Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

καὶ περὶ τοῦ τρίποδος δὲ καλουμένου ὄργανον δὲ καὶ τοῦτο μουσικόν ὁ προειρημένος Ἀρτέμων γράφει οὕτως·
ὅθεν πολλὰ τῶν ὀργάνων οὐδ᾽ εἰ γέγονέ ποτε γινώσκεται· καθάπερ ὁ Πυθαγόρου τοῦ Ζακυνθίου τρίπους. ὀλιγοχρόνιον γὰρ τὴν ἀκμὴν σχὼν, καὶ διὰ τὸ δοκεῖν ἐργώδης εἶναι κατὰ τὴν χειροθεσίαν, ἢ δι’ ἣν δὴ ποτ’ οὖν αἰτίαν, συντόμως καταλυθεὶς διαλέληθε τοὺς πολλούς. ἦν δὲ παραπλήσιος μὲν Δελφικῷ τρίποδι καὶ τοὔνομ’ ἐντεῦθεν ἔσχεν, τὴν δὲ χρῆσιν τριπλῆς κιθάρας παρείχετο, τῶν γὰρ ποδῶν ἑστώτων
ἐπί τινος βάσεως εὐστρόφου, καθάπερ αἱ τῶν περιάκτων δίφρων κατασκευάζονται, θέσεις, τὰς μέσας τρεῖς χώρας τὰς ἀπὸ ποδὸς ἐπὶ πόδα διεστώσας ἐνέτεινε χορδαῖς, ὑπερθεὶς ἑκάστῃ πῆχυν καὶ κάτω προσαρμόσας χορδοτόνια, καὶ τὸν ἐπάνω κόσμον κοινὸν τοῦ λέβητος καὶ τῶν παρηρτημένων ἠχείων ἀποδούς· ἐξ ὧν καὶ τὴν φαντασίαν εἶχεν ἀστείαν καὶ τὸν ἦχον προσέβαλλεν ἁδρότερον. διένειμε δὲ ἑκάστῃ χώρᾳ τὰς τρεῖς ἁρμονίας, τήν τε δωριστὶ καὶ φρυγιστὶ καὶ λυδιστί. καὶ καθεζόμενος αὐτὸς ἐπί τινος δίφρου περὶ ταυτὸν συμμέτρως ἔχοντος τῇ συστάσει, διείρας δὲ τὴν εὐώνυμον χεῖρα πρὸς τὴν ἐπιβολήν, καὶ τῇ ἑτέρᾳ χρησόμενος τῷ πλήκτρῳ, καθ’ ὁποίαν δὴ πρώτην ᾑρεῖτο τῶν ἁρμονιῶν μετέστρεφε τῷ ποδὶ τὴν βάσιν εὔτροχον οὖσαν, καὶ πρὸς ἑτέραν πλευρὰν πάλιν ἐπιβάλλων ἐχρῆτο καὶ πάλιν ἑτέραν. οὕτω δὲ ὀξέως ὑπὸ τὴν χεῖρα προσῆγεν αὐτῷ τὰ συστήματα ἡ τῆς βάσεως εὐκινησία τῷ ποδὶ ψαυαμένη καὶ τὴν χειροθεσίαν ἐπὶ τοσοῦτον εἰθίσθη κατοξύνειν ὥστ᾽, εἴ τις μὴ συνορῴη τὸ γινόμενον, ἀλλὰ διὰ τῆς ἀκοῆς μόνον κρίνοι, νομίζειν γ’ κιθαρῶν ἀκούειν διαφόρως ἡρμοσμένων. καὶ τοῦτο τὸ ὄργανον θαυμασθὲν ἰσχυρῶς μετὰ τὸν ἐκείνου βίον ἐξέλιπεν εὐθέως.

τὴν δὲ ψιλὴν κιθάρισιν πρῶτόν φησιν Μέναιχμος εἰσαγαγεῖν Ἀριστόνικον τὸν Ἀργεῖον, τῇ ἡλικίᾳ γενόμενον κατὰ Ἀρχίλοχον, κατοικήσαντα ἐν Κορκύρᾳ. Φιλόχορος δ’ ἐν γ’ Ἀτθίδος Λύσανδρος, φησίν, ὁ Σικυώνιος κιθαριστὴς πρῶτος μετέστησε τὴν ψιλοκιθαριστικήν, μακροὺς τοὺς τόνους ἐντείνας καὶ τὴν φωνὴν εὔογκον ποιήσας, καὶ τὴν ἔναυλον κιθάρισιν πρῶτοι οἱ περὶ Ἐπίγονον ἐχρήσαντο. καὶ περιελὼν τὴν συντομίαν τὴν ὑπάρχουσαν ἐν τοῖς ψιλοῖς κιθαρισταῖς χρώματά τε εὔχροα πρῶτος ἐκιθάρισε καὶ ἰάμβους καὶ μάγαδιν, τὸν καλούμενον συριγμόν· καὶ ὄργανον μετέλαβεν μόνος τῶν πρὸ αὐτοῦ, καὶ τὸ πρᾶγμα αὐξήσας χορὸν περιεστήσατο πρῶτος. Δίωνα δὲ τὸν Χῖον τὸ τοῦ Διονύσου σπονδεῖον πρῶτον κιθαρίσαι Μέναιχμος. Τιμόμαχος δ’ ἐν τοῖς Κυπριακοῖς Στήσανδρον λέγει τὸν Σάμιον ἐπὶ πλεῖον αὐξῆσαι τήν τέχνην καὶ πρῶτον ἐν Δελφοῖς κιθαρῳδῆσαι τὰς
καθ’ Ὅμηρον μάχας, ἀρξάμενον ἀπὸ τῆς Ὀδυσσείας. ἄλλοι δὲ πρῶτόν φασιν παρ’ Ἐλευθερναίοις κιθαρίσαι τὰς ἐρωτικὰς ᾠδὰς Ἀμήτορα τὸν Ἐλευθερναῖον, οὗ καὶ τοὺς ἀπογόνους ᾽ Ἀμητορίδας καλεῖσθαι. Ἀριστόξενος δέ φησιν
ὥσπερ τῶν ἑξαμέτρων τινὲς ἐπὶ τὸ γελοῖον παρῳδὰς εὗρον, οὕτως καὶ τῆς κιθαρῳδίας πρῶτος Οἰνώνας, ὃν ἐζήλωσαν Πολύευκτός τε ὁ Ἀχαιὸς καὶ Διοκλῆς ὁ Κυναιθεύς.
καὶ μοχθηρῶν δὲ ᾀσμάτων γεγόνασι ποιηταί, περὶ ὧν φησι Φαινίας ὁ Ἐρέσιος ἐν τοῖς πρὸς τοὺς Σοφιστὰς γράφων οὕτως·
Τελένικος ὁ Βυζάντιος, ἔτι δὲ Ἀργᾶς ποιηταὶ μοχθηρῶν ὄντες νόμων πρὸς μὲν τὸν ἴδιον χαρακτῆρα τῆς ποιήσεως εὐπόρουν, τῶν δὲ Τερπάνδρου καὶ Φρύνιδος νόμων οὐδὲ κατὰ μικρὸν ἠδύναντο ἐπιψαῦσαι.
τοῦ Ἀργᾶ μνημονεύει Ἄλεξις ἐν Ἀποβάτῃ οὕτως·
Χορόνικος ὁ ποιητὴς ὁδί. β. τίνων ποιητὴς ᾀσμάτων; α. σεμνῶν πάνυ. β. τί πρὸς τὸν Ἀργᾶν οὗτος; α. ἡμέρας δρόμῳ κρείττων.
καὶ Ἀναξανδρίδης ἐν Ἡρακλεῖ·
ὁ μὲν γάρ εὐφυής τις εἶναι φαίνεται· ὡς δ’ εὐρύθμως λαβὼν τὸ μελετητήριον εἶτ’ ἐσχεδίασε δριμέως εν --- ---παπαῖ, μεστὸς γενόμενος πρὸς τὸν Ἀργᾶν βούλομαι κωδωνίσας πέμψαι σ’ ἀγωνιούμενον, ἵνα καὶ σὺ νικᾷς τοὺς σοφιστάς, ὦ φίλε.

ὁ δὲ τοὺς εἰς Χιωνίδην ἀναφερομένους ποιήσας Πτωχοὺς Γνησίππου τινὸς μνημονεύει παιγνιαγράφου τῆς ἱλαρᾶς μούσης, λέγων οὕτως·
ταῦτ’ οὐ μὰ Δία Γνήσιππος οὐδὲ Κλεομένης ἐν ἐννέ’ ἂν χορδαῖς κατεγλυκάνατο.
καὶ ὁ τοὺς Εἵλωτας δὲ πεποιηκώς φησιν
τὰ Στησιχόρου τε καὶ Ἀλκμᾶνος Σιμωνίδου τε ἀρχαῖον ἀείδειν. ὁ δὲ Γνήσιππος ἔστ’ ἀκούειν, ὃς νυκτερίν’ εὗρε μοιχοῖς ἀείσματ’ ἐκκαλεῖσθαι γυναῖκας ἔχοντας ἰαμβύκην τε καὶ τρίγωνον.
Κρατῖνος ἐν Μαλθακοῖς·
τίς ἄρ’ ἐρῶντά μ’ οἶδεν ὦ Γνήσιππέ πω; πολλῇ χολη. οἴομαι ᾽γὼ μηδὲν οὕτως μωρὸν εἶναι καὶ κενόν.
σκώπτει δ’ αὐτὸν εἰς τὰ ποιήματα καὶ ἐν Βουκόλοις·
ὃς οὐκ ἔδωκ’ αἰτοῦντι Σοφοκλέει χορόν, τῷ Κλεομάχου δ᾽, ὃν οὐκ ἂν ἠξίουν ἐγὼ ἐμοὶ διδάσκειν οὐδ’ ἂν εἰς Ἀδώνια.
ἐν δὲ ταῖς ῝ ταῖς ·
ἴτω δὲ καὶ τραγῳδίας ὁ Κλεομάχου διδάσκαλος μετ’ αὐτόν, ὁ παρατιλτριῶν ἔχων χορὸν λυδιστὶ τιλλουσῶν μέλη πονηρά.
Τηλεκλείδης δὲ ἐν τοῖς Στερροῖς καὶ περὶ μοιχείας ἀναστρέφεσθαί φησιν αὐτόν. Κλέαρχος δὲ ἐν δευτέρῳ Ἐρωτικῶν τὰ ἐρωτικά φησιν ᾄσματα καὶ τὰ Λοκρικὰ καλούμενα οὐδὲν τῶν Σαπφοῦς καὶ Ἀνακρέοντος διαφέρειν. ἔτι δὲ τὰ Ἀρχιλόχου καὶ τῶν Ὁμήρου Ἐπικιχλίδων τὰ πολλὰ διὰ τῆς ἐμμέτρου ποιήσεως τούτων ἔχεταί τινος τῶν παθῶν, ἀλλὰ καὶ τὰ Ἀσωποδώρου περὶ τὸν Ἔρωτα καὶ πᾶν τὸ τῶν ἐρωτικῶν ἐπιστολῶν γένος ἐρωτικῆς τινος διὰ λόγου ποιήσεώς ἐστιν.

τοσαῦτα τοῦ Μασουρίου διεξελθόντος περιηνέχθησαν ἡμῖν καὶ αἱ δεύτεραι καλούμεναι τράπεζαι, πολλάκις ἡμῖν διδόμεναι οὐ μόνον ταῖς τῶν Κρονίων ἡμέραις, ἐν αἷς Ῥωμαίων παισὶν ἔθος ἐστὶν ἑστιᾶν τοὺς οἰκέτας, αὐτοὺς τὰς τῶν οἰκετῶν ἀναδεχομένους λειτουργίας. Ἑλληνικὸν δὲ τοῦτο τὸ ἔθος· ἐν Κρήτῃ γοῦν τῇ τῶν Ἑρμαίων ἑορτῇ τὸ ὅμοιον γίνεται, ὥς φησι Καρύστιος ἐν Ἰστορικοῖς Ὑπομνήμασιν. εὐωχουμένων γὰρ τῶν οἰκετῶν οἱ

δεσπόται ὑπηρετοῦσιν πρὸς τὰς διακονίας, καὶ ἐν Τροιζῆνι δὲ μηνὶ Γεραιστίῳ· πανήγυρις δὲ τότε γίνεται πολυήμερος, ἧς ἐν μιᾷ οἱ δοῦλοι μετὰ τῶν πολιτῶν κοινῇ τε ἀστραγαλίζουσιν καὶ οἱ κύριοι τοὺς δούλους ἑστιῶσιν, ὡς ὁ αὐτός φησιν Καρύστιος Βήρωσος. δ’ ἐν πρώτῳ Βαβυλωνιακῶν τῷ Λώῳ φησὶ μηνὶ ἑκκαιδεκάτῃ ἄγεσθαι ἑορτὴν Σάκαια προσαγορευομένην ἐν Βαβυλῶνι ἐπὶ ἡμέρας πέντε, ἐν αἷς ἔθος εἶναι ἄρχεσθαι τοὺς δεσπότας ὑπὸ τῶν οἰκετῶν ἀφηγεῖσθαί τε τῆς οἰκίας ἕνα αὐτῶν ἐνδεδυκότα στολὴν ὁμοίαν τῇ βασιλικῇ· ὃν καὶ καλεῖσθαι ζωγάνην. μνημονεύει τῆς ἑορτῆς καὶ Κτησίας ἐν δευτέρῳ Περσικῶν. Κῷοι δὲ τοὐναντίον δρῶσιν, ὡς ἱστορεῖ Μακαρεὺς ἐν τρίτῳ Κῳακῶν· ὅταν γὰρ τῇ Ἥρᾳ θύωσιν, δοῦλοι οὐ παραγίνονται ἐπὶ τὴν εὐωχίαν. διὸ καὶ Φύλαρχον εἰρηκέναι·
Οὐρανίῃ μοῦνοι μὲν ἐλεύθεροι ἱεροεργοί, ἀνδράσι παρ’ κείνοισιν ἐλεύθερον ἆμαρ ἔχοντες δούλων δ’ οὔτις πάμπαν ἐσέρχεται οὐδ’ ἠβαιόν.

Βάτων δ’ ὁ Σινωπεὺς ὁ ῥήτωρ ἐν τῷ περὶ Θεσσαλίας

καὶ Αἱμονίας σαφῶς ἐμφανίζει τὴν τῶν Σατουρναλίων ἑορτὴν Ἑλληνικωτάτην, φάσκων αὐτὴν παρὰ τοῖς Θεσσαλοῖς Πελώρια καλεῖσθαι, γράφων οὕτως ι
θυσίας κοινῆς τοῖς Πελασγοῖς γινομένης ἀναγγεῖλαί τινα τῷ Πελασγῷ ἄνδρα, ᾧ ὄνομα ἦν Πέλωρος, διότι ἐν τῇ Αἱμονίᾳ σεισμῶν μεγάλων γενομένων ῥαγείη τὰ Τέμπη ὄρη ὀνομαζόμενα καὶ διότι διὰ τοῦ διαστήματος ὁρμῆσαν τὸ τῆς λίμνης ὕδωρ ἐμβάλλοι εἰς τὸ τοῦ Πηνειοῦ ῥεῖθρον, καὶ τὴν πρότερον λιμνάζουσαν χώραν ἅπασαν γεγυμνῶσθαι καὶ ἀναξηραινομένων τῶν ὑδάτων πεδία θαυμαστὰ τῷ μεγέθει καὶ τῷ κάλλει ἀναφαίνεσθαι. ἀκούσαντα οὖν τὸν Πελασγὸν τὴν τράπεζαν ἀφθόνως αὑτῷ κεκοσμημένην τῷ Πελώρῳ παραθεῖναι. καὶ τοὺς ἄλλους δὲ φιλοφρονουμένους ἕκαστον φέρειν ὅ τι ἔχοι παρ’ αὑτῷ βέλτιστον καὶ παρατιθέναι ἐπὶ τὴν τράπεζαν τῷ ἀπαγγείλαντι, καὶ αὐτὸν τὸν Πελασγὸν προθύμως διακονεῖν καὶ τῶν ἄλλων τοὺς ἐν ἀξιώματι ὄντας ὑπηρετεῖν, καθότι ἑκάστῳ ὁ καιρὸς παρέπιπτεν. διόπερ φασίν, ἐπεὶ τὴν χώραν κατέσχον, ἀπομίμημα τῆς τότε γενομένης ἑορτῆς . . . καὶ θύοντας Διὶ Πελωρίῳ τραπέζας τε λαμπρῶς κοσμοῦντας προτιθέναι καὶ οὕτως φιλάνθρωπον τὴν πανήγυριν συντελεῖν, ὥστε καὶ τοὺς ξένους ἅπαντας ἐπὶ τὴν θοίνην παραλαμβάνειν καὶ τοὺς δεσμώτας λύειν καὶ τοὺς οἰκέτας κατακλίναντας μετὰ πάσης παρρησίας ἑστιᾶν, διακονούντων αὐτοῖς
τῶν δεσποτῶν καὶ τὸ σύνολον ἔτι καὶ νῦν Θεσσαλοὺς μεγίστην ἑορτὴν ἄγοντας προσαγορεύειν Πελώρια.

πολλάκις οὖν, ὡς ἔφην, τῶν τοιούτων ἡμῖν παρατιθεμένων ἐπιδορπισμάτων ἔφη τις τῶν παρόντων

αἱ δεύτεραί πως φροντίδες σοφώτεραι. τί γὰρ ποθεῖ τράπεζα; τῷ δὲ οὐ βρίθεται; πλήρης μὲν ὄψων ποντίων, πάρεισι δὲ μόσχων τέρειναι σάρκες ἀρνεία τε δαὶς καὶ πεπτὰ καὶ κροτητὰ τῆς ξουθοπτέρου πελάνῳ μελίσσης ἀφθόνως δεδευμένα,
φησὶν ὁ Εὐριπίδης ἐν Κρήσσαις. καὶ ὡς ὁ Εὔβουλος δ’ ἐν ᾽ Ὀλβίᾳ ἔφη·
ἐν τῷ γὰρ αὐτῷ πάνθ’ ὁμοῦ πωλήσεται ἐν ταῖς Ἀθήναις· σῦκα, β. κλητῆρες, ὁ α, βότρυς, γογγυλίδες, ἄπιοι, μῆλα, β. μάρτυρες, α. ῥόδα, μέσπιλα, χόρια, σχαδόνες, ἐρέβινθοι, β, δίκαι, δ. πυός, πυριάτη, μύρτα, β. κληρωτήρια, α, ὑάκινθος, ἄρνες, β. κλεψύδραι, νόμοι, γραφαί.
μέλλοντος οὖν τοῦ Ποντιανοῦ λέγειν περὶ ἑκάστου τῶν παρακειμένων,
οὐ πρότερόν γε, ἔφη ὁ Οὐλπιανός, ἀκουσόμεθα περὶ τούτων ἕως ἂν περὶ τῶν ἐπιδορπισμάτων εἴπῃς.
καὶ ὁ Ποντιανός·
τραγήματα Κράτης φησὶ Φιλιππίδην λέγειν ἐν Φιλαργύρῳ οὕτως ι
πλακοῦντες, ἐπιδορπίσματ᾽, ᾠά, σήσαμα· ὅλην λέγοντ’ οὐκ ἂν ἐπιλείποι μ’ ἡμέραν.
καὶ Δίφιλος ἐν Τελεσίᾳ·
τράγημα, μυρτίδες, πλακοῦς, ἀμύγδαλα. β. ἐγὼ δὲ ταῦθ’ ἥδιστά γ’ ἐπιδορπίζομαι.
Σώφιλος ἐν Παρακαταθήκῃ·
ἡδύ γε μετ’ ἀνδρῶν ἐστιν Ἑλλήνων αἰεὶ συνάγειν· τὸ πρᾶγμα χάριεν.
οὐχὶ δώδεκα κυάθους,
ἀνεβόησέν τις,
ὑποχεῖς; κωμάσαι πρὸς τὴν Ταναγρικὴν δεῖ γάρ, ἵν’ ἐκεῖ κατακλιθεὶς ἐπιδορπίσηται τὰς ὀνείας ματτύας.
Πλάτων ἐν τῷ Ἀτλαντικῷ μεταδόρπια αὐτὰ καλεῖ ἐν τούτοις
πάντα τε εὐώδη ἔφερέ τότε τοῖς κατοικοῦσιν ἡ γῆ, καὶ τὸν ἥμερον δὲ καρπὸν πλεῖστον ἔφερεν καὶ ἀκροδρύων πλῆθος καὶ ὅσα παραμύθια ἡδονῆς μεταδόρπια.

Τρύφων δέ φησι τὸ παλαιὸν πρὶν εἰσελθεῖν τοὺς δαιτυμόνας, ἐπὶ τῶν τραπεζῶν κεῖσθαι τὴν ἑκάστου μοῖραν, ὕστερον δὲ πολλά τε καὶ ποικίλα ἐπεισφέρεσθαι·

διὸ καὶ ἐπιφορήματα κληθῆναι. Φιλύλλιος δ’ ἐν Φρεωρύχῳ φησὶν περὶ τῶν δευτέρων τραπεζῶν λέγων
ἀμυγδάλια, καρύδι’ , ἐπιφορήματα.
καὶ Ἄρχιππος ἐν Ἡρακλεῖ καὶ Ἡρόδοτος ἐν αʹ καὶ ἐπιδορπίσασθαι δ’ ἔλεγον τὸ ἐντραγεῖν καὶ ἐπιδειπνῆσαι. ἅπερ Ἄρχιππος ἐν Ἡρακλεῖ Γαμοῦντι ἐπιφορήματα καλεῖ διὰ τούτων
ἰτρίοις ἐπιφορήμασὶ τ᾽ ἄλλοις γέμουσα.
καὶ Ἡρόδοτος δὲ ἐν τῇ πρώτῃ·
σιτίοις δὲ ὀλίγοισι χρέονται, ἐπιφορήμασι δὲ πολλοῖς.
τὸ μέντοι κατὰ τὴν παροιμίαν λεγόμενον
Ἀβυδηνὸν ἐπιφόρημα
τέλος τί ἐστιν καὶ ἐλλιμένιον, ὡς Ἀριστείδης φησὶν ἐν, γ’ περὶ Παροιμιῶν. Διονύσιος δ’ ὁ τοῦ Τρύφωνος·
τὸ μὲν παλαιὸν πρὶν εἰσελθεῖν τοὺς δαιτυμόνας ἐπὶ τῶν τραπεζῶν κεῖσθαι τὴν ἑκάστου μοῖραν, ὕστερον δὲ πολλὰ καὶ ποικίλα ἐπιφέρεσθαι· διὸ καὶ ἐπιφορήματα κληθῆναι.
Φιλύλλιος δ’ ἐν Φρεωρύχῳ τὰ ἐπιφερόμενα μετὰ τὸ δειπνῆσαι λέγων ὧδε·
ἀμυγδάλια, καρύδι’ , ἐπιφορήματα.
Πλάτων δ’ ἐν Μενέλεῳ ἐπιτραπεζώματα αὐτὰ καλεῖ οἷον τὰ ἐπιτιθέμενα ταῖς τραπέζαις βρώματα, λέγων οὕτως·
εἰπέ μοι, ὡς ὀλίγα λοιπὰ τῶν ἐπιτραπεζωμάτων; β. ὁ γὰρ θεοῖσιν ἐχθρὸς αὐτὰ κατέφαγεν.
Ἀριστοτέλης δ’ ἐν τῷ περὶ Μέθης τὰ τραγήματά φησι λέγεσθαι ὑπὸ τῶν ἀρχαίων τρωγάλια· ὡσεὶ γὰρ ἐπιδορπισμὸν εἶναι. Πίνδαρος δέ ἐστιν ὁ εἰπών
δείπνου δὲ λήγοντος γλυκὺ τρωγάλιον, καίπερ πεδ’ ἄφθονον βοράν.
ὄντως γὰρ κατὰ τὸν Εὐριπίδην ἀποβλέψαντα ἔστιν εἰς τὰ παρακείμενα εἰπεῖν
ὁρᾷς τὸν εὐτράπεζον ὡς ἡδὺς βίος.

ὅτι γὰρ ἦσαν καὶ παρὰ τοῖς ἀρχαίοις αἱ δεύτεραι τράπεζαι πολυτελῶς μεμεριμνημέναι, παρίστησιν Πίνδαρος ἐν Ὀλυμπιονίκαις περὶ τῆς Πέλοπος κρεουργίας διηγούμενος·

τραπέζαισι δ’ ἀμφὶ δεύτερα, ὁ κρεῶν σέθεν διεδάσαντο καὶ φάγον. ἐμοὶ δ’ ἄπορα γαστρίμαργον μακάρων τιν’ εἰπεῖν.
οἱ δὲ παλαιότεροι ἁπλῶς τραπέζας ἔλεγον, ὡς Ἀχαιὸς ἐν Ἡφαίστῳ σατυρικῷ·
θοίνῃ σε πρῶτον τέρψομεν· πάρεστι δέ. β. τὸ δεύτερον δὲ τῷ με κηλήσεις τρόπῳ; α. μύρῳ σε χρίσω πάμπαν εὐόσμῳ δέμας. β. ὕδωρ δὲ νῖψαι χεῖρας οὐ πρόσθεν δίδως; α. ἡνίκα τράπεζά γ’ ἐκποδὼν ἀπαίρεται.
Ἀριστοφάνης Σφηξίν·
ὕδωρ κατὰ χειρός· τὰς τραπέζας εἰσφέρειν.
Ἀριστοτέλης δ’ ἐν τῷ περὶ Μέθης παραπλησίως ἡμῖν δευτέρας τραπέζας προσαγορεύει διὰ τούτων
τὸ μὲν οὖν ὅλον διαφέρειν τράγημα βρώματος νομιστέον ὅσον ἔδεσμα τρωγαλίου. τοῦτο γὰρ πάτριον τοὔνομα τοῖς Ἕλλησιν, ἐπεὶ ἐν τραγήμασι τὰ βρώματα παρατίθενται. διόπερ οὐ κακῶς ἔοικεν εἰπεῖν ὁ πρῶτος δευτέραν προσαγορεύσας τράπεζαν ὄντως γὰρ ἐπιδορπισμός τις ὁ τραγηματισμός ἐστι καὶ δεῖπνον ἕτερον παρατίθεται τὰ τραγήματα.
Δικαίαρχος δ’ ἐν πρώτῳ τῆς εἰς Τροφωνίου Καταβάσεώς φησιν οὕτως·
ἥ γε τὴν πολλὴν δαπάνην ἐν τοῖς δείπνοις παρέχουσα δευτέρα τράπεζα προσεγένετο, καὶ στέφανοι καὶ μύρα καὶ θυμιάματα καὶ τὰ τούτοις ἀκόλουθα πάντα

ἐδίδοτο δὲ καὶ ᾠὸν ἐν τῇ δευτέρᾳ τραπέζῃ, ὥσπερ

καὶ λαγῷα καὶ κίχλαι κοινῇ μετὰ τῶν μελιπήκτων προσεφέρετο, ὡσι Ἀντιφάνης ἐν Λεπτινίσκῳ φησὶν οὕτως·
οἶνον Θάσιον πίνοις ἄν; β. εἴ τις ἐγχέοι. α· πρὸς ἀμυγδάλας δὲ πῶς ἔχεις; β. εἰρηνικῶς --- α. --- β. μαλακὰς· δι’ ἀς μέλιτι πρέπει παίειν βίᾳ. α. μελίπηκτα δ’ εἴ σοι προσφέροι; β. τρώγοιμι τἄν. α, ᾠὸν δέ; β. καταπίνοιμ’ ἄν. α. ἄλλου δεῖ τινος;
ἐν δὲ Ὁμοίοις·
εἶτ’ ἐπεισῆγεν χορείαν ἢ τράπεζαν δευτέραν, καὶ παρέθηκε γέμουσαν πέμμασι παντοδαποῖς. Ἄμφις
δὲ ἐν Γυναικομανίᾳ·
ἤδη ποτ’ ἤκουσας βίον ἀληλεμένον; β. ναί. α. τοῦτ’ ἐκεῖν’ ἔστιν σαφῶς· ἄμητες, οἶνος ἡδύς, ᾠά, σησαμαῖ, μύρον, στέφανος, αὐλητρίς. β. ὦ Διοσκόρω, ὀνόματα τῶν δώδεκα θεῶν διελήλυθας.
Ἀναξανδρίδης Ἀγροίκοις·
ὡς δ’ ἐστεφανώθην, ἡ τράπεζ’ εἰσήγετο τοσαῦτ’ ἔχουσα βρώμαθ’ ὅσα, μὰ τοὺς θεοὺς καὶ τὰς θεάς, οὐδ’ ἔνδον ὄντ’ ᾔδειν ἐγώ· οὕτως παρέζων †χρηστῶσ† οὐκ ἔζων τότε.
Κλέαρχος Πανδρόσῳ·
λάβ’ ὕδωρ κατὰ χειρός. β. μηδαμῶς· καλῶς ἔχει. α. λάβ᾽, ὦγάθ᾽, οὐδὲν χεῖρον. ἡ παῖς, ἐπιτίθει ἐπὶ τὴν τράπεζαν κάρυα καὶ τραγήματα.
Εὔβουλος Καμπυλίωνι·
τραγημάτων δ’ ἔσθ’ ἡ τράπεζά σοι πλέα. β. οὐ φιλοτραγήμων εἰμί πως ἑκάστοτε.
Ἄλεξις Πολυκλείᾳ ἑταίρας δ’ ὄνομα Πολύκλεια·
ὁ πρῶτος εὑρὼν κομψὸς ἦν τραγήματα. τοῦ συμποσίου γὰρ διατριβὴν ἐξεῦρε καὶ ἀργοὺς ἔχειν μηδέποτε τὰς σιαγόνας.
καὶ ἐν Ὁμοίᾳ, τὸ δ’ αὐτὸ δρᾶμα καὶ ὡς ᾽ Ἀντιδότου φέρεται·
οὐδὲ φιλόδειπνός εἰμι, μὰ τὸν Ἀσκληπιόν, τραγήμασιν χαίρω, μᾶλλον. β. εὖ πάνυ. α. τραγήματ’ αἰσθάνομαι γὰρ ὅτι νομίζεται τοῖς νυμφίοις μετιοῦσι β. τὴν νύμφην λέγεις;
α. παρέχειν, ἄμητας καὶ λαγῷα καὶ κίχλας· τούτοισι χαίρω, τοῖς δὲ κεκαρυκευμένοις ὄψοισι καὶ ζωμοῖσι—μηδάμ’ ὧ θεοί.
Ἀπίων δὲ καὶ Διόδωρος, ὥς φησι Πάμφιλος, ἐπαίκλειά φησι καλεῖσθαι τὰ μετὰ τὸ δεῖπνον τραγήματα.

ἔφιππος Ἐφήβοις· χόνδρος μετὰ ταῦτ’ εἰσῆλθε, μύρον Αἰγύπτιον, φοινικίνου βῖκός τις ὑπανεῴγνυτο, ἴτρια, τραγήμαθ’ ἧκε, πυραμοῦς, ἄμης, ᾠῶν ἑκατόμβη· πάντα ταῦτ’ ἐχναύομεν, ἐμασώμεθ’ οὕτως ἀνδρικῶς ὅσ’ εἴχομεν καὶ γὰρ παραμασύντας τινὰς παραβόσκομεν,
καὶ ἐν Κύδωνι·
καὶ μετὰ δεῖπνον κόκκος.., . ἐρέβινθος ---κύαμος, χόνδρος, τυρός, μέλι, σησαμίδες, βάτραχος, βότρυες, ῥοῦς, πυραμίδες, μῆλον, κάρυον, γάλα, κανναβίδες, κόγχαι, χυλός, Διὸς ἐγκέφαλος.
Ἄλεξις Φιλίσκῳ·
ἀρτέον τράπεζαν, ἀπονίψαι δοτέον, προσοιστέος στέφανος, μύρον, σπονδή, λιβανωτός, ἐσχαρίς, τράγημα δοτέον ἔτι, πλακοῦντος ἁπτέον.
ἐπεὶ δὲ καὶ ὁ Κυθήριος Φιλόξενος ἐν τῷ Δείπνῳ δευτέρων τραπεζῶν μνημονεύων πολλὰ καὶ τῶν ἡμῖν παρακειμένων ὠνόμασεν, φέρε καὶ τούτων ἀπομνημονεύσωμεν·
τὰς δὲ δὴ πρόσθεν μολούσας λιπαραυγεῖς πορθμίδας πολλῶν ἀγαθῶν πάλιν εἴσφερον γεμούσας, τὰς ἐφήμεροι καλέοντι νῦν τραπέζας δευτέρας, ἀθάνατοι δὲ τ’ Ἀμαλθείας κέρας, ταῖσι δ’ ἐν μέσαις ἐγκαθιδρύθη μέγα χάρμα βροτοῖς, λευκὸς μυελὸς γλυκερός, λεπτοῖς ἀράχνας ἐναλιγκίοισι πέπλοις συγκαλύπτων ὄψιν αἰσχύνας ὕπο, μὴ κατίδῃ τις μηλογενὲς πῶυ λιπόντ’ ἀνάγκαις ξηρὸν ἐν ξηραῖς Ἀρισταίου παλιρρύτοισι παγαῖς· τῷ δ’ ὄνομ’ ἦς ἄμυλος. χερσὶν δ’ ἐπέθεντο στόμιον μαλεραῖς --- ταν δεξαμένην ὅ τι καὶ διδῷ τις, ἃ Ζανὸς καλέοντι τρώγματ᾽. ἐπεί γ’ ἐπένειμεν ἐγκατακνακομιγὲς πεφρυγμένον
πυροβρομολευκερεβινθοακανθιδομικριτριαδυ- βρωματοπαντανάμικτον ἄμπυκι καριδίᾳ· στιχὰς παρεγίνετο τούτοις σταιτινοκογχομαγὴς χὡ ψαιστελαιοξανθεπιπαγκαπύρωτος χοιρίνας. ἅδεα δὲ ---κυκλώθ’ ὁμόφωκτ’ ἀνάριθμα καὶ μελίπακτα τετυγμέν’ ἄφθονα σασαμόφωκτα. τυρακίνας τε γάλακτι καὶ μέλι συγκατάφυρτος ἦς ἄμυλος πλαθανίτας. σασαμοτυροπαγῆ δὲ καὶ ζεσελαιοπαγῆ πλατύνετο σασαμόπαστα πέμματα κἆτ’ ἐρέβινθοι κνακοσυμμιγεῖς ἁπαλαῖς θάλλοντες ὥραις, ᾠὰ τ’ ἀμυγδαλίδες τε τᾶν μαλακοφλοίδων ἐτάττετο τρωκτά τε παισὶν ἁδυεδῆ κάρυ᾽, ἄλλα θ’ ὅσσα πρέπει παρὰ θοίναν ὀλβιόπλουτον ἔμεν, πόσις δ’ ἐπεραίνετο κότταβοὶ τε λόγοι τ’ ἐπὶ κοινᾶς, ἔνθα τι καινὸν ἐλέχθη κομψὸν ἀθυρμάτιον καὶ θαύμασαν αὔτ’ ἐπὶ τ’ ᾔνησαν ---
ταῦτα καὶ ὁ Κυθήριος Φιλόξενος· ὃν ἐπαινῶν Ἀντιφάνης ἐν τῷ Τριταγωνιστῇ φησι·
πολὺ γ’ ἐστὶ πάντων τῶν ποιητῶν διάφορος ὁ Φιλόξενος, πρώτιστα μὲν γὰρ ὀνόμασιν ἰδίοισι καὶ καινοῖσι χρῆται πανταχοῦ. ἔπειτα τὰ μέλη μεταβολαῖς καὶ χρώμασιν ὡς εὖ κέκραται. θεὸς ἐν ἀνθρώποισιν ἦν ἐκεῖνος, εἰδὼς τὴν ἀληθῶς μουσικήν. οἱ νῦν δὲ κισσόπλεκτα καὶ κρηναῖα καὶ ἀνθεσιπότατα μέλεα μελέοις ὀνόμασι ποιοῦσιν ἐμπλέκοντες ἀλλότρια μέλη.

πλακούντων δὲ ὀνόματα πολλῶν καταλεξάντων, ὅσων μέμνημαι τούτων σοι καὶ μεταδώσω, οἶδα δὲ καὶ Καλλίμαχον ἐν τῷ τῶν παντοδαπῶν συγγραμμάτων Πίνακι ἀναγράψαντα πλακουντοποιικὰ συγγράμματα Αἰγιμίου καὶ Ἡγησίππου καὶ Μητροβίου, ἔτι δὲ Φαίστου. ἡμεῖς δὲ ἃ μετεγράψαμεν ὀνόματα πλακούντων τούτων σοι καὶ μεταδώσομεν, οὐχ ὡς τοῦ ὑπ’ Ἀλκιβιάδου πεμφθέντος Σωκράτει ὃν Ξανθίππης καταπατησάσης, γελάσας ὁ Σωκράτης

οὐκοῦν, ἔφη, οὐδὲ σὺ μεθέξεις τούτου.
τοῦτο δὲ ἱστόρησεν Ἀντίπατρος ἐν τῷ πρώτῳ περὶ Ὀργῆς.
ἐγὼ δὲ φιλοπλάκουντος ὢν οὐκ ἂν περιεῖδον
τὸν θεῖον ἐκεῖνον ἐξυβριζόμενον πλακοῦντα. μνημονεύων οὖν ὁ κωμικὸς Πλάτων εἴρηκεν ἐν τῷ Ποιητῇ οὕτως
μόνος δ’ ἄγευστος, ἄσπλαγχνος ἐνιαυτίζομαι, ἀπλάκουντος, ἀλιβάνωτος.
ἀλλὰ μὴν οὐδὲ τῆς κώμης ἀμνήμων εἰμὶ ἣν Πλακοῦντά φησι καλεῖσθαι Δημήτριος ὁ Σκήψιος ἐν δωδεκάτῳ Τρωικοῦ Διακόσμου, τῶν Ὑποπλακίων Θηβῶν φάσκων αὐτὴν ἀπέχειν σταδίους ἕξ. περισπαστέον δὲ λέγοντας πλακοῦς τὴν ὀνομαστικὴν συνῄρηται γὰρ ἐκ τοῦ πλακόεις, ὡς τυρόεις τυροῦς, σησαμόεις σησαμοῦς. εἴρηται δὲ κατ’ ἔλλειψιν τοῦ ἄρτος. ὅτι δὲ καλοὺς πλακοῦντας ἐν Παρίῳ τοῦ ʽ Ἑλλησπόντου φαγεῖν ἔστιν οἱ ἐπιδημήσαντες μαρτυρήσουσιν. Ἄλεξις γὰρ πεπλάνηται λέγων τοὺς ἐκ Πάρου· λέγει δὲ οὕτως ἐν τῷ ἐπιγραφομένῳ Ἀρχιλόχῳ·
ὦ τὴν εὐτυχῆ ναίων Πάρον, ὄλβιε πρέσβυ, ἣ κάλλιστα φέρει χώρα δύο τῶν συναπασῶν, κόσμον μὲν μακάρεσσι λίθον, θνητοῖς δὲ πλακοῦντας.
ὅτι δὲ καὶ οἱ Σάμιοι διαφέροντές εἰσι πλακοῦντες Σώπατρος ὁ φλυακογράφος φησὶν ἐν Βακχίδος Μνηστῆρσιν
πλακουντοποιὸν ὠνομασμένην Σάμον.

ἐγχύτων δὲ πλακούντων μνημονεύει Μένανδρος μὲν ἐν Ψευδηρακλεῖ·

οὐκ ἔστι κανδύλους ποιεῖν οὐδ’ οἷα σὺ εἴωθας εἰς ταὐτὸν καρυκεύειν, μέλι,
σεμίδαλιν, ᾠά· πάντα γὰρ τἀναντία νῦν ἐστιν ὁ μάγειρος γὰρ ἐγχύτους ποιεῖ , πλακοῦντας ὀπτᾷ, χόνδρον ἕψει καὶ φέρει μετὰ τὸ τάριχος, εἶτα θρῖον καὶ βότρυς· ἡ δημιουργὸς δ’ ἀντιπαρατεταγμένη κρεᾴδι ὀπτᾷ καὶ κίχλας.᾽
Εὐάγγελος δὲ Ἀνακαλυπτομένῃ·
τέτταρας ποιεῖν τραπέζας τῶν γυναικῶν εἶπά σοι, ἓξ δὲ τῶν ἀνδρῶν τὸ δεῖπνον δ’ ἐντελὲς καὶ μηδὲ ἓν ἐλλιπές. λαμπροὺς γενέσθαι βουλόμεσθα τοὺς γάμους. οὐ παρ’ ἑτέρου δεῖ πυθέσθαι· πάντα δ’ αὐτόπτης ἐρῶ. τῶν μὲν ἰχθύων σὺ λήψει πάνθ’ ὅσ’ ἂν βούλῃ γένη, εἰς δὲ τὰ κρέα μόσχον ἔλαβες, δέλφακας, χοίρους, λαγώς β. ὡς ἀλαζὼν ὁ κατάρατος. α. θρῖα, τυρόν, ἐγχύτους. γ. παῖ, Δρόμων. α. κάνδυλον ᾠά τ᾽, ἀμύλιον --- τὸ πέρας, ὕψος τῆς τραπέζης, πήχεων ἔσται τριῶν,
ὥστε τὸν δειπνοῦντ’ ἐπαίρειν, ἄν τι βούληται λαβεῖν.

ἄμης πλακοῦντος γένος. Ἀντιφάνης·

ἄμητες, ἄμυλοι.
Μένανδρος ἐν Ὑποβολιμαίῳ· ·
τὸν ἄμητα, Χαίριππ᾽, οὐκ ἐς Ἅιδου πέμπετε; β. τίν’ ἄμητ’ ἐν Ἅιδου προσδοκᾷς;
Ἴωνες δέ, ὥς φησι Σιληνὸς ἐν ταῖς Γλώσσαις, ἄμην αὐτὸν καλοῦσιν, καὶ τοὺς μικροὺς ἀμητίσκους Τηλεκλείδης·
αὐτόμαται δὲ κίχλαι μετ’ ἀμητίσκων εἰς τὸν φάρυγ᾽ εἰσεπέτοντο.

διακόνιον. Φερεκράτης·

ὑπὸ τῆς ἀπληστίας διακόνιον ἐπῆσθεν, ἀμφιφῶντ’ ἔχων.

ἀμφιφῶν πλακοῦς Ἀρτέμιδι ἀνακείμενος, ἔχει δ’ ἐν κύκλῳ καόμενα δᾴδια. Φιλήμων ἐν Πτωχῇ ἢ Ῥοδίᾳ·

Ἄρτεμι, φίλη δέσποινα, τοῦτόν σοι φέρω, ὦ πότνι᾽, ἀμφιφῶντα καὶ σπονδήσιμα.
μνημονεύει αὐτοῦ καὶ Δίφιλος ἐν Ἑκάτῃ.
Φιλόχορος δ’ ἀμφιφῶντα αὐτὸν κληθῆναι καὶ εἰς τὰ τῆς Ἀρτέμιδος ἱερὰ φέρεσθαι ἔτι τε καὶ εἰς τὰς τριόδους, ἐπεὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐπικαταλαμβάνεται ἡ σελήνη ἐπὶ ταῖς δυσμαῖς ὑπὸ τῆς τοῦ ἡλίου ἀνατολῆς καὶ ὁ οὐρανὸς ἀμφιφῶς γίνεται.

βασυνίας. Σῆμος ἐν β’ Δηλιάδος

ἐν τῇ τῆς Ἑκάτης, φησίν, νήσῳ τῇ Ἴριδι θύουσι Δήλιοι τοὺς βασυνίας καλουμένους. ἐστὶν δὲ ἑφθὸν πύρινον σταῖς σὺν μέλιτι καὶ τὰ καλούμενα κόκκωρα ἰσχὰς καὶ κάρυα τρία.

στρεπτοὶ καὶ νεήλατα. τούτων μνημονεύει Δημοσθένης ὁ ῥήτωρ ἐν τῷ ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου.

ἐπίχυτόν. Νικοφῶν ἐν Χειρογάστορσιν

ἐγὼ μὲν ἄρτους, μᾶζαν, ἀθάρην, ἄλφιτα, κόλλικας, ὀβελίαν, μελιτοῦτταν, ἐπιχύτους, πτισάνην, πλακοῦντας, δενδαλίδας, ταγηνίας
Πάμφιλος δὲ τὸν ἀττανίτην καλούμενον ἐπίχυτόν φησι καλεῖσθαι. τοῦ δὲ ἀττανίτου Ἱππῶναξ ἐν τούτοις μνημονεύει·
οὐκ ἀτταγᾶς τε καὶ λαγὼς καταβρύκων,
οὐ τηγανίτας σησάμοισι φαρμάσσων, οὐδ’ ἀττανίτας κηρίοισιν ἐμβάπτων.

κρήιον πλακοῦς, ἄρτος, ὃν Ἀργεῖοι παρὰ τῆς νύμφης πρὸς τὸν νυμφίον φέρουσιν.

ὀπτᾶται δ’ ἐν ἄνθραξιν, καὶ καλοῦνται ἐπ’ αὐτὸν οἱ φίλοι, παρατίθεται δὲ μετὰ μέλιτος,
ὥς φησιν Φιλίτας ἐν Ἀτάκτοις.

γλυκίνας ὁ διὰ γλυκέος καὶ ἐλαίου πλακοῦς παρὰ Κρησίν, ὥς φησι Σέλευκος ἐν Γλώσσαις.

ἐμπέπτας , ὁ αὐτός φησι, πύρινος ἄρτος κοῖλος καὶ σύμμετρος, ὅμοιος ταῖς λεγομέναις κρηπῖσιν, εἰς ἃς ἐντίθενται τὰ διὰ τυροῦ σκευαζόμενα πλακούντια.

ἐγκρίδες πεμμάτιον ἑψόμενον ἐν ἐλαίῳ καὶ μετὰ τοῦτο μελιτούμενον, μνημονεύει αὐτῶν Στησίχορος διὰ τούτων

χόνδρον τε καὶ ἐγκρίδας ἄλλα τε πέμματα καὶ μέλι χλωρόν.
μνημονεύει αὐτῶν καὶ Ἐπίχαρμος καὶ ἐν τοῖς Ἐγχειρογάστορσι Νικοφῶν. Ἀριστοφάνης δ’ ἐν Δαναΐσιν καὶ πωλητὴν φησιν αὐτῶν εἶναι ἐν τούτοις·
μήτ’ ἄρα μ᾽· εἶναι ἐγκριδοπώλην,
Φερεκράτης δ’ ἐν Κραπατάλλοις·
ταῦτ’ ἔχων ἐν ταῖς ὁδοῖς ἁρπαζέτω τὰς ἐγκρίδας.

ἐπικύκλιος. πλακοῦς τις παρὰ Συρακοσίοις οὕτως καλούμενος, καὶ μέμνηται αὐτοῦ Ἐπίχαρμος ἐν Γᾷ καὶ Θαλάσσᾳ.

γουρος ὅτι πλακοῦντος εἶδος ὁ Σόλων ἐν τοῖς Ἰάμβοις φησίν

πίνουσι καὶ τρώγουσιν οἱ μὲν ἴτρια, οἱ δ’ ἄρτον αὐτῶν, οἱ δὲ συμμεμιγμένους γούρους φακοῖσι. κεῖθι δ’ οὔτε πεμμάτων ἄπεστιν οὐδὲν ἅσσα τ’ ἀνθρώποισι γῆ φέρει μέλαινα, πάντα δ’ ἀφθόνως πάρα.

Κριβάνας πλακοῦντάς τινας ὀνομαστικῶς Ἀπολλόδωρος παρ’ Ἀλκμᾶνι. ὁμοίως καὶ Σωσίβιος ἐν γ’ περὶ Ἀλκμᾶνος, τῷ σχήματι μαστοειδεῖς εἶναι φάσκων αὐτούς, χρῆσθαι δ’ αὐτοῖς Λάκωνας πρὸς τὰς τῶν γυναικῶν ἑστιάσεις, περιφέρειν τ’ αὐτοὺς ὅταν μέλλωσιν ᾄδειν τὸ παρεσκευασμένον ἐγκώμιον τῆς Παρθένου αἱ ἐν τῷ χορῷ ἀκόλουθοι.

κριμνίτης πλακοῦς ποιὸς διὰ κρίμνων γινόμενος, ὡς Ἰατροκλῆς ἐν τῷ περὶ Πλακούντων ἀναγράφει.

σταιτίτας πλακοῦς ποιὸς ἐκ σταιτὸς καὶ

μέλιτος, μνημονεύει Ἐπίχαρμος ἐν Ἥβας Γάμῳ. σταῖς δ’ ἐστὶν ὑγρὸν εἰς τήγανον ἐπιχεόμενον, μέλιτος ἐπιβαλλομένου καὶ σησάμης καὶ τυροῦ, ὡς Ἰατροκλῆς φησίν.

Χαρίσιος . τούτου μνημονεύει Ἀριστοφάνης ἐν Δαιταλεῦσιν ·

ἐγὼ δὲ νῷν πέψω πλακοῦντ’ ἐς ἑσπέραν χαρίσιον.
Εὔβουλος δ’ ἐν Ἀγκυλίωνι ὡς περὶ ἄρτου αὐτοῦ ὄντος οὑτωσὶ λέγει·
ἐξεπήδησ’ ἀρτίως πέττουσα τὸν χαρίσιον.

ἐπίδαιτρον πλακουντῶδες μάζιον· ἐπὶ τῷ δείπνῳ ἐσθιόμενον, ὥς φησι Φιλήμων ἐν τῷ περὶ Ἀττικῶν Ὀνομάτων.

νᾶνος ἄρτος πλακουντώδης διὰ τυροῦ καὶ ἐλαίου σκευαζόμενος.

ψώθια τὰ ψαθύρια. Φερεκράτης Κραπατάλλοις·

λήψει δ’ ἐν Ἅιδου κραπάταλον καὶ ψωθία.
Ἀπολλόδωρος δ’ ὁ Ἀθηναῖος καὶ Θεόδωρος δ’ ἐν
Ἀττικαῖς Γλώσσαις τοῦ ἄρτου τὰ ἀποθραυόμενα ψωθία καλεῖσθαι, ἃ τινὰς ὀνομάζειν ἀτταράγους.

ἴτριον πεμμάτιον λεπτὸν διὰ σησάμου καὶ μέλιτος γινόμενον. μνημονεύει αὐτοῦ Ἀνακρέων οὕτως

ἠρίστησα μὲν ἰτρίου λεπτοῦ μικρὸν, ἀποκλάς, οἴνου δ’ ἐξέπιον κάδον.
Ἀριστοφάνης Ἀχαρνεῦσιν·
πλακοῦντες, σησαμοῦντες, ἴτρια.
Σοφοκλῆς Ἔριδι·
ἐγὼ δὲ πεινῶσ’ αὖ πρὸς ἴτρια βλέπω.

ἀμόραι. τὰ μελιτώματα Φιλίτας ἐν Ἀτάκτοις ἀμόρας φησὶν καλεῖσθαι. μελιτώματα δ’ ἐστὶν πεπεμμένα.

ταγηνίτης πλακοῦς ἐν ἐλαίῳ τετηγανισμένος, ὁ καὶ ταγηνίας, μνημονεύει Μάγνης ἢ ὁ ποιήσας τὰς εἰς αὐτὸν ἀναφερομένας κωμῳδίας ἐν Διονύσῳ δευτέρῳ ·

ταγηνίας ἤδη τεθέασαι χλιαροὺς σίζοντας ὅταν αὐτοῖσιν ἐπιχέῃς μέλι;
καὶ Κρατῖνος ἐν Νόμοις·
καὶ δρόσον βάλλων ἕωθεν χλιαρὸς ταγηνίας.

ἔλαφος πλακοῦς ὁ τοῖς Ἐλαφηβολίοις ἀναπλασσόμενος διὰ σταιτὸς καὶ μέλιτος καὶ σησάμου.

ναστὸς πλακοῦντος εἶδος, ἔχων ἔνδον καρυκκείας..

χόρια βρώματα διὰ μέλιτος καὶ γάλακτος γινόμενα.

ἀμορβίτης ; πλακοῦντος εἶδος παρὰ Σικελοῖς. οἱ δὲ ---

παῖσα πλακούντια παρὰ Κῴοις, ὥς φησιν Ἰατροκλῆς.

σησαμίδες ἐκ μέλιτος καὶ σησάμων πεφρυγμένων καὶ ἐλαίου σφαιροειδῆ πέμματα. Εὔπολις Κόλαξιν

ὃς χαρίτων μὲν ὄζει, καλλαβίδας δὲ βαίνει, σησαμίδας δὲ χέζει, μῆλα δὲ χρέμπτεται.
Ἀντιφάνης Δευκαλίωνι·
σησαμίδας ἢ μελίπηκτα ἢ τοιοῦτό τι.
μνημονεύει αὐτῶν καὶ Ἔφιππος ἐν Κύδωνι· πρόκειται τὸ μαρτύριον.

μύλλοι. Ἡρακλείδης ὁ Συρακόσιος ἐν τῷ περὶ Θεσμῶν ἐν Συρακούσαις φησὶ τοῖς Παντελείοις τῶν Θεσμοφορίων ἐκ σησάμου καὶ μέλιτος κατασκευάζεσθαι ἐφήβαια γυναικεῖα, ἃ καλεῖσθαι κατὰ πᾶσαν Σικελίαν μυλλοὺς καὶ περιφέρεσθαι ταῖς θεαῖς.

ἐχῖνός ;. Λυγκεὺς ὁ Σάμιος ἐν τῇ πρὸς

Διαγόραν Ἐπιστολῇ ἐκ παραλλήλου τιθεὶς τὰ κατὰ τὴν Ἀττικὴν ἐξαιρέτως γινόμενα τοῖς ἐν τῇ Ῥόδῳ γράφει οὕτως·
τῇ δὲ περὶ τὸν ἄμητα δόξῃ τὸν καινὸν ἀνταγωνιστὴν ἐπὶ τῆς δευτέρας εἰσάγουσα τραπέζης ἐχῖνον. ὑπὲρ οὗ νῦν μὲν ἐπὶ κεφαλαίου· παραγενομένου δὲ σοῦ καὶ συντεθέντος κατὰ τοὺς ἐν Ῥόδῳ νόμους ἅμα μασησαμένου πειράσομαι πλείω περιθεῖναι λόγον.

κοτυλίσκοι. Ἡρακλέων ὁ Ἐφέσιος πλακοῦντὰς τινάς φησιν οὕτω καλεῖσθαι τοὺς ἐκ τρίτου μέρους τῆς χοίνικος γινομένους.

χοιρίναι. τούτων μνημονεύει Ἰατροκλῆς ἐν τῷ περὶ Πλακούντων καὶ τοῦ πυραμοῦντος καλουμένου, οὐ διαφέρειν λέγων τῆς πυραμίδος καλουμένης· γίνεσθαι γὰρ ταύτην ἐκ πυρῶν πεφωσμένων καὶ μέλιτι δεδευμένων. αὗται δὲ ἆθλα τίθενται ταῖς παννυχίσι τῷ διαγρυπνήσαντι.

Χρύσιππος δὲ ὁ Τυανεὺς ἐν τῷ ἐπιγραφομένῳ Ἀρτοκοπικῷ εἴδη πλακούντων καὶ γένη τάδε ἀναγράφει·

Τερεντῖνον, Κρασσιανόν, Τουτιανόν,
Σαβελλικὸν κλοῦστρον, Ἰουλιανόν, Ἀπικιανόν, Κανωπικά, περλούκιδον, Καππαδοκικόν, ἡδύβια, μαρυπτόν, πλίκιον, γουττᾶτον, Μοντιανὸν· τοῦτον, φησί, μάξεις ἐξ οἴνου σκληρόν· εἰ δέ σοι τυρίον παρέσται, ἥμισυ μάξεις ἐξ οἴνου καὶ ἥμισυ ἐκ τυροῦ· ἡδονικώτερον γὰρ γίνεται. κλοῦστρον Κυριανόν, κλοῦστρον γουττᾶτον, κλοῦστρον Φαβωνιανόν. μουστάκια ἐξ οἰνομέλιτος, μουστάκια σησαμᾶτα, κλοῦστρον πούριον, γωσλωανιον, Παυλινιανόν. ἐκ τυροῦ δέ, φησί, γίνεται πλακουντηρὰ τάδε· ἔγχυτος, σκριβλίτης, σουβίτυλλος. γίνεται δὲ καὶ ἐξ ἄλικος σουβίτυλλος. σπῖρα· καὶ οὗτος ἐκ τυροῦ γίνεται· λούκουντλοι, ἀργυροτρύφημα, λίβος, κίρκλος λιξόλας, κλουστροπλακοῦς. γίνεται δέ, φησί, καὶ ὀρυζίτης πλακοῦς. ὁ δὲ φθοῖς οὕτω γίγνεται· τυρὸν ἐκπιέσας τρῖβε καὶ ἐμβαλὼν ἐς κόσκινον χάλκεον διήθει, εἶτ’ ἐπίβαλε μέλι καὶ σελίγνεως ἡμίναν καὶ συμμάλαξον εἰς ἕν. κάτιλλος δὲ ὀρνᾶτος ὁ λεγόμενος παρὰ Ῥωμαίοις οὕτως γίγνεται· θρίδακας πλύνας ξέσον καὶ ἐμβαλὼν οἶνον
εἰς θυίαν τρῖβε τὰς θρίδακας, εἶτα τὸν χυλὸν ἐκπιέσας σελίγνιον συμφύρασον αὐτῷ καὶ συμπεσεῖν ἐάσας μετ’ ὀλίγον τρῖψον εὐτόνως, προσβαλὼν ὀλίγον στέατος χοιρείου καὶ πέπερι, καὶ πάλιν τρίψας ἕλκυσον λάγανον καὶ λειάνας ἐκτεμὼν κατάτεμνε καὶ ἕψε εἰς ἔλαιον θερμότατον εἰς ἠθμὸν βαλὼν τὰ κατακεκομμένα. ἄλλα πλακούντων γένη· ὀστρακίτης, ἀττανῖται, ἄμυλον, τυροκόσκινον. τυρὸν ἐκπίεσας καλῶς θὲς εἰς ἄγγος, εἶτ’ ἄνω κόσκινον χαλκοῦν ἐπιθεὶς δίαγε τὸν τυρόν. ὅταν δὲ μέλλῃς προσφέρειν, βάλε μέλιτος αὔταρκες ἐπάνω. ὑποτυρίδες δὲ οὕτως γίνονται· εἰς γάλα βαλὼν μέλι ἐκπίεσον καὶ βάλε εἰς σκεῦος καὶ ἔα παγῆναι. ἐὰν δέ σοι παρῇ κοσκίνια μικρά, ἐπίβαλε εἰς αὐτὰ τὸ σκεῦος, καὶ ἔα ἐκρεῖν τὸν ὀρόν. καὶ ὅταν σοὶ δόξῃ πεπηγέναι, ἄρας τὸ σκεῦος μετάβαλε εἰς ἀργύρωμα, καὶ ἔσται ἡ ὄψις ἄνωθεν, ἐὰν δὲ μὴ ᾖ κοσκίνια, φλαβιλλίοις καινοῖς χρῶ, ἐν οἷς τὸ πῦρ ῥιπίζεται· τὴν γὰρ αὐτὴν ποιεῖ χρείαν. κοπτοπλακοῦς. ἐν Κρήτῃ δέ, φησίν, πλακουντάριον ποιοῦσιν ὅπερ ὀνομάζουσι γάστριν. γίνεται δὲ οὕτως· κάρυα Θάσια καὶ Ποντικὰ καὶ ἀμύγδαλα, ἔτι δὲ μήκων, ἃ φρύξας θεράπευσον καλῶς καὶ εἰς θυίαν καθαρὰν
τρῖψον ἐπιμελῶς· συμμίξας τε τὴν ὀπώραν μάλαξον μέλιτι ἡψημένῳ, προσβαλὼν πέπερι πλέον καὶ μάλαξον γίνεται δὲ μέλαν διὰ τὴν μήκωνα. διαπλατύνας ποίησον τετράγωνον. εἶτα σήσαμον λευκὸν τρίψας μάλαξον μέλιτι ἡψημένῳ καὶ ἕλκυσον λαγάνια δύο καὶ ἓν θὲς ὑποκάτω καὶ τὸ ἄλλο ἐπάνω, ἵνα τὸ μέλαν εἰς μέσον γένηται, εὖ ῥύθμισόν τε αὐτό.
ταῦτα καὶ ὁ σοφὸς πεμματολόγος Χρύσιππος.

Ἁρποκρατίων δὲ ὁ Μενδήσιος ἐν τῷ περὶ Πλακούντων τὴν παρ’ Ἀλεξανδρεῦσι καλουμένην παγκαρπίαν ---καλεῖ. ᾽ἴτρια δ’ ἐστὶ ταῦτα συντεθρυμμένα μετὰ μέλιτος ἑψόμενα· καὶ μετὰ τὴν ἕψησιν σφαιρηδὸν συντεθέντα περιδεῖται βύβλῳ λεπτῇ ἕνεκα τοῦ συμμένειν.

Πόλτου δὲ μνημονεύει Ἀλκμὰν οὕτως·

ἤδη παρέξει πυάνιόν τε πολτὸν ὁ χίδρον τε λευκὸν κηρίναν τ’ ὀπώραν.
ἐστὶ δὲ τὸ πυάνιον, ὥς φησι Σωσίβιος, πανσπερμία ἐν γλυκεῖ ἡψημένη· χίδρον δὲ οἱ ἑφθοὶ πυροί. κηρίναν δὲ ὀπώραν λέγει τὸ μέλι. καὶ Ἐπίχαρμος δὲ οὕτως λέγει ἐν Γῇ καὶ Θαλάσσῃ·
πολτὸν ἕψειν ὄρθριον.
καὶ τῶν καλουμένων δὲ μελικηρίδων μνημονεύει Φερεκράτης ἐν Αὐτομόλοις οὕτως ·
ὥσπερ τῶν αἰγιδίων ὄζειν ἐκ τοῦ στόματος μελικήρας.

λεχθέντων καὶ τούτων ὁ σοφὸς Οὐλπιανὸς ἔφη·

πόθεν ὑμῖν, ὦ πολυμαθέστατοι γραμματικοί, καὶ ἐκ ποίας βιβλιοθήκης ἀνεφάνησαν οἱ σεμνότατοι οὗτοι συγγραφεῖς Χρύσιππος καὶ Ἁρποκρατίων, διαβάλλοντες καλῶν ὀνόματα φιλοσόφων τῇ ὁμωνυμίᾳ τίς; δὲ καὶ ἡμίναν Ἑλλήνων ὠνόμασεν ἢ τίς ἀμύλου μνημονεύει;
ἀπαντήσαντος δ’ αὐτῷ τοῦ Λαρηνσίου καὶ εἰπόντος·
τὴν μὲν ἡμίναν οἱ τὰ εἰς Ἐπίχαρμον ἀναφερόμενα ποιήματα πεποιηκότες οἴδασι, κἀν τῷ Χείρωνι ἐπιγραφομένῳ οὕτως λέγεται·
καὶ πιεῖν ὕδωρ διπλάσιον χλιαρόν, ἡμίνας δύο,
τὰ δὲ ψευδεπιχάρμεια ταῦτα ὅτι πεποιήκασιν ἄνδρες ἔνδοξοι --- Χρυσόγονός τε ὁ αὐλητής, ὥς φησιν Ἀριστόξενος ἐν ὀγδόῳ Πολιτικῶν Νόμων, τὴν Πολιτείαν ἐπιγραφομένην --- Φιλόχορος δ’ ἐν τοῖς περὶ Μαντικῆς Ἀξιόπιστον τὸν εἴτε Λοκρὸν γένος ἢ Σικυώνιον τὸν Κανόνα καὶ τὰς Γνώμας πεποιηκέναι φησίν. ὁμοίως δὲ ἱστορεῖ καὶ Ἀπολλόδωρος, τοῦ δὲ ἀμύλου μνημονεύει Τηλεκλείδης ἐν Στερροῖς οὑτωσὶ λέγων ι
φιλῶ πλακοῦντα θερμόν, ἀχράδας οὐ φιλῶ, χαίρω λαγῴοις ἐπ’ ἀμύλῳ καθημένοις.

τούτων ἀκούσας ὁ Οὐλπιανὸς ἔφη·

ἀλλ’ ἐπειδὴ καὶ κοπτήν τινα καλεῖτε, ὁρῶ δὲ ἑκάστῳ κειμένην ἐπὶ τῆς τραπέζης, λέγετε ἡμῖν, ὦ λίχνοι, τίς τοῦ ὀνόματος τούτου τῶν ἐνδόξων μνημονεύει.
καὶ ὁ Δημόκριτος ἔφη·
τὸ μὲν θαλάσσιον πράσον κοπτήν φησι καλεῖσθαι Διονύσιος ὁ Ἰτυκαῖος ἐν ἑβδόμῳ Γεωργικῶν. τοῦ δὲ ἡμῖν παρακειμένου μελιπήκτου μέμνηται Κλέαρχος ὁ Σολεὺς ἐν τῷ περὶ Γρίφων· οὑτωσὶ λέγων ᾽ σκεύη κελεύοντι λέγειν ὁποῖα εἰπεῖν
τρίπους, χύτρα, λυχνεῖον, ἀκταία, βάθρον, σπόγγος, λέβης, σκαφεῖον, ὅλμος, λήκυθος, σπυρίς, μάχαιρα, τρυβλίον, κρατήρ, ῥαφίς,
ἢ πάλιν ὄψων οὕτως·
ἔτνος, φακῆ, τάριχος, ἰχθύς, γογγυλίς, σκόροδον, κρέας, θύννειον, ἅλμη, κρόμμυον, σκόλυμος, ἐλαία, κάππαρις, βολβός, μύκης.
ἐπί τε τῶν τραγημάτων ὁμοίως·
ἄμης,
πλακοῦς, ἔντιλτος, ἴτριον, ῥόα, ᾠόν, ἐρέβινθος, σησάμη, κοπτή, βότρυς, ἰσχάς, ἄπιος, πέρσεια, μῆλ᾽, ἀμύγδαλα
ταῦτα μὲν ὁ Κλέαρχος. ὁ δὲ φλυακογράφος Σώπατρος ἐν τῷ ἐπιγραφομένῳ Πύλαι δράματί φησιν
τίς δ’ ἀναρίθμου μήκωνος εὗρε κοπτὰς ἢ κνηκοπύρους ἡδονὰς τραγημάτων ἔμιξεν;
ἀπέχεις, ὦ καλέ μου λογιστὰ Οὐλπιανέ, τὴν κοπτὴν ἧς συμβουλεύω σοι ἀπεσθίειν.
καὶ ὃς οὐδὲν μελλήσας ἀνελόμενος ἤσθιεν. γελασάντων δὲ πάντων ἔφη ὁ Δημόκριτος·
ἀλλ’ οὐκ ἐσθίειν σοι προσέταξα, καλὲ ὀνοματοθήρα, ἀλλὰ μὴ ἐσθίειν· τὸ γὰρ ἀπεσθίειν οὕτως εἴρηκεν ἐν Φινεῖ ὁ κωμῳδιοποιὸς Θεόπομπος·
παῦσαι κυβεύων, μειράκιον, καὶ τοῖς βλίτοις διαχρῶ τὸ λοιπόν, κοιλίαν σκληρὰν ἔχεις· τὰ πετραῖα τῶν ἰχθυδίων ἀπέσθιε· ἡ τρὺξ ἄριστόν ἐστιν εἰς εὐβουλίαν.
ταῦτ’ ἢν ποῇς, ῥᾴων ἔσει τὴν οὐσίαν. χρῶνται δὲ τῷ ἀπεσθίειν καὶ ἀντὶ τοῦ ἀπό τινος ἐσθίειν, ὡς Ἕρμιππος ἐν Στρατιώταις·
οἴμοι τάλας, δάκνει, δάκνει, ἀπεσθίει μου τὴν ἀκοήν.