καὶ οἱ παλαιοὶ τὸ θύειν δρᾶν ὠνόμαζον. ἔδρων δ’ οἱ Κήρυκες ἄχρι πολλοῦ βουθυτοῦντες, φησί, καὶ σκευάζοντες καὶ μιστύλλοντες, ἔτι δ’ οἰνοχοοῦντες. κήρυκας δ’ αὐτοὺς ἀπὸ τοῦ κρείττονος ὠνόμαζον. ἀναγέγραπταί τε οὐδαμοῦ μαγείρῳ μισθός, ἀλλὰ κήρυκι. καὶ Ἀγαμέμνων δὲ παρ’ Ὁμήρῳ θύει βασιλεύων φησὶ γὰρ ὁ ποιητής·

καὶ ἀπὸ στομάχους ἀρνῶν τάμε νηλέι χαλκῷ, καὶ τοὺς μὲν κατέθηκεν ἐπὶ χθονὸς ἀσπαίροντας θυμοῦ δευομένους· ἀπὸ γὰρ μένος εἵλετο χαλκός.
καὶ Θρασυμήδης ὁ τοῦ Νέστορος υἱὸς ἀναλαβὼν πέλεκυν κόπτει τὸν βοῦν, ἐπεὶ διὰ τὸ γῆρας ὁ Νέστωρ οὐκ ἠδύνατο· συνεπόνουν δ’ αὐτῷ καὶ οἱ ἄλλοι ἀδελφοί. οὕτως ἔνδοξον ἦν καὶ μέγιστον τὸ τῆς μαγειρικῆς τέχνης ἀξίωμα, καὶ παρὰ Ῥωμαίοις δ’ οἱ τιμηταὶ μεγίστη δ’ αὕτη ἀρχὴ τὴν
περιπόρφυρον ἐνδεδυκότες καὶ ἐστεφανωμένοι πελέκει τὰ ἱερεῖα κατέβαλλον. οὐ παρέργως δὲ παρά τῷ Ὁμήρῳ καὶ τὰ ὅρκια καὶ τὰ ἱερόθυτα κήρυκες κομίζουσιν, ὡς παλαιᾶς οὔσης καὶ προσηκούσης αὐτοῖς τῆς λειτουργίας
Ἕκτωρ δὲ προτὶ ἄστυ δύω κήρυκας ἔπεμπε καρπαλίμως ἄρνας τε φέρειν Πρίαμόν τε καλέσσαι.
καὶ πάλιν
αὐτὰρ ὁ Ταλθύβιον προίει κρείων Ἀγαμέμνων νῆας ἐπὶ γλαφυρὰς ἰέναι ἠδ’ ἄρν’ ἐκέλευσεν οἰσέμεναι.
καί·
Ταλθύβιος δὲ θεῷ ἐναλίγκιος αὐδὴν κάπρον ἔχων ἐν χερσὶ παρίστατο ποιμένι λαῶν.

ἐν δὲ τῷ πρώτῳ τῆς Ἀτθίδος Κλείδημος φῦλον ἀποφαίνει μαγείρων ἐχόντων δημιουργικὰς τιμάς, οἷς καὶ τὸ πλῆθος ἀγείρειν ἔργον ἦν. οὐκ ἀπεικότως δὲ καὶ Ἀθηνίων ἐν Σαμόθρᾳξιν, ὥς φησιν Ἰόβας, μάγειρον εἰσάγει φυσιολογοῦντα διὰ τούτων

οὐκ οἶσθ’ ὅτι πάντων ἡ μαγειρικὴ τέχνη πρὸς εὐσέβειαν πλεῖστα προσενήνεχθ’ ὅλως; β. τοιοῦτόν ἐστι τοῦτο; α. πάνυ γε, βάρβαρε, τοῦ θηριώδους καὶ παρασπόνδου βίου ἡμᾶς γὰρ ἀπολύσασα καὶ τῆς δυσχεροῦς
ἀλληλοφαγίας ἤγαγ᾽ εἰς τάξιν τινὰ καὶ τουτονὶ περιῆψεν ὃν νυνὶ βίον ζῶμεν. β. τίνα τρόπον; α. πρόσεχε, κἀγώ σοι φράσω. ἀλληλοφαγίας καὶ κακῶν ὄντων συχνῶν γενόμενος ἄνθρωπός τις οὐκ ἀβέλτερος
ἔθυσ’ ἱερεῖον πρῶτος, ὤπτησεν κρέας. ὡς δ’ ἦν τὸ κρέας ἥδιον ἀνθρώπου κρεῶν, αὑτοὺς μὲν οὐκ ἐμασῶντο, τὰ δὲ βοσκήματα θύοντες ὤπτων. ὡς δ’ ἅπαξ τῆς ἡδονῆς ἐμπειρίαν τιν’ ἔλαβον, ἀρχῆς γενομένης ἐπὶ πλεῖον ηὖξον τὴν μαγειρικὴν τέχνην. ὅθεν ἔτι καὶ νῦν τῶν πρότερον μεμνημένοι τὰ σπλάγχνα τοῖς θεοῖσιν ὀπτῶσιν φλογὶ ἅλας οὐ προσάγοντες οὐ γὰρ ἦσαν οὐδέπω εἰς τὴν τοιαύτην χρῆσιν ἐξευρημένοι. ὡς δ’ ἤρεσ’ αὐτοῖς ὕστερον, καὶ τοὺς ἅλας προσάγουσιν ἤδη, τῶν ἱερῶν γε δρωμένων τὰ πάτρια διατηροῦντες. ἅπερ ἡμῖν μόνα ἅπασιν ἀρχή γέγονε τῆς σωτηρίας, τὸ προσφιλοτεχνεῖν, διά τε τῶν ἡδυσμάτων ἐπὶ πλεῖον αὔξειν τὴν μαγειρικήν τέχνην. β. καινὸς γάρ ἐστιν οὑτοσὶ Παλαίφατος. α. μετὰ ταῦτα γαστρίον τις ὠνθυλευμένον
προιόντος εἰσηνέγκατ’ ἤδη τοῦ χρόνου· ἐρίφιον ἐτακέρωσε, πνικτῷ διέλαβεν περικομματίῳ, διεγίγγρασ’ ὑποκρούσας γλυκεῖ, ἰχθὺν παρεισεκύκλησεν οὐδ’ ὁρώμενον, λάχανον, τάριχος πολυτελές, χόνδρον, μέλι. ὡς πολὺ δὲ διὰ τὰς ἡδονὰς ἃς νῦν λέγω ἀπεῖχ’ ἕκαστος τοῦ φαγεῖν ἂν ἔτι νεκροῦ·
αὑτοῖς ἅπαντες ἠξίουν συζῆν, ὄχλος ἠθροίζετ᾽, ἐγένονθ’ αἱ πόλεις οἰκούμεναι διὰ τὴν τέχνην, ὅπερ εἶπα, τὴν μαγειρικήν. β. ἄνθρωπε χαῖρε, περὶπόδ’ εἶ τῷ δεσπότῃ. α. καταρχόμεθ’ ἡμεῖς οἱ μάγειροι, θύομεν, σπονδὰς ποιοῦμεν, τῷ μάλιστα τοὺς θεοὺς ἡμῖν ὑπακούειν διὰ τὸ ταῦθ’ εὑρηκέναι τὰ μάλιστα συντείνοντα πρὸς τὸ ζῆν καλῶς. β. ὑπὲρ εὐσεβείας οὖν ἀφεὶς παῦσαι λέγων. α. ἥμαρτον. β. ἀλλὰ δεῦρο νῦν συνείσιθι ἐμοί, τά τ’ ἔνδον εὐπρεπῆ πόει λαβών.

καὶ Ἄλεξις δ’ ἐν Λεβητίῳ δηλοῖ ὅτι ἡ μαγειρική τέχνη ἐπιτήδευμα ἦν ἐλευθέρων· πολίτης γάρ τις οὐ ταπεινὸς ἐν αὐτῷ δείκνυται ὁ μάγειρος, καὶ οἱ τὰ Ὀψαρτυτικὰ δὲ συγγράψαντες ʽ Ἡρακλείδης τε καὶ Γλαῦκος ὁ Λοκρὸς οὐχ ἁρμόττειν φασὶ

δούλοισι τὴν μαγειρικήν, ἀλλ’ οὐδὲ τοῖς τυχοῦσι τῶν ἐλευθέρων.
ἐκσεμνύνει δὲ τὴν τέχνην καὶ ὁ νεώτερος Κρατῖνος ἐν τοῖς Γίγασι λέγων
ἐνθυμεῖ δὲ τῆς γῆς ὡς γλυκὺ ὄζει καπνὸς τ’ ἐξέρχετ’ εὐωδέστερος; οἰκεῖ τις, ὡς ἔοικεν, ἐν τῷ χάσματι λιβανωτοπώλης ἢ μάγειρος Σικελικός, β. παραπλησίαν ὀσμὴν λέγεις ἀμφοῖν; ---
καὶ Ἀντιφάνης δ’ ἐν Δυσπράτῳ ἐπαινῶν τοὺς Σικελικοὺς μαγείρους λέγει·
Σικελῶν δὲ τέχναις ἡδυνθεῖσαι δαιτὸς διαθρυμματίδες.
καὶ Μένανδρος ἐν Φάσματι·
ἐπισημαίνεσθ’ ἐὰν ἡ σκευασία καθάρειος ᾖ καὶ ποικίλη.
Ποσείδιππος ἐν Ἀναβλέποντι·
ἐγὼ μάγειρον λαμβάνων ἀκήκοα τὰ τῶν μαγείρων πάνθ’ ἃ καθ’ ἑκάστου. κακὰ ἀντεργολαβοῦντος· ἔλεγον ὁ μὲν ὡς οὐκ ἔχει ῥῖνα κριτικὴν πρὸς τοὔψον, ὁ δὲ ὅτι τὸ στόμα πονηρόν, ὁ δὲ τὴν γλῶτταν εἰς ἀσχήμονας ἐπιθυμίας ἐμίαινε τῶν ἡδυσμάτων, κάθαλος, κάτοξος, χναυστικός, προσκαυστικός ,
καπνὸν οὐ φέρων, πῦρ οὐ φέρων, ἐκ τοῦ πυρὸς εἰς τὰς μαχαίρας ἦλθον ὧν εἷς οὑτοσὶ διὰ τῶν μαχαιρῶν τοῦ πυρὸς τ’ ἐλήλυθεν.
Ἀντιφάνης δ’ ἐν Φιλώτιδι τὴν σοφίαν τῶν μαγείρων ἐμφανίζων φησὶν
οὐκοῦν τὸ μὲν γλαυκίδιον, ὥσπερ ἄλλοτε, ἕψειν ἐν ἅλμῃ φημί. β. τὸ δὲ λαβράκιον; α. ὀπτᾶν ὅλον. β. τὸν γαλεόν; α. ἐν ὑποτρίμματι ζέσαι. β. τὸ δὲ ἐγχέλειον; α. ἅλες, ὀρίγανον, ὕδωρ. β. ὁ γόγγρος; α, ταὐτόν. β. ἡ βατίς; α. χλόη. β. πρόσεστι θύννου τέμαχος. α. ὀπτήσεις. β. κρέας ἐρίφειον; α. ὀπτόν. β. θάτερον; α. τἀναντία. β. ὁ σπλήν; α. σεσάχθω. β. νῆστις; α. ἀπολεῖ μ᾽ οὑτοσί.
ἀοιδίμων δ᾽ ὀψαρτυτῶν ὀνόματα καταλέγει Βάτων ἐν Εὐεργέταις οὕτως
εὖ γ᾽, ὦ Σιβύνη, τὰς νύκτας οὐ καθεύδομεν οὐδ’ ἀνατετράμμεθ᾽, ἀλλὰ καίεται λύχνος, καὶ βιβλίον ἐν ταῖς χερσί, καὶ φροντίζομεν τί Σόφων καταλέλοιπ’ ἢ τί Σημωνακτίδης ὁ Χῖος ἢ Τυνδάριχος ὁ Σικυώνιος, ἢ Ζωπυρῖνος. β. αὐτὸς εὕρηκας δὲ τί;
α. τὰ μέγιστα. β. ποῖα ταῦτα; α. τοὺς τεθνηκότας ---

ἐγὼ δὲ τοιουτονὶ βρῶμα ὑμῖν, ἄνδρες φίλοι, τὸ μῦμα φέρω. περὶ οὗ Ἀρτεμίδωρος μὲν ὁ Ἀριστοφάνειος ἐν Ὀψαρτυτικαῖς Γλώσσαις φησὶν ὅτι σκευάζεται ἐκ κρεῶν καὶ αἵματος, πολλῶν ἀρτυμάτων συνεμβαλλομένων. ᾽ Ἐπαίνετος δ’ ἐν Ὀψαρτυτικῷ λέγει ταῦτα·

μῦμα δὲ παντὸς ἱερείου, καὶ ὄρνιθος δὲ χρὴ ποιεῖν τὰ ἁπαλὰ τῶν κρεῶν μικρὰ συντεμόντα καὶ τὰ σπλάγχνα καὶ τὸ ἔντερον καὶ τὸ αἷμα διαθρύψαντα καὶ ἀρτύσαντα ὄξει, τυρῷ ὀπτῷ, σιλφίῳ, κυμίνῳ, θύμῳ χλωρῷ καὶ ξηρῷ, θύμβρᾳ, κοριάννῳ χλωρῷ τε καὶ ξηρῷ, καὶ γητείῳ καὶ κρομμύῳ καθαρῷ πεφωσμένῳ ἢ μήκωνι καὶ σταφίδι ἢ μέλιτι καὶ ῥόας ὀξείας κόκκοις. εἶναι δέ σοι τὸ αὐτὸ μῦμα καὶ ὄψου.

τοσαῦτα καὶ τούτου κατακόψαντος οὐ μόνον τὰ προειρημένα ἀλλὰ καὶ ἡμᾶς, ἄλλος ἐπεισῆλθεν τὴν ματτύην κομίζων. ὑπὲρ ἧς καὶ ζητήσεως γενομένης καὶ τοῦ Οὐλπιανοῦ εἰπόντος τὰ ἐκ τῶν Ὀψαρτυτικῶν Γλωσσῶν τοῦ προειρημένου Ἀρτεμιδώρου, Αἰμιλιανὸς Δωροθέῳ ἔφη τῷ Ἀσκαλωνίτῃ σύγγραμμα ἐκδεδόσθαι ἐπιγραφόμενον Περὶ Ἀντιφάνους καὶ περὶ τῆς παρὰ τοῖς νεωτέροις

κωμικοῖς ματτύης· ἣν Θετταλῶν φησιν εἶναι εὕρημα, ἐπιχωριάσαι δὲ κἀν ταῖς Ἀθήναις κατὰ τὴν Μακεδόνων ἐπικράτειαν. ὁμολογοῦνται δὲ οἱ Θετταλοὶ πολυτελέστατοι τῶν Ἑλλήνων γεγενῆσθαι περί τε τὰς ἐσθῆτας καὶ τὴν δίαιταν ὅπερ αὐτοῖς αἴτιον ἐγένετο καὶ τοῦ κατὰ τῆς Ἑλλάδος ἐπαγαγεῖν τοὺς Πέρσας, ἐζηλωκόσι τὴν τούτων τρυφὴν καὶ πολυτέλειαν. ἱστορεῖ δὲ περὶ τῆς πολυτελείας αὐτῶν καὶ Κριτίας ἐν τῇ Πολιτείᾳ αὐτῶν.. ὠνομάσθη δὲ ἡ ματτύη, ὡς μὲν ὁ Ἀθηναῖος Ἀπολλόδωρός φησιν ἐν τῷ πρώτῳ τῶν ἐτυμολογουμένων, ἀπὸ τοῦ μασᾶσθαι, ὥσπερ καὶ ἡ μαστίχη καὶ ἡ μάσταξ, ἡμεῖς δέ φαμεν ἀπὸ τοῦ μάττειν, ἀφ’ οὗ καὶ ἡ μᾶζα αὐτὴ ὠνομάσθη καὶ ἡ παρὰ Κυπρίοις καλουμένη μαγίς, καὶ τὸ τρυφᾶν καθ’ ὑπερβολὴν ὑπερμαζᾶν. κατ’ ἀρχὰς μὲν οὖν τὴν δημοτικὴν καὶ κοινὴν ταύτην τροφὴν τὴν ἐκ τῶν ἀλφίτων μᾶζαν ὠνόμαζον καὶ μάττειν τὸ παρασκευάζειν αὐτήν. ὕστερον δὲ ποικίλλοντες· τὴν ἀναγκαίαν τροφὴν ἀκολάστως καὶ περιέργως μικρὸν παραγαγόντες τοὔνομα τῆς μάζης ματτύην ὠνόμαζον πᾶν τὸ πολυτελὲς ἔδεσμα, τὸ δὲ ματτυάζειν τὸ παρασκευάζειν αὐτά, εἴτε ἰχθὺς εἴη εἴτε ὄρνις εἴτε λάχανον εἴτε ἱερεῖον εἴτε πεμμάτιον. τοῦτο δὲ δῆλόν ἐστιν ἐξ οὗ καὶ ὁ Ἀρτεμίδωρος
παρέθετο μαρτυρίου Ἀλέξιδος· συνεμφῆναι γὰρ βουλόμενος ὁ Ἄλεξις τὴν ἀκολασίαν τῆς παρασκευῆς προσέθηκε τὸ λέπεσθαι. ἔχει δ’ οὕτως ἡ σύμπασα ἐκλογὴ οὖσα ἐκ τοῦ διεσκευασμένου δράματος ὃ ἐπιγράφεται Δημήτριος·
τοὔψον λαβοῦσαι τοῦτο τοὐπεσταλμένον σκευάζετ᾽, εὐωχεῖσθε, προπόσεις πίνετε, λέπεσθε, ματτυάζετε.
τῷ δὲ λέπεσθαι χρῶνται οἱ Ἀθηναῖοι ἐπ’ ἀσελγοῦς καὶ φορτικῆς δι’ ἀφροδισίων ἡδονῆς.

καὶ ὁ Ἀρτεμίδωρος ἐν ταῖς Ὀψαρτυτικαῖς Γλώτταις τὴν ματτύην ἀποφαίνει κοινὸν εἶναι πάντων ὄνομα τῶν πολυτελῶν ἐδεσμάτων, γράφων οὕτως·

ἔστι τις ὄρνιθος ματτύης. ἐσφάχθω μὲν διὰ τοῦ στόματος εἰς τὴν κεφαλήν, ἔστω δὲ ἕωλος καθάπερ ὁ πέρδιξ· ἐὰν δὲ θέλῃς, ὡς ἔχει αὐτοῖς πτεροῖς ἐᾶν, μὴ τετιλμένην.
εἶτα τὸν τρόπον ἐκθεὶς τῆς ἀρτύσεως καὶ τῆς ἑψήσεως ἐπιφέρει εὐθύς·
καὶ νομάδα παχεῖαν ἕψε καὶ νεοσσοὺς τῶν ἤδη κοκκυζόντων, ἐὰν θέλῃς παρὰ πότον χρῆσθαι. εἶτ’ ἐξελὼν τὰ λάχανα εἰς τρυβλίον καὶ τῆς ὄρνιθος
τῶν κρεῶν ἐπιθεὶς παρατίθει· τοῦ θέρους ἀντὶ τοῦ ὄξους τῆς ὄμφακος ἐμβαλὼν εἰς τὸν ζωμὸν ὡς ἔχει τοὺς βότρυς· ἐπειδὰν δὲ ἑφθὴ γένηται, ἔξελε μετὰ τοῦ βοτρυδίου πρὸ τοῦ τὸ γίγαρτον ἐξαφεῖναι, εἶθ’ οὕτως τὸ λάγανον κατάθρυπτε. οὗτος ματτύης ἐν τοῖς ἡδίστοις.
ὅτι μὲν οὖν κοινὸν ἦν τοὔνομα τῶν πολυτελεστάτων ἐδεσμάτων φανερὸν ὅτι δὲ καὶ ὁ τρόπος τῆς τοιαύτης εὐωχίας ὁμοίως ἐλέγετο Φιλήμων φησὶν ἐν Ἁρπαζομένῳ·
γυμνῷ φυλακὴν ἐπίταττε, καὶ διὰ τριῶν ποτηρίων με ματτύης εὐφραινέτω.
καὶ ἐν Ἀνδροφόνῳ ·
πιεῖν τις ἡμῖν ἐγχεάτω καὶ ματτύην ποιεῖτε θᾶττον.
Ἄλεξις δ’ ἐν Πυραύνῳ ἀμφιβόλως εἴρηκεν
ἐγὼ δ’ ἐπειδὰν ἀσχολουμένους λάβω, ἀνέκραγον
οὐ δώσει τις ἡμῖν ματτύην;
ὥσπερ ἂν εἰ τὸ δεῖπνον ἔλεγεν πιθανὸν δὲ καὶ ἰδίως ἐπί τι τῶν ἐδεσμάτων ἀναφέρειν. Μάχων δ’ ὁ Σικυώνιος τῶν μὲν κατὰ Ἀπολλόδωρον τὸν Καρύστιον κωμῳδιοποιῶν εἷς ἐστι καὶ αὐτός· οὐκ ἐδίδαξεν δ’ Ἀθήνησι τὰς κωμῳδίας τὰς ἑαυτοῦ, ἀλλ’ ἐν Ἀλεξανδρείᾳ. ἦν δ’ ἀγαθὸς ποιητὴς εἴ τις ἄλλος τῶν μετὰ τοὺς ἑπτά· διόπερ ὁ γραμματικὸς Ἀριστοφάνης ἐσπούδασε συσχολάσαι
αὐτῷ νέος ὤν. ἐποίησε δὲ καὶ οὗτος ἐν δράματι Ἀγνοίᾳ ταυτί·
ἥδιον οὐδὲν ἐστί μοι τῆς ματτύης, τοῦτ’ εἴτε πρῶτοι Μακεδόνες τοῖς Ἀττικοῖς κατέδειξαν ἡμῖν εἴτε πάντες οἱ θεοί· οὐκ οἶδα· πλὴν γ’ ὅτι μουσικωτάτου τινός ---
ὅτι δὲ ὕστατον καὶ ἐπὶ πᾶσιν εἰσεφέρετο Νικόστρατός φησιν ἐν Ἀπελαυνομένῳ. μάγειρος δ’ ἐστὶν ὁ διηγούμενος ὡς λαμπρὰν καὶ εὔτακτον παρεσκεύασεν εὐωχίαν προδιηγησάμενός τε οἷον ἦν τὸ ἄριστον καὶ τὸ δεῖπνον καὶ τρίτης μνησθεὶς παραθέσεως ἐπιφέρει·
εὖ γ᾽, ἄνδρες, εὖ σφόδρ᾽, ἀλλὰ μὴν τῇ ματτύῃ οὕτω διαθήσω τὰ μετὰ ταῦθ’ ὥστ’ οἴομαι οὐδ’ αὐτὸν ἡμῖν τοῦτον· ἀντερεῖν ἔτι.
καὶ ἐν Μαγείρῳ·
θρῖον δὲ καὶ κάνδαυλον ἢ τούτων τι τῶν εἰς ματτύην οὐδέτερος εἶδε πώποτε.
ἄλλος δὲ τίς φησιν
περιφέρειν ματτύην καὶ ποδάριον καὶ γαστρίον τακερόν τι καὶ μήτρας ἴσως.
Διονύσιος δ’ ἐν Ἀκοντιζομένῳ· μάγειρος ἐστὶν ὁ λέγων
ὥστ’ ἐνίοτ’ ἂν τούτοισι ποιῶν ματτύην
σπεύδων ἅμ’ εἰσήνεγκα διαμαρτὼν μίαν ἄκων περιφορὰν τῶν νεκρῶν ὡς τὸν νεκρόν.
Φιλήμων ἐν Πτωχῇ·
ἐξὸν ἀποσάττεσθαι δ’ ὅλην τὴν ἡμέραν, ποιοῦντα καὶ διδόντα ματτύας ἐκεῖ.
Μόλπις δ’ ὁ Λάκων τὰ παρὰ τοῖς Σπαρτιάταις ἐπαίκλεια, ὅ σημαίνει τὰς ἐπιδειπνίδας, ματτύας φησὶ λέγεσθαι παρὰ τοῖς ἄλλοις. ὁ δὲ κυνικὸς Μένιππος ἐν τῷ ἐπιγραφομένῳ Ἀρκεσιλάῳ γράφει οὕτως·
πότος ἦν ἐπικωμασάντων τινῶν καὶ ματτύην ἐκέλευσεν εἰσφέρειν Λάκαινάν τις· καὶ εὐθέως περιεφέρετο περδίκεια ὀλίγα καὶ χήνεια ὀπτὰ καὶ τρύφη πλακούντων.
τὸ δὲ τοιοῦτον δεῖπνον οἱ μὲν Ἀττικοὶ προσηγόρευον ἐπιδόρπισμα, οἱ δὲ Δωριεῖς ἐπάικλον, τῶν δ’ ἄλλων Ἑλλήνων οἱ πλεῖστοι ἐπιδειπνίδα. τοσούτων καὶ περὶ τῆς ματτύης λεχθέντων ἔδοξεν ἀπιέναι· καὶ γὰρ ἑσπέρα ἦν ἤδη. διελύθημεν οὖν οὕτως.

εἴ μοι τὸ Νεστόρειον εὔγλωσσον μέλος Ἀντήνορός τε τοῦ Φρυγὸς δοίη θεός,
κατὰ τὸν πάνσοφον Εὐριπίδην, ἑταῖρε Τιμόκρατες, οὐκ ἂν δυναίμην ἀπομνημονεύειν ἔτι σοι τῶν πολλάκις λεχθέντων ἐν τοῖς περισπουδάστοις τούτοις συμποσίοις διά τε τὴν ποικιλίαν καὶ τὴν ὁμοιότητα τῶν ἀεὶ καινῶς προσευρισκομένων. καὶ γὰρ καὶ περὶ τάξεως τῶν περιφορῶν πολλάκις ἐλέχθη καὶ περὶ τῶν μετὰ τὸ δεῖπνον ἐπιτελουμένων, ἅπερ καὶ μόλις ἀναπεμπάζομαι, εἰπόντος τινὸς τῶν ἑταίρων τὰ ἐκ τῶν Λακώνων Πλάτωνος ἰαμβεῖα·
ἅνδρες δεδειπνήκασιν ἤδη; β. σχεδὸν ἅπαντες. α. εὖ γε· τί οὐ τρέχων σὺ τὰς τραπέζας ἐκφέρεις; ἐγὼ δὲ λίτρον παραχέων ἔρχομαι. β. κἀγὼ δὲ παρακορήσων. σπονδὰς δ’ ἔπειτα παραχέας τὸν κότταβον παροίσω· τῇ παιδὶ τοὺς αὐλοὺς ἐχρῆν ἤδη πρὸ χειρὸς εἶναι
καὶ προαναφυσᾶν. τὸ μύρον ἤδη παράχεον βαδίζων Αἰγύπτιον κᾆτ’ ἴρινον στέφανον δ’ ἔπειθ’ ἑκάστῳ δώσω φέρων τῶν ξυμποτῶν. νεοκρᾶτά τις ποιείτω, α. καὶ δὴ κέκραται. β. τὸν λιβανωτὸν ἐπιτίθει σὺ ---εἶτ’ ἐπάγει · σπονδὴ μὲν ἤδη γέγονε καὶ πίνοντές εἰσι πόρρω · καὶ σκόλιον ᾖσται, κότταβος δ’ ἐξοίχεται θύραζε. αὐλοὺς δ’ ἔχουσά τις κορίσκη Καρικὸν μέλος τι μελίζεται τοῖς συμπόταις· κἄλλην τρίγωνον εἶδον ἔχουσαν, εἶτ’ ᾖδεν πρὸς αὐτὸ μέλος Ἰωνικόν τι.

μετὰ ταῦτ᾽, οἶμαι, καὶ περὶ κοττάβων ζήτησις ἦν καὶ τῶν ἀποκοτταβιζόντων. οὓς οἰηθείς τις τῶν παρόντων ἰατρῶν εἶναι τούτων οἳ ἀπὸ βαλανείου καθάρσεως ἕνεκα τοῦ στομάχου πίνοντες ἄμυστιν ἀποβλύζουσιν, ἔφη οὐκ εἶναι παλαιὰν ταύτην παράδοσιν οὐδ’ εἰδέναι τινὰ τῶν ἀρχαίων ταύτῃ τῇ καθάρσει χρησάμενον. δι’ ὃ καὶ Ἐρασίστρατον τὸν Ἰουλιήτην ἐν τῇ περὶ τῶν Καθόλου πραγματείᾳ ἐπιτιμᾶν τοῖς τοῦτο ποιοῦσιν, βλαπτικὸν ὀφθαλμῶν τὸ ἐπιχείρημα δεικνύων καὶ τῆς

κάτω κοιλίας ἐπισχετικόν. πρὸς ὃν Οὐλπιανὸς ἔφη·
ὄρσ’ Ἀσκληπιάδη, καλέει κρείων σε Χαρωνεύς.
οὐ γὰρ κακῶς τινι τῶν ἑταίρων ἡμῶν ἐλέχθη τὸ
εἰ μὴ ἰατροὶ ἦσαν, οὐδὲν ἂν ἦν τῶν γραμματικῶν μωρότερον.
τίς γὰρ ἡμῶν οὐκ οἶδεν ὅτι οὐκ ἦν οὗτος ὁ ἀποκοτταβισμὸς ἀρχαῖος; εἰ μή τι σὺ καὶ τοὺς Ἀμειψίου Ἀποκοτταβίζοντας ἀποβλύζειν ὑπολαμβάνεις. ἐπεὶ οὖν ἄπειρος εἶ τῆς τοιαύτης θεωρίας, μάθε παρ’ ἐμοῦ ὅτι πρῶτον μὲν ἡ τῶν κοττάβων εὕρεσις Σικελική ἐστιν παιδιά, ταύτην πρώτων εὑρόντων Σικελῶν, ὡς Κριτίας φησὶν ὁ Καλλαίσχρου ἐν τοῖς Ἐλεγείοις διὰ τούτων
κότταβος ἐκ Σικελῆς ἐστι χθονὸς ἐκπρεπὲς ἔργον, ὃν σκοπὸν ἐς λατάγων τόξα καθιστάμεθα.
Δικαίαρχος δ’ ὁ Μεσσήνιος, Ἀριστοτέλους μαθητής, ἐν τῷ περὶ Ἀλκαίου καὶ τὴν λατάγην φησὶν εἶναι Σικελικὸν ὄνομα, λατάγη δ’ ἐστὶν τὸ ὑπολειπόμενον ἀπὸ τοῦ ἐκποθέντος ποτηρίου ὑγρόν, ὃ συνεστραμμένῃ τῇ χειρὶ ἄνωθεν ἐρρίπτουν οἱ
παίζοντες εἰς τὸ κοττάβιον. Κλείταρχος δ’ ἐν τῇ περὶ Γλωττῶν πραγματείᾳ λατάγην Θεσσαλοὺς καὶ Ῥοδίους τὸν ἀπὸ τῶν ποτηρίων κότταβον λέγειν.

κότταβος δ’ ἐκαλεῖτο καὶ τὸ τιθέμενον ἆθλον τοῖς νικῶσιν ἐν τῷ πότῳ, ὡς Εὐριπίδης παρίστησιν ἐν Οἰνεῖ λέγων οὕτως·

πυκνοῖς δ’ ἔβαλλον Βακχίου τοξεύμασιν κάρα γέροντος· τὸν βαλόντα δὲ στέφειν ἐγὼ ᾽ τετάγμην, ἆθλα κοττάβων διδούς.
ἐκαλεῖτο δὲ κότταβος καὶ τὸ ἄγγος εἰς ὃ ἔβαλλον τὰς λάταγας, ὡς Κρατῖνος ἐν Νεμέσει δείκνυσιν· ὅτι δὲ καὶ χαλκοῦν ἦν, Εὔπολις ἐν Βάπταις λέγει·
χαλκῷ περὶ κοττάβῳ.
Πλάτων δὲ ἐν Διὶ Κακουμένῳ παιδιᾶς εἶδος παροίνιον τὸν κότταβον εἶναι ἀποδίδωσιν, ἐν ᾗ ἐξίσταντο καὶ τῶν σκευαρίων οἱ δυσκυβοῦντες. λέγει δ’ οὕτως·
πορν. πρὸς κότταβον παίζειν, ἕως ἂν σφῷν ἐγὼ
τὸ δεῖπνον ἔνδον σκευάσω. ηρ. πάνυ βούλομαι· ἀλλ’ ἄγγος ἐστ᾽; π. ἀλλ’ εἰς θυίαν παιστέον. ηρ. φέρε τὴν θυίαν, αἶρ’ ὕδωρ, τὰ ποτήρια παράθετε, παίζωμεν δὲ περὶ φιλημάτων. π. ποίων φιλημάτων; ἀγεννῶς οὐκ ἐῶ παίζειν. τίθημι κοττάβεια σφῷν ἐγὼ τασδί τε τὰς κρηπῖδας ἃς αὕτη φορεῖ, καὶ τὸν κότυλον τὸν σόν. ηρ. βαβαιάξ· οὑτοσὶ μείζων ἀγὼν τῆς Ἰσθμιάδος ἐπέρχεται.

ἐκάλουν δὲ καὶ κατακτούς τινας κοττάβους. ἐστὶν δὲ λυχνία ἀναγόμενα πάλιν τε συμπίπτοντα.

ΕὔβουλοςΒελλεροφόντῃ· τίς ἂν λάβοιτο τοῦ σκέλους κάτωθέ μοι; ἄνω γὰρ ὥσπερ κοττάβειον αἴρομαι.
Ἀντιφάνης δ’ ἐν Ἀφροδίτης Γοναῖς·
τονδὶ λέγω, σὺ δ’ οὐ συνιεῖς; κότταβος τὸ λυχνίον ἐστί. πρόσεχε τὸν νοῦν ᾠὰ μὲν
---πέντε νικητήριον. β. περὶ τοῦ; γελοῖον. κοτταβιεῖ δὲ τίνα τρόπον; α. ἐγὼ διδάξω καθ’ ἕν ὃς ἂν τὸν κότταβον ἀφεὶς ἐπὶ τὴν πλάστιγγα ποιήσῃ πεσεῖν β. πλάστιγγα ποίαν; τοῦτο τοὐπικείμενον ἄνω τὸ μικρόν, τὸ πινακίσκιον λέγεις; α. τοῦτ’ ἐστὶ πλάστιγξ οὗτος ὁ κρατῶν γίγνεται. β. πῶς δ’ εἴσεταί τις τοῦτ᾽; α. ἐὰν τύχῃ μόνον αὐτῆς, ἐπὶ τὸν μάνην πεσεῖται καὶ ψόφος ἔσται πάνυ πολύς. β. πρὸς θεῶν, τῷ κοττάβῳ πρόσεστι καὶ Μάνης τις ὥσπερ οἰκέτης;
καὶ μετ’ ὀλίγα ·
ᾧ δεῖ λαβὼν τὸ ποτήριον δεῖξον νόμῳ. α. αὐλητικῶς δεῖ καρκινοῦν τοὺς δακτύλους οἶνόν τε μικρὸν ἐγχέαι καὶ μὴ πολὺν ἔπειτ’ ἀφήσεις. β. τίνα τρόπον; α. δεῦρο βλέπε· τοιουτονί. β. Πόσειδον, ὡς ὑψοῦ σφόδρα. α. οὕτω ποιήσεις. β. ἀλλ’ ἐγὼ μὲν σφενδόνῃ οὐκ ἂν ἐφικοίμην αὐτόσ᾽. α. ἀλλὰ μάνθανε. ᾽ἀγκυλοῦντα

γὰρ δεῖ σφόδρα τὴν χεῖρα εὐρύθμως πέμπειν τὸν κότταβον, ὡς Δικαίαρχός φησιν καὶ Πλάτων δ’ ἐν τῷ Διὶ Κακουμένῳ. παρακελεύεται

δέ τις τῷ Ἡρακλεῖ μὴ σκληρὰν ἔχειν τὴν χεῖρα μέλλοντα κοτταβίζειν. ἐκάλουν δ’ ἀπ’ ἀγκύλης τὴν τοῦ κοττάβου πρόεσιν διὰ τὸ ἐπαγκυλοῦν τὴν δεξιὰν χεῖρα ἐν τοῖς ἀποκοτταβισμοῖς. οἱ δὲ ποτηρίου εἶδος τὴν ἀγκύλην φασί. Βακχυλίδης ἐν Ἐρωτικοῖς·
εὖτε τὴν ἀπ’ ἀγκύλης ἵησι τοῖσδε τοῖς νεανίαις, λευκὸν ἀντείνασα πῆχυν.
καὶ Αἰσχύλος δ’ ἐν Ὀστολόγοις ἀγκυλητοὺς λέγει κοττάβους διὰ τούτων
Εὐρύμαχος, οὔ τις ἄλλος, οὐδὲν ἥσσονας ὕβριζ’ ὑβρισμοὺς οὐκ ἐναισίους ἐμοί. ἦν μὲν γὰρ αὐτῷ σκοπὸς ἀεὶ τοὐμὸν κάρα, τοῦ δ’ ἀγκυλητοὺς κοσσάβους ἐπίσκοπος †ἐκτεμὼν† ἡβῶσα χεὶρ ἐφίετο.
ὅτι δὲ ἆθλον προὔκειτο τῷ εὖ προεμένῳ τὸν κότταβον προείρηκε μὲν καὶ ὁ Ἀντιφάνης· ᾠὰ γάρ ἐστι καὶ πεμμάτια καὶ τραγήματα. ὁμοίως δὲ διεξέρχονται Κηφισόδωρος ἐν Τροφωνίῳ καὶ Καλλίας ἢ Διοκλῆς ἐν Κύκλωψι καὶ Εὔπολις Ἕρμιππὸς
τε ἐν τοῖς Ἰάμβοις. τὸ δὲ καλούμενον κατακτὸν κοττάβιον τοιοῦτόν ἐστιν λυχνίον ἐστὶν ὑψηλόν, ἔχον τὸν μάνην καλούμενον, ἐφ’ ὃν τὴν καταβαλλομένην ἔδει πεσεῖν πλάστιγγα· ἐντεῦθεν δὲ πίπτειν εἰς λεκάνην ὑποκειμένην πληγεῖσαν τῷ κοττάβῳ
καί τις ἦν ἀκριβὴς εὐχέρεια τῆς βολῆς.
μνημονεύει δὲ τοῦ μάνου Νικοχάρης ἐν Λάκωσιν.

ἕτερον δ’ ἐστὶν εἶδος παιδιᾶς τῆς ἐν λεκάνῃ, αὕτη δ’ ὕδατος πληροῦται, ἐπινεῖ δὲ ἐπ’ αὐτῆς ὀξύβαφα κενά, ἐφ’ ἃ βάλλοντες τὰς λατάγας ἐκ καρχησίων ἐπειρῶντο καταδύειν ἀνῃρεῖτο δὲ τὰ κοττάβια ὁ πλείω καταδύσας. Ἀμειψίας Ἀποκοτταβίζουσιν·

ἡ Μανία, φέρ’ ὀξύβαφα καὶ κανθάρους καὶ τὸν ποδανιπτῆρ᾽, ἐγχέασα θὔδατος.
Κρατῖνος ἐν Νεμέσει· τὸ δὲ κοττάβιον προθέντα συμποτικοῖσι νόμοις τοῖς ἐπινέουσιν ὀξυβάφοισιν ἐμβάλλειν ποτόν, τῷ δὲ βαλόντι πλεῖστανέμειν τύχης τόδ’ ἆθλον. Ἀριστοφάνης Δαιταλεῦσιν
ἔγνωκ’· ἐγὼ δὲ χαλκίον ʽτοῦτ’ ἐστὶν κοττάβειον ἱστάναἰ καὶ μυρρίνας.
Ἕρμιππος Μοίραις·
χλανίδες δ’ οὖλαι καταβέβληνται, θώρακα δ’ ἅπας ἐμπερονᾶται, κνημὶς δὲ περὶ σφυρὸν ἀρθροῦται, βλαύτης δ’ οὐδεὶς ἔτ’ ἔρως λευκῆς, ῥάβδον δ’ ὄψει τὴν κοτταβικὴν ἐν τοῖς ἀχύροισι κυλινδομένην, μάνης δ’ οὐδὲν λατάγων ἀίει· τὴν δὲ τάλαιναν πλάστιγγ’ ἂν ἴδοις παρὰ τὸν στροφέα τῆς κηπαίας ἐν τοῖσι κορήμασιν οὖσαν.
Ἀχαιὸς δ’ ἐν Λίνῳ περὶ τῶν Σατύρων λέγων φησὶν
ῥιπτοῦντες, ἐκβάλλοντες, ἀγνύντες, τί μ’ οὐ λέγοντες;
ὦ κάλλιστον Ἡρακλεῖ λάταξ.
τοῦτο δὲ
λέγοντες
παρ’ ὅσον τῶν ἐρωμένων ἐμέμνηντο ἀφιέντες ἐπ’ αὐτοῖς τοὺς λεγομένους κοσσάβους, διὸ καὶ Σοφοκλῆς ἐν Ἰνάχῳ Ἀφροδισίαν εἴρηκε τὴν λάταγα·
ξανθὴ δ’ Ἀφροδισία λάταξ πᾶσιν ἐπεκτύπει δόμοις.
καὶ Εὐριπίδης ἐν Πλεισθένει·
πολὺς δὲ κοσσάβων ἀραγμὸς Κύπριδος προσῳδὸν ἀχεῖ μέλος ἐν δόμοισιν.
καὶ Καλλίμαχος δέ φησι·
πολλοὶ καὶ φιλέοντες Ἀκόντιον ἧκαν ἔραζε οἰνοπόται Σικελὰς ἐκ κυλίκων λάταγας,