Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

τὸ δὲ παλαιὸν ἐτηρεῖτο περὶ τὴν μουσικὴν τὸ
καλὸν καὶ πάντ’ εἶχε κατὰ τὴν τέχνην τὸν οἰκεῖον αὑτοῖς κόσμον. διόπερ ἦσαν ἴδιοι καθ’ ἑκάστην ἁρμονίαν αὐλοὶ καὶ ἑκάστοις αὐλητῶν ὑπῆρχον αὐλοὶ ἑκάστῃ ἁρμονίᾳ πρόσφοροι ἐν τοῖς ἀγῶσι Πρόνομος δ’ ὁ Θηβαῖος πρῶτος ηὔλησεν ἀπὸ τῶν αὐτῶν αὐλῶν πάσας τὰς ἁρμονίας, νῦν δὲ εἰκῇ καὶ ἀλόγως ἅπτονται τῆς μουσικῆς, καὶ πάλαι μὲν τὸ παρὰ τοῖς ὄχλοις εὐδοκιμεῖν σημεῖον ἦν κακοτεχνίας· ὅθεν καὶ Ἀσωπόδωρος ὁ Φλιάσιος κροταλιζομένου ποτέ τινος τῶν αὐλητῶν διατρίβων αὐτὸς ἔτι ἐν τῷ ὑποσκηνίῳ
τί τοῦτ᾽; εἶπεν, δῆλον ὅτι μέγα κακόν γέγονεν,
ὡς οὐκ ἂν ἄλλως ἐν τοῖς πολλοῖς εὐδοκιμήσαντος. οἶδα δέ τινας τοῦθ’ ἱστορήσαντας ὡς Ἀντιγενείδου εἰπόντος.ʼ καίτοι οἱ καθ’ ἡμᾶς γε τέλος ποιοῦνται τῆς τέχνης τὴν παρὰ τοῖς θεάτροις εὐημερίαν. διόπερ Ἀριστόξενος ἐν τοῖς Συμμίκτοις Συμποτικοῖς
ὅμοιον,
φησί, ποιοῦμεν Ποσειδωνιάταις τοῖς ἐν τῷ Τυρσηνικῷ κόλπῳ κατοικοῦσιν. οἷς συνέβη τὰ μὲν ἐξ ἀρχῆς Ἕλλησιν οὖσιν ἐκβεβαρβαρῶσθαι Τυρρηνοῖς ἢ Ῥωμαίοις γεγονόσι, καὶ τήν τε φωνὴν μεταβεβληκέναι τά τε λοιπὰ τῶν ἐπιτηδευμάτων, ἄγειν δὲ μίαν τινὰ αὐτοὺς τῶν ἑορτῶν τῶν Ἑλληνικῶν ἔτι καὶ νῦν, ἐν ᾗ συνιόντες ἀναμιμνήσκονται τῶν ἀρχαίων ἐκείνων ὀνομάτων τε καὶ νομίμων καὶ ἀπολοφυράμενοι πρὸς ἀλλήλους καὶ ἀποδακρύσαντες ἀπέρχονται, οὕτω δὴ οὖν, φησί, καὶ ἡμεῖς, ἐπειδὴ καὶ τὰ θέατρα ἐκβεβαρβάρωται καὶ εἰς μεγάλην διαφθορὰν προελήλυθεν ἡ πάνδημος αὕτη μουσική, καθ’ αὑτοὺς γενόμενοι ὀλίγοι ἀναμιμνησκόμεθα οἵα ἦν ἡ μουσική.
ταῦτα μὲν ὁ Ἀριστόξενος.

κἀμοὶ δὲ διὰ τοῦτο φαίνεται φιλοσοφητέον εἶναι περὶ μουσικῆς. καὶ γὰρ Πυθαγόρας ὁ Σάμιος τηλικαύτην δόξαν ἔχων ἐπὶ φιλοσοφίᾳ καταφανής ἐστιν ἐκ πολλῶν οὐ παρέργως ἁψάμενος μουσικῆς· ὅς γε καὶ τὴν τοῦ παντὸς οὐσίαν διὰ μουσικῆς ἀποφαίνει συγκειμένην. τὸ δ’ ὅλον ἔοικεν ἡ παλαιὰ τῶν Ἑλλήνων σοφία τῇ μουσικῇ μάλιστ’ εἶναι

δεδομένη. καὶ διὰ τοῦτο τῶν μὲν θεῶν Ἀπόλλωνα, τῶν δὲ ἡμιθέων Ὀρφέα μουσικώτατον καὶ σοφώτατον ἔκρινον καὶ πάντας τοὺς χρωμένους τῇ τέχνῃ ταύτῃ σοφιστὰς ἀπεκάλουν, ὥσπερ καὶ Αἰσχύλος ἐποίησεν
εἴτ’ οὖν σοφιστὴς σκαιὰ παραπαίων χέλυν.
ὅτι δὲ πρὸς τὴν μουσικὴν οἰκειότατα διέκειντο οἱ ἀρχαῖοι δῆλον καὶ ἐξ Ὁμήρου· ὃς διὰ τὸ μεμελοποιηκέναι πᾶσαν ἑαυτοῦ τὴν ποίησιν ἀφροντιστὶ πολλοὺς ἀκεφάλους ποιεῖ στίχους καὶ λαγαρούς, ἔτι δὲ μειούρους. Ξενοφάνης δὲ καὶ Σόλων καὶ Θέογνις καὶ Φωκυλίδης, ἔτι δὲ Περίανδρος ὁ Κορίνθιος ἐλεγειοποιὸς καὶ τῶν λοιπῶν οἱ μὴ προσάγοντες πρὸς τὰ ποιήματα μελῳδίαν ἐκπονοῦσι τοὺς στίχους τοῖς ἀριθμοῖς καὶ τῇ τάξει τῶν μέτρων καὶ σκοποῦσιν ὅπως αὐτῶν μηθεὶς μήτε ἀκέφαλος ἔσται μήτε λαγαρὸς μήτε μείουρος. ἀκέφαλοι δέ εἰσιν οἱ ἐπὶ τῆς ἀρχῆς τὴν χωλότητα ἔχοντες ·
ἐπειδὴ νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο· ἐπίτονος τετάνυστο βοὸς ἶφι κταμένοιο.
λαγαροὶ δὲ οἱ ἐν μέσῳ, οἷον
αἶψα δ’ ἄρ’ Αἰνείαν φίλον υἱὸν Ἀγχίσαο. τῶν αὖθ’ ἡγείσθην Ἀσκληπιοῦ δύο παῖδε.
μείουροι δ’ εἰσὶν οἱ ἐπὶ τῆς ἐκβολῆς, οἷον
Τρῶες δ’ ἐρρίγησαν ὅπως ἴδον αἴολον ὄφιν. καλὴ Κασσιέπεια θεοῖς δέμας ἐοικυῖα. τοῦ φέρον ἐμπλήσας ἀσκὸν μέγαν, ἐν δὲ καὶ ἤια.

διετήρησαν δὲ μάλιστα τῶν Ἑλλήνων Λακεδαιμόνιοι τὴν μουσικήν, πλείστῃ αὐτῇ χρώμενοι, καὶ συχνοὶ παρ’ αὐτοῖς ἐγένοντο μελῶν ποιηταί. τηροῦσιν δὲ καὶ νῦν τὰς ἀρχαίας ᾠδὰς ἐπιμελῶς πολυμαθεῖς τε εἰς ταύτας εἰσὶ καὶ ἀκριβεῖς, ὅθεν καὶ Πρατίνας φησί·

Λάκων ὁ τέττιξ εὔτυκος εἰς χορόν.
διὸ καὶ οἱ ποιηταὶ διετέλουν προσαγορεύοντες οὕτως τὰς ᾠδάς
γλυκυτάτων πρύτανιν ὕμνων
καὶ
μέλεα μελιπτέρωτα Μουσᾶν.
ἀπὸ γὰρ τῆς τοῦ βίου σωφροσύνης καὶ αὐστηρίας μετέβαινον ἀσμένως ἐπὶ τὴν μουσικήν, ἐχούσης τὸ κηλητικὸν τῆς ἐπιστήμης. εἰκότως οὖν ἐγίνετο χαίρειν τοὺς ἀκροωμένους.
ἐκάλουν δὲ καὶ χορηγούς, ὥς φησιν ὁ Βυζάντιος
Δημήτριος ἐν τετάρτῳ περὶ Ποιημάτων, οὐχ ὥσπερ νῦν τοὺς μισθουμένους τοὺς χορούς, ἀλλὰ τοὺς καθηγουμένους τοῦ χοροῦ, καθάπερ αὐτὸ τοὔνομα σημαίνει. καὶ τὸ χρηστομουσεῖν καὶ μὴ παραβαίνειν τοὺς ἀρχαίους τῆς μουσικῆς νόμους. συνέβαινε δὲ τὸ μὲν παλαιὸν φιλομουσεῖν τοὺς Ἕλληνας· μετὰ δὲ ταῦτα γενομένης ἀταξίας καταγηρασάντων σχεδὸν ἁπάντων τῶν ἀρχαίων νομίμων ἥ τε προαίρεσις αὕτη κατελύθη καὶ τρόποι μουσικῆς φαῦλοι κατεδείχθησαν, οἷς ἕκαστος τῶν χρωμένων ἀντὶ μὲν πρᾳότητος περιεποιεῖτο μαλακίαν, ἀντὶ δὲ σωφροσύνης ἀκολασίαν καὶ ἄνεσιν. ἔτι δ’ ἴσως τοῦτο μᾶλλον καὶ ἐπὶ πλέον προαχθήσεται ἐὰν μή τις ἀγάγῃ πάλιν εἰς τὸ συμφανὲς τὴν πάτριον μουσικήν. τὸ παλαιὸν γὰρ καὶ τῶν ἡρώων τὰς πράξεις καὶ τῶν θεῶν τοὺς ὕμνους δι’ ᾠδῆς ἐποιοῦντο. Ὅμηρος γοῦν φησιν ἐπ’ Ἀχιλλέως·
ἄειδε δ’ ἄρα κλέα ἀνδρῶν,
ἤτοι ἡρώων, καὶ τὸν Φήμιον δέ φησιν ὅτι
πολλὰ βροτῶν θελκτήρια οἶδεν, ἔργ’ ἀνδρῶν τε θεῶν τε, τά τε κλείουσιν ἀοιδοί.
τὸ δὲ ἔθος τοῦτο καὶ παρὰ τοῖς βαρβάροις ἐσῴζετο, ὥς φησι Δίνων ἐν τοῖς Περσικοῖς. τὴν γοῦν Κύρου τοῦ πρώτου ἀνδρείαν καὶ τὸν μέλλοντα πόλεμον ἔσεσθαι πρὸς Ἀστυάγην προείδοντο οἱ
ᾠδοί.
ὅτε γάρ φησίν ᾐτήσατο τὴν εἰς Πέρσας ἀποδημίαν ὁ Κῦρος ἐγεγόνει δὲ αὐτοῦ πρότερον ἐπὶ τῶν ῥαβδοφόρων, εἶθ’ ὕστερον ἐπὶ τῶν ὁπλοφόρων καὶ ἀπῆλθεν εὐωχουμένου οὖν τοῦ Ἀστυάγους μετὰ τῶν φίλων τότε ᾽ Ἀγγάρης τις ὄνομα οὗτος δ’ ἦν τῶν ᾠδῶν ὁ ἐνδοξότατος ᾖδεν εἰσκληθεὶς τά τε ἄλλα τῶν εἰθισμένων καὶ τὸ ἔσχατον εἶπεν ὡς ἀφεῖται εἰς τὸ ἕλος θηρίον μέγα, θρασύτερον ὑὸς ἀγρίου ὃ ἂν κυριεύσῃ τῶν καθ’ αὑτὸ τόπων, πολλοῖς μετ’ ὀλίγον ῥᾳδίως μαχεῖται, ἐρομένου δὲ τοῦ Ἀστυάγους ᾽ ποῖον θηρίον; ᾽ ἔφη Κῦρον τὸν Πέρσην νομίσας οὖν ὀρθῶς αὐτὸν ὑπωπτευκέναι καὶ μεταπεμπόμενος ---οὐδὲν ὤνησεν.

ἐγὼ δὲ ἔχων ἔτι πολλὰ λέγειν περὶ μουσικῆς αὐλῶν ἀκούων βόμβου καταπαύσω τὸ πολυλογεῖν, τὰ ἐκ Φιλαύλου Φιλεταίρου ἐπειπών·

ὦ Ζεῦ, καλὸν γ’ ἔστ’ ἀποθανεῖν αὐλούμενον. τούτοις ἐν Ἅιδου γὰρ μόνοις ἐξουσία ἀφροδισιάζειν ἐστίν. οἱ δὲ τοὺς τρόπους ῥυπαροὺς ἔχοντες μουσικῆς ἀπειρίᾳ εἰς τὸν πίθον φέρουσι τὸν τετρημένον. μετὰ δὲ ταῦτα ζητήσεως γενομένης περὶ
σαμβύκης
ἔφη ὁ Μασούριος ὀξύφθογγον εἶναι μουσικὸν ὄργανον τὴν σαμβύκην διειλέχθαι τε περὶ αὐτοῦ Εὐφορίωνα τὸν ἐποποιὸν ἐν τῷ περὶ Ἰσθμίων, χρῆσθαι φήσας αὐτῷ Πάρθους καὶ Τρωγλοδύτας τετραχόρδῳ ὄντι ἱστορεῖν δὲ τοῦτο Πυθαγόραν ἐν τῷ περὶ τῆς Ἐρυθρᾶς Θαλάσσης, καλεῖται δέ τι καὶ τῶν πολιορκητικῶν ὀργάνων σαμβύκη, οὗ τό τε σχῆμα καὶ τὴν κατασκευὴν ἀποδείκνυσι Βίτων ἐν τῷ πρὸς Ἄτταλον περὶ Ὀργάνων. καὶ Ἀνδρέας ὁ Πανορμίτης ἐν τῷ τριακοστῷ τρίτῳ τῶν Σικελικῶν τῶν κατὰ πόλιν, ὡς ἀπὸ δύο νεῶν προσάγοιτο τοῖς τῶν ἐναντίων τείχεσι· καλεῖσθαί τε σαμβύκην, ἐπειδὴ ὅταν ἐξαρθῇ γίνεται σχῆμα νεὼς καὶ κλίμακος ἑνοποιούμενον ὅμοιον, δέ τί ἐστιν καὶ τὸ τῆς σαμβακης. μόσχος δ’ ἐν πρώτῳ Μηχανικῶν Ῥωμαικὸν εἶναι λέγει τὸ μηχάνημα καὶ Ἡρακλείδην τὸν Ταραντῖνον εὑρεῖν αὐτοῦ τὸ εἶδος. Πολύβιος δ’ ἐν τῇ ὀγδόῃ τῶν Ἱστοριῶν
Μάρκελλος, φησί, δυσχρηστούμενος ἐν τῇ Συρακουσῶν πολιορκίᾳ ὑπὸ τῶν Ἀρχιμήδους κατασκευασμάτων ἔλεγεν ταῖς μὲν ναυσὶν αὑτοῦ κυαθίζειν ἐκ θαλάσσης Ἀρχιμήδην, τὰς δὲ σαμβύκας ῥαπιζομένας ὥσπερ ἐκ πότου μετ’ αἰσχύνης ἐκπεπτωκέναι.

εἰπόντος δὲ ἐπὶ τούτοις Αἰμιλιανοῦ·
ἀλλὰ μήν, ὦ ἑταῖρε Μασούριε, πολλάκις καὶ αὐτὸς ἐν ἐννοίᾳ γίνομαι, μουσικῆς ὢν ἐραστής, περὶ τῆς μαγάδιδος καλουμένης, πότερον αὐλῶν εἶδος ἢ κιθάρας ἐστίν, ὁ μὲν γάρ ἥδιστος Ἀνακρέων λέγει που·
ψάλλω δ’ εἴκοσι χορδαῖσι μάγαδιν ἔχων, ὦ Λεύκασπι, σὺ δ’ ἡβᾷς.
Ἴων δ’ ὁ Χῖος ἐν Ὀμφάλῃ ὡς περὶ αὐλῶν λέγει διὰ τούτων
Λυδός τε μάγαδις αὐλὸς ἡγείσθω βοῆς.
ὅπερ ἐξηγούμενος ἰαμβεῖον Ἀρίσταρχος ὁ γραμματικός, ὃν μάντιν ἐκάλει Παναίτιος ὁ ʽ Ῥόδιος φιλόσοφος διὰ τὸ ῥᾳδίως καταμαντεύεσθαι τῆς τῶν ποιημάτων διανοίας, γένος αὐλοῦ φησιν εἶναι τὸν μάγαδιν, οὔτ’ Ἀριστοξένου τοῦτ’ εἰπόντος ἐν τοῖς.περὶ Αὐλητῶν ἢ ἐν τοῖς περὶ Αὐλῶν καὶ ᾽ι Ὀργάνων, ἀλλὰ μὴν οὐδὲ Ἀρχεστράτου· πεποίηται γὰρ καὶ τούτῳ δύο βυβλία περὶ Αὐλητῶν, οὐκ εἶπεν δὲ τοῦτο οὐδὲ Πύρρανδρος ἐν τῷ περὶ Αὐλητῶν, οὐδὲ Φίλλις ὁ Δήλιος. ξυνέγραψε γὰρ καὶ οὗτος περὶ Αὐλητῶν καὶ Εὐφράνωρ. Τρύφων δ’ ἐν δευτέρῳ περὶ Ὀνομασιῶν λέγει οὕτως
ὁ μάγαδις καλούμενος αὐλός. καὶ πάλιν ὁ
μάγαδις ἐν ταὐτῷ ὀξὺν καὶ βαρὺν φθόγγον ἐπιδείκνυται, ὡς Ἀναξανδρίδης ἐν Ὁπλομάχῳ φησίν
μαγάδι λαλήσω μικρὸν ἅμα σοι καὶ μέγα.
τὴν ἀπορίαν οὖν μοι ταύτην οὐδεὶς ἄλλος δυνήσεται ἀπολύσασθαι, καλὲ Μασούριε, ἢ σύ.

καὶ ὃς ἔφη·

Δίδυμος ὁ γραμματικὸς ἐν ταῖς εἰς Ἴωνα Ἀντεξηγήσεσιν, ἑταῖρε Αἰμιλιανέ, μάγαδιν αὐλὸν ἀκούει τὸν κιθαριστήριον οὗ μνημονεύειν Ἀριστόξενον ἐν πρώτῳ περὶ Αὐλῶν Τρήσεως λέγοντα πέντε γένη εἶναι αὐλῶν, παρθενίους, παιδικούς, κιθαριστηρίους, τελείους, ὑπερτελείους.
ἢ ἐλλείπειν οὖν δεῖ παρὰ τῷ Ἴωνι τόν τε σύνδεσμον, ἵν’ ᾖ μάγαδις αὐλὸς θ’ ὁ προσαυλούμενος τῇ μαγάδιδι. ἡ γὰρ μάγαδις ὄργανόν ἐστι ψαλτικόν, ὡς Ἀνακρέων φησί, Λυδῶν τε εὕρημα, διὸ καὶ τὰς Λυδὰς ψαλτρίας φησὶν εἶναι ὁ Ἴων ἐν τῇ Ὀμφάλῃ διὰ τούτων
ἀλλ’ εἶα, Λυδαὶ ψάλτριαι, παλαιθέτων ὕμνων ἀοιδοί, τὸν ξένον κοιμήσατε.
Θεόφιλος δ’ ὁ κωμικὸς ἐν Νεοπτολέμῳ καὶ τὸ τῇ μαγάδιδι ψάλλειν μαγαδίζειν λέγει ἐν τούτοις·
πονηρὸν υἱὸν καὶ πατέρα καὶ μητέρα ἐστὶν μαγαδίζειν ἐπὶ τροχοῦ καθημένους· οὐδεὶς γὰρ ἡμῶν ταὐτὸν ᾄσεται μέλος.
Εὐφορίων δὲ ἐν τῷ περὶ Ἰσθμίων παλαιὸν μέν φησι τὸ ὄργανον εἶναι τὴν μάγαδιν, μετασκευασθῆναι δ’ ὀψέ ποτε καὶ σαμβύκην μετονομασθῆναι. πλεῖστον δ’ εἶναι τοῦτο τὸ ὄργανον ἐν Μιτυλήνῃ, ὡς καὶ μίαν τῶν Μουσῶν ἔχουσαν αὐτὸ ὑπὸ Λεσβοθέμιδος ποιηθῆναι ἀρχαίου ἀγαλματοποιοῦ. Μέναιχμος δ’ ἐν τοῖς περὶ Τεχνιτῶν τὴν πηκτίδα, ἣν τὴν αὐτὴν εἶναι τῇ μαγάδιδι, Σαπφώ φησιν εὑρεῖν. Ἀριστόξενος δὲ τὴν μάγαδιν καὶ τὴν πηκτίδα χωρὶς πλήκτρου διὰ ψαλμοῦ παρέχεσθαι τὴν χρείαν. ὅπερ καὶ Πίνδαρον εἰρηκέναι ἐν τῷ πρὸς Ἱέρωνα σκολίῳ, τὴν μάγαδιν ὀνομάσαντα
ψαλμὸν ἀντίφθογγον,
διὰ τὸ διὰ δύο γενῶν ἅμα καὶ διὰ πασῶν ἔχειν τὴν συνῳδίαν ἀνδρῶν τε καὶ παίδων. καὶ Φρύνιχος δ’ ἐν Φοινίσσαις εἴρηκε·
ψαλμοῖσιν ἀντίσπαστ’ ἀείδοντες μέλη.
καὶ Σοφοκλῆς ἐν Μυσοῖς·
πολὺς δὲ Φρὺξ τρίγωνος, ἀντίσπαστά τε Λυδῆς ἐφύμνει πηκτίδος συγχορδία.

διαποροῦσι δ’ ἔνιοι ὅπως τῆς μαγάδιδος οὔσης κατὰ Ἀνακρέοντα ὀψὲ γάρ ποτε τὰ πολύχορδα ὀφθῆναι μνημονεύων αὐτῆς ὁ Ἀνακρέων λέγει·

ψάλλω δ’ εἴκοσι χορδαῖσι μάγαδιν ἔχων, ὦ Λεύκασπι.
καὶ ὁ μὲν Ποσειδώνιὸς φησιν τριῶν μελῳδιῶν αὐτὸν μνημονεύειν, Φρυγίου τε καὶ Δωρίου καὶ Λυδίου· ταύταις γὰρ μόναις τὸν Ἀνακρέοντα κεχρῆσθαι· ὧν ζ’ χορδαῖς ἑκάστης περαινομένης εἰκότως φάναι ψάλλειν αὐτὸν κ’ χορδαῖς, τῷ ἀρτίῳ χρησάμενον ἀριθμῷ τὴν μίαν ἀφελόντα. ἀγνοεῖ δ’ ὁ Ποσειδώνιος ὅτι ἀρχαῖόν ἐστιν ὄργανον ἡ μάγαδις, σαφῶς Πινδάρου λέγοντος τὸν Τέρπανδρον ἀντίφθογγον εὑρεῖν τῇ παρὰ Λυδοῖς πηκτίδι τὸν βάρβιτον
τὸν ῥα Τέρπανδρός ποθ’ ὁ Λέσβιος εὗρε πρῶτος ἐν δείπνοισι Λυδῶν ψαλμὸν ἀντίφθογγον ὑψηλᾶς ἀκούων πηκτίδος.
πηκτὶς δὲ καὶ μάγαδις ταὐτόν, καθά φησιν ὁ Ἀριστόξενος καὶ Μέναιχμος ὁ Σικυώνιος ἐν τοῖς περὶ
Τεχνιτῶν. καὶ τὴν Σαπφὼ δέ φησιν οὗτος, ἥτις ἐστὶν Ἀνακρέοντος πρεσβυτέρα, πρώτην χρήσασθαι τῇ πηκτίδι. ὅτι δὲ καὶ Τέρπανδρος ἀρχαιότερος Ἀνακρέοντος δῆλον ἐκ τούτων τὰ Κάρνεια πρῶτος πάντων Τέρπανδρος νικᾷ, ὡς Ἑλλάνικος ἱστορεῖ ἔν τε τοῖς ἐμμέτροις Καρνεονίκαις κἀν τοῖς καταλογάδην . ἐγένετο δὲ ἡ θέσις τῶν Καρνείων κατὰ τὴν ἕκτην καὶ εἰκοστὴν ὀλυμπιάδα, ὡς Σωσίβιός φησιν ἐν τῷ περὶ Χρόνων. Ἱερώνυμος δ’ ἐν τῷ περὶ Κιθαρῳδῶν, ὅπερ ἐστὶ πέμπτον τῶν περὶ Ποιητῶν, κατὰ Λυκοῦργον τὸν νομοθέτην τὸν Τέρπανδρόν φησι γενέσθαι, ὃς ὑπὸ πάντων συμφώνως ἱστορεῖται μετὰ Ἰφίτου τοῦ Ἠλείου τὴν πρώτην ἀριθμηθεῖσαν τῶν Ὀλυμπίων θέσιν διαθεῖναι. Εὐφορίων τε ἐν τῷ περὶ Ἰσθμίων τὰ πολύχορδά φησι τῶν ὀργάνων ὀνόμασι μόνον παρηλλάχθαι, παμπάλαιον δ’ αὐτῶν εἶναι τὴν χρῆσιν.

Διογένης δ’ ὁ τραγικὸς διαφέρειν οἴεται πηκτίδα μαγάδιδος, λέγων οὕτως ἐν τῇ Σεμέλῃ·

καίτοι κλύω μὲν Ἀσιάδος μιτρηφόρους Κυβέλας γυναῖκας, παῖδας ὀλβίων Φρυγῶν, τυπάνοισι καὶ ῥόμβοισι καὶ χαλκοκτύπων βόμβοις βρεμούσας ἀντίχερσι κυμβάλων . . .
σοφὴν θεῶν ὑμνῳδὸν ἰατρὸν θ’ ἅμα. κλύω δὲ Λυδὰς Βακτρίας τε παρθένους ποταμῷ παροίκους Ἅλυι Τμωλίαν θεὸν δαφνόσκιον κατ’ ἄλσος Ἄρτεμιν σέβειν ψαλμοῖς τριγώνων πηκτίδων τ’ ἀντιζύγοις ὁλκοῖς κρεκούσας μάγαδιν, ἔνθα Περσικῷ νόμῳ ξενωθεὶς αὐλὸς ὁμονοεῖ χοροῖς.
καὶ Φίλλις δ’ ὁ Δήλιος ἐν δευτέρῳ περὶ Μουσικῆς διαφέρειν φησὶ πηκτίδα μαγάδιδος, λέγων οὕτως·
φοίνικες, πηκτίδες, μαγάδιδες, σαμβῦκαι, ἰαμβῦκαι; τρίγωνα, κλεψίαμβοι, σκινδαψοί, ἐννεάχορδα. ἐν οἷς γάρ, φησί, τοὺς ἰάμβους ᾖδον ἰαμβύκας ἐκάλουν ἐν οἷς δὲ παρελογίζοντο τὰ ἐν τοῖς μέτροις κλεψιάμβους. μαγάδιδας δὲ ἐν οἷς τὰ διὰ πασῶν καὶ πρὸς ἴσα τὰ μέρη τῶν ᾀδόντων ἡρμοσμένα. καὶ ἄλλα δ’ ἦν παρὰ ταῦτα· καὶ γὰρ βάρβιτος ἢ βάρμος καὶ ἄλλα πλείονα τὰ μὲν ἔγχορδα, τὰ δὲ ἔνηχα κατεσκεύαζον.

` Ἦν γὰρ δή τινα καὶ χωρὶς τῶν ἐμφυσωμένων

καὶ χορδαῖς διειλημμένων ἕτερα ψόφου μόνον παρασκευαστικά, καθάπερ τὰ κρέμβαλα. περὶ ὧν φησι Δικαίαρχος ἐν τοῖς περὶ τοῦ τῆς Ἑλλάδος Βίου, ἐπιχωριάσαι φάσκων ποτὲ καθ’ ὑπερβολὴν εἰς τὸ προσορχεῖσθαί τε καὶ προσᾴδειν ταῖς γυναιξὶν ὄργανά τινα ποιά, ὧν ὅτε τις ἅπτοιτο τοῖς δακτύλοις ποιεῖν λιγυρὸν ψόφον δηλοῦσθαι δὲ ἐν τῷ τῆς Ἀρτέμιδος ᾄσματι, οὗ ἐστιν ἀρχή·
Ἄρτεμι, σοί μέ τι φρὴν ἐφίμερον ὕμνον ὑφαινέμεναι θεόθεν †αδετις· ἀλλὰ χρυσοφάεννα κρέμβαλα χαλκοπάραα χερσίν. Ἕρμιππος δ’ ἐν Θεοῖς τὸ τούτοις κρούειν κρεμβαλιάζουσι εἴρηκεν ἐν τούτοις ι
λεπάδας δὲ πετρῶν ἀποκόπτοντες κρεμβαλιάζουσι.
Δίδυμος δέ φησιν εἰωθέναι τινὰς ἀντὶ τῆς λύρας κογχύλια καὶ ὄστρακα συγκρούοντας ἔρρυθμον ἦχόν τινα ἀποτελεῖν τοῖς ὀρχουμένοις, καθάπερ καὶ Ἀριστοφάνην ἐν Βατράχοις φάναι.

Ἀρτέμων δ’ ἐν τῷ πρώτῳ περὶ Διονυσιακοῦ Συστήματος Τιμόθεόν φησι τὸν Μιλήσιον παρά
τοῖς πολλοῖς δόξαι πολυχορδοτέρῳ συστήματι χρήσασθαι τῇ μαγάδι διὸ καὶ παρὰ τοῖς Λάκωσιν εὐθυνόμενον ὡς παραφθείροι τὴν ἀρχαίαν μουσικήν, καὶ μέλλοντός τινος ἐκτέμνειν αὐτοῦ τὰς περιττὰς τῶν χορδῶν, δεῖξαι παρ’ αὐτοῖς ὑπάρχοντα Ἀπολλωνίσκον πρὸς τὴν αὑτοῦ σύνταξιν ἰσόχορδον λύραν ἔχοντα καὶ ἀφεθῆναι. Δοῦρις δ’ ἐν τῷ περὶ Τραγῳδίας ὠνομάσθαι φησὶ τὴν μάγαδιν ἀπὸ Μάγδιος Θρᾳκὸς γένος, Ἀπολλόδωρος δ’ ἐν τῇ πρὸς τὴν Ἀριστοκλέους Ἐπιστολὴν Ἀντιγραφῇ
ὃ νῦν, φησίν, ἡμεῖς λέγομεν ψαλτήριον, τοῦτ’ εἶναι μάγαδιν, ὁ δὲ κλεψίαμβος κληθείς, ἔτι δ’ ὁ τρίγωνος καὶ ὁ ἔλυμος καὶ τὸ ἐννεάχορδον ἀμαυρότερα τῇ χρείᾳ καθέστηκεν.
καὶ Ἀλκμὰν δέ φησιν
μάγαδιν δ’ ἀποθέσθαι.
Σοφοκλῆς δὲ ἐν Θαμύρᾳ·
πηκταὶ δὲ λύραι καὶ μαγάδιδες τὰ τ’ ἐν Ἕλλησι ξόαν’ ἡδυμελῆ.
Τελέστης δ’ ἐν Ὑμεναίῳ διθυράμβῳ πεντάχορδόν φησιν αὐτὴν εἶναι διὰ τούτων
ἄλλος δ’ ἄλλαν κλαγγὰν ἱεὶς κερατόφωνον ἐρέθιζε μάγαδιν,
ἐν πενταρράβδῳ χορδᾶν ἀρθμῷ χεῖρα καμψιδίαυλον ἀναστρωφῶν τάχος·
οἶδα δὲ καὶ ἄλλο ὄργανον ᾧ τῶν Θρᾳκῶν οἱ βασιλεῖς ἐν τοῖς δείπνοις χρῶνται, ὥς φησιν Νικομήδης ἐν τῷ περὶ Ὀρφέως. φοίνικα δὲ τὸ ὄργανον Ἔφορος καὶ Σκάμων ἐν τοῖς περὶ Εὑρημάτων ὑπὸ Φοινίκων εὑρεθέντα ταύτης τυχεῖν τῆς προσηγορίας, Σῆμος δὲ ὁ Δήλιος ἐν πρώτῳ Δηλιάδος διὰ τὸ ἐκ τοῦ ἐν Δήλῳ φοίνικος τοὺς ἀγκῶνας αὐτοῦ ἐξειργάσθαι. τῇ σαμβύκῃ πρώτην φησὶ χρήσασθαι Σίβυλλαν, ἧς.., Σκάμων ὁ προειρημένος ὀνομασθῆναι δ’ αὐτὴν εὑρεθεῖσαν ὑπὸ Σάμβυκος τινός.

καὶ περὶ τοῦ τρίποδος δὲ καλουμένου ὄργανον δὲ καὶ τοῦτο μουσικόν ὁ προειρημένος Ἀρτέμων γράφει οὕτως·
ὅθεν πολλὰ τῶν ὀργάνων οὐδ᾽ εἰ γέγονέ ποτε γινώσκεται· καθάπερ ὁ Πυθαγόρου τοῦ Ζακυνθίου τρίπους. ὀλιγοχρόνιον γὰρ τὴν ἀκμὴν σχὼν, καὶ διὰ τὸ δοκεῖν ἐργώδης εἶναι κατὰ τὴν χειροθεσίαν, ἢ δι’ ἣν δὴ ποτ’ οὖν αἰτίαν, συντόμως καταλυθεὶς διαλέληθε τοὺς πολλούς. ἦν δὲ παραπλήσιος μὲν Δελφικῷ τρίποδι καὶ τοὔνομ’ ἐντεῦθεν ἔσχεν, τὴν δὲ χρῆσιν τριπλῆς κιθάρας παρείχετο, τῶν γὰρ ποδῶν ἑστώτων
ἐπί τινος βάσεως εὐστρόφου, καθάπερ αἱ τῶν περιάκτων δίφρων κατασκευάζονται, θέσεις, τὰς μέσας τρεῖς χώρας τὰς ἀπὸ ποδὸς ἐπὶ πόδα διεστώσας ἐνέτεινε χορδαῖς, ὑπερθεὶς ἑκάστῃ πῆχυν καὶ κάτω προσαρμόσας χορδοτόνια, καὶ τὸν ἐπάνω κόσμον κοινὸν τοῦ λέβητος καὶ τῶν παρηρτημένων ἠχείων ἀποδούς· ἐξ ὧν καὶ τὴν φαντασίαν εἶχεν ἀστείαν καὶ τὸν ἦχον προσέβαλλεν ἁδρότερον. διένειμε δὲ ἑκάστῃ χώρᾳ τὰς τρεῖς ἁρμονίας, τήν τε δωριστὶ καὶ φρυγιστὶ καὶ λυδιστί. καὶ καθεζόμενος αὐτὸς ἐπί τινος δίφρου περὶ ταυτὸν συμμέτρως ἔχοντος τῇ συστάσει, διείρας δὲ τὴν εὐώνυμον χεῖρα πρὸς τὴν ἐπιβολήν, καὶ τῇ ἑτέρᾳ χρησόμενος τῷ πλήκτρῳ, καθ’ ὁποίαν δὴ πρώτην ᾑρεῖτο τῶν ἁρμονιῶν μετέστρεφε τῷ ποδὶ τὴν βάσιν εὔτροχον οὖσαν, καὶ πρὸς ἑτέραν πλευρὰν πάλιν ἐπιβάλλων ἐχρῆτο καὶ πάλιν ἑτέραν. οὕτω δὲ ὀξέως ὑπὸ τὴν χεῖρα προσῆγεν αὐτῷ τὰ συστήματα ἡ τῆς βάσεως εὐκινησία τῷ ποδὶ ψαυαμένη καὶ τὴν χειροθεσίαν ἐπὶ τοσοῦτον εἰθίσθη κατοξύνειν ὥστ᾽, εἴ τις μὴ συνορῴη τὸ γινόμενον, ἀλλὰ διὰ τῆς ἀκοῆς μόνον κρίνοι, νομίζειν γ’ κιθαρῶν ἀκούειν διαφόρως ἡρμοσμένων. καὶ τοῦτο τὸ ὄργανον θαυμασθὲν ἰσχυρῶς μετὰ τὸν ἐκείνου βίον ἐξέλιπεν εὐθέως.

τὴν δὲ ψιλὴν κιθάρισιν πρῶτόν φησιν Μέναιχμος εἰσαγαγεῖν Ἀριστόνικον τὸν Ἀργεῖον, τῇ ἡλικίᾳ γενόμενον κατὰ Ἀρχίλοχον, κατοικήσαντα ἐν Κορκύρᾳ. Φιλόχορος δ’ ἐν γ’ Ἀτθίδος Λύσανδρος, φησίν, ὁ Σικυώνιος κιθαριστὴς πρῶτος μετέστησε τὴν ψιλοκιθαριστικήν, μακροὺς τοὺς τόνους ἐντείνας καὶ τὴν φωνὴν εὔογκον ποιήσας, καὶ τὴν ἔναυλον κιθάρισιν πρῶτοι οἱ περὶ Ἐπίγονον ἐχρήσαντο. καὶ περιελὼν τὴν συντομίαν τὴν ὑπάρχουσαν ἐν τοῖς ψιλοῖς κιθαρισταῖς χρώματά τε εὔχροα πρῶτος ἐκιθάρισε καὶ ἰάμβους καὶ μάγαδιν, τὸν καλούμενον συριγμόν· καὶ ὄργανον μετέλαβεν μόνος τῶν πρὸ αὐτοῦ, καὶ τὸ πρᾶγμα αὐξήσας χορὸν περιεστήσατο πρῶτος. Δίωνα δὲ τὸν Χῖον τὸ τοῦ Διονύσου σπονδεῖον πρῶτον κιθαρίσαι Μέναιχμος. Τιμόμαχος δ’ ἐν τοῖς Κυπριακοῖς Στήσανδρον λέγει τὸν Σάμιον ἐπὶ πλεῖον αὐξῆσαι τήν τέχνην καὶ πρῶτον ἐν Δελφοῖς κιθαρῳδῆσαι τὰς
καθ’ Ὅμηρον μάχας, ἀρξάμενον ἀπὸ τῆς Ὀδυσσείας. ἄλλοι δὲ πρῶτόν φασιν παρ’ Ἐλευθερναίοις κιθαρίσαι τὰς ἐρωτικὰς ᾠδὰς Ἀμήτορα τὸν Ἐλευθερναῖον, οὗ καὶ τοὺς ἀπογόνους ᾽ Ἀμητορίδας καλεῖσθαι. Ἀριστόξενος δέ φησιν
ὥσπερ τῶν ἑξαμέτρων τινὲς ἐπὶ τὸ γελοῖον παρῳδὰς εὗρον, οὕτως καὶ τῆς κιθαρῳδίας πρῶτος Οἰνώνας, ὃν ἐζήλωσαν Πολύευκτός τε ὁ Ἀχαιὸς καὶ Διοκλῆς ὁ Κυναιθεύς.
καὶ μοχθηρῶν δὲ ᾀσμάτων γεγόνασι ποιηταί, περὶ ὧν φησι Φαινίας ὁ Ἐρέσιος ἐν τοῖς πρὸς τοὺς Σοφιστὰς γράφων οὕτως·
Τελένικος ὁ Βυζάντιος, ἔτι δὲ Ἀργᾶς ποιηταὶ μοχθηρῶν ὄντες νόμων πρὸς μὲν τὸν ἴδιον χαρακτῆρα τῆς ποιήσεως εὐπόρουν, τῶν δὲ Τερπάνδρου καὶ Φρύνιδος νόμων οὐδὲ κατὰ μικρὸν ἠδύναντο ἐπιψαῦσαι.
τοῦ Ἀργᾶ μνημονεύει Ἄλεξις ἐν Ἀποβάτῃ οὕτως·
Χορόνικος ὁ ποιητὴς ὁδί. β. τίνων ποιητὴς ᾀσμάτων; α. σεμνῶν πάνυ. β. τί πρὸς τὸν Ἀργᾶν οὗτος; α. ἡμέρας δρόμῳ κρείττων.
καὶ Ἀναξανδρίδης ἐν Ἡρακλεῖ·
ὁ μὲν γάρ εὐφυής τις εἶναι φαίνεται· ὡς δ’ εὐρύθμως λαβὼν τὸ μελετητήριον εἶτ’ ἐσχεδίασε δριμέως εν --- ---παπαῖ, μεστὸς γενόμενος πρὸς τὸν Ἀργᾶν βούλομαι κωδωνίσας πέμψαι σ’ ἀγωνιούμενον, ἵνα καὶ σὺ νικᾷς τοὺς σοφιστάς, ὦ φίλε.

ὁ δὲ τοὺς εἰς Χιωνίδην ἀναφερομένους ποιήσας Πτωχοὺς Γνησίππου τινὸς μνημονεύει παιγνιαγράφου τῆς ἱλαρᾶς μούσης, λέγων οὕτως·
ταῦτ’ οὐ μὰ Δία Γνήσιππος οὐδὲ Κλεομένης ἐν ἐννέ’ ἂν χορδαῖς κατεγλυκάνατο.
καὶ ὁ τοὺς Εἵλωτας δὲ πεποιηκώς φησιν
τὰ Στησιχόρου τε καὶ Ἀλκμᾶνος Σιμωνίδου τε ἀρχαῖον ἀείδειν. ὁ δὲ Γνήσιππος ἔστ’ ἀκούειν, ὃς νυκτερίν’ εὗρε μοιχοῖς ἀείσματ’ ἐκκαλεῖσθαι γυναῖκας ἔχοντας ἰαμβύκην τε καὶ τρίγωνον.
Κρατῖνος ἐν Μαλθακοῖς·
τίς ἄρ’ ἐρῶντά μ’ οἶδεν ὦ Γνήσιππέ πω; πολλῇ χολη. οἴομαι ᾽γὼ μηδὲν οὕτως μωρὸν εἶναι καὶ κενόν.
σκώπτει δ’ αὐτὸν εἰς τὰ ποιήματα καὶ ἐν Βουκόλοις·
ὃς οὐκ ἔδωκ’ αἰτοῦντι Σοφοκλέει χορόν, τῷ Κλεομάχου δ᾽, ὃν οὐκ ἂν ἠξίουν ἐγὼ ἐμοὶ διδάσκειν οὐδ’ ἂν εἰς Ἀδώνια.
ἐν δὲ ταῖς ῝ ταῖς ·
ἴτω δὲ καὶ τραγῳδίας ὁ Κλεομάχου διδάσκαλος μετ’ αὐτόν, ὁ παρατιλτριῶν ἔχων χορὸν λυδιστὶ τιλλουσῶν μέλη πονηρά.
Τηλεκλείδης δὲ ἐν τοῖς Στερροῖς καὶ περὶ μοιχείας ἀναστρέφεσθαί φησιν αὐτόν. Κλέαρχος δὲ ἐν δευτέρῳ Ἐρωτικῶν τὰ ἐρωτικά φησιν ᾄσματα καὶ τὰ Λοκρικὰ καλούμενα οὐδὲν τῶν Σαπφοῦς καὶ Ἀνακρέοντος διαφέρειν. ἔτι δὲ τὰ Ἀρχιλόχου καὶ τῶν Ὁμήρου Ἐπικιχλίδων τὰ πολλὰ διὰ τῆς ἐμμέτρου ποιήσεως τούτων ἔχεταί τινος τῶν παθῶν, ἀλλὰ καὶ τὰ Ἀσωποδώρου περὶ τὸν Ἔρωτα καὶ πᾶν τὸ τῶν ἐρωτικῶν ἐπιστολῶν γένος ἐρωτικῆς τινος διὰ λόγου ποιήσεώς ἐστιν.

τοσαῦτα τοῦ Μασουρίου διεξελθόντος περιηνέχθησαν ἡμῖν καὶ αἱ δεύτεραι καλούμεναι τράπεζαι, πολλάκις ἡμῖν διδόμεναι οὐ μόνον ταῖς τῶν Κρονίων ἡμέραις, ἐν αἷς Ῥωμαίων παισὶν ἔθος ἐστὶν ἑστιᾶν τοὺς οἰκέτας, αὐτοὺς τὰς τῶν οἰκετῶν ἀναδεχομένους λειτουργίας. Ἑλληνικὸν δὲ τοῦτο τὸ ἔθος· ἐν Κρήτῃ γοῦν τῇ τῶν Ἑρμαίων ἑορτῇ τὸ ὅμοιον γίνεται, ὥς φησι Καρύστιος ἐν Ἰστορικοῖς Ὑπομνήμασιν. εὐωχουμένων γὰρ τῶν οἰκετῶν οἱ

δεσπόται ὑπηρετοῦσιν πρὸς τὰς διακονίας, καὶ ἐν Τροιζῆνι δὲ μηνὶ Γεραιστίῳ· πανήγυρις δὲ τότε γίνεται πολυήμερος, ἧς ἐν μιᾷ οἱ δοῦλοι μετὰ τῶν πολιτῶν κοινῇ τε ἀστραγαλίζουσιν καὶ οἱ κύριοι τοὺς δούλους ἑστιῶσιν, ὡς ὁ αὐτός φησιν Καρύστιος Βήρωσος. δ’ ἐν πρώτῳ Βαβυλωνιακῶν τῷ Λώῳ φησὶ μηνὶ ἑκκαιδεκάτῃ ἄγεσθαι ἑορτὴν Σάκαια προσαγορευομένην ἐν Βαβυλῶνι ἐπὶ ἡμέρας πέντε, ἐν αἷς ἔθος εἶναι ἄρχεσθαι τοὺς δεσπότας ὑπὸ τῶν οἰκετῶν ἀφηγεῖσθαί τε τῆς οἰκίας ἕνα αὐτῶν ἐνδεδυκότα στολὴν ὁμοίαν τῇ βασιλικῇ· ὃν καὶ καλεῖσθαι ζωγάνην. μνημονεύει τῆς ἑορτῆς καὶ Κτησίας ἐν δευτέρῳ Περσικῶν. Κῷοι δὲ τοὐναντίον δρῶσιν, ὡς ἱστορεῖ Μακαρεὺς ἐν τρίτῳ Κῳακῶν· ὅταν γὰρ τῇ Ἥρᾳ θύωσιν, δοῦλοι οὐ παραγίνονται ἐπὶ τὴν εὐωχίαν. διὸ καὶ Φύλαρχον εἰρηκέναι·
Οὐρανίῃ μοῦνοι μὲν ἐλεύθεροι ἱεροεργοί, ἀνδράσι παρ’ κείνοισιν ἐλεύθερον ἆμαρ ἔχοντες δούλων δ’ οὔτις πάμπαν ἐσέρχεται οὐδ’ ἠβαιόν.

Βάτων δ’ ὁ Σινωπεὺς ὁ ῥήτωρ ἐν τῷ περὶ Θεσσαλίας

καὶ Αἱμονίας σαφῶς ἐμφανίζει τὴν τῶν Σατουρναλίων ἑορτὴν Ἑλληνικωτάτην, φάσκων αὐτὴν παρὰ τοῖς Θεσσαλοῖς Πελώρια καλεῖσθαι, γράφων οὕτως ι
θυσίας κοινῆς τοῖς Πελασγοῖς γινομένης ἀναγγεῖλαί τινα τῷ Πελασγῷ ἄνδρα, ᾧ ὄνομα ἦν Πέλωρος, διότι ἐν τῇ Αἱμονίᾳ σεισμῶν μεγάλων γενομένων ῥαγείη τὰ Τέμπη ὄρη ὀνομαζόμενα καὶ διότι διὰ τοῦ διαστήματος ὁρμῆσαν τὸ τῆς λίμνης ὕδωρ ἐμβάλλοι εἰς τὸ τοῦ Πηνειοῦ ῥεῖθρον, καὶ τὴν πρότερον λιμνάζουσαν χώραν ἅπασαν γεγυμνῶσθαι καὶ ἀναξηραινομένων τῶν ὑδάτων πεδία θαυμαστὰ τῷ μεγέθει καὶ τῷ κάλλει ἀναφαίνεσθαι. ἀκούσαντα οὖν τὸν Πελασγὸν τὴν τράπεζαν ἀφθόνως αὑτῷ κεκοσμημένην τῷ Πελώρῳ παραθεῖναι. καὶ τοὺς ἄλλους δὲ φιλοφρονουμένους ἕκαστον φέρειν ὅ τι ἔχοι παρ’ αὑτῷ βέλτιστον καὶ παρατιθέναι ἐπὶ τὴν τράπεζαν τῷ ἀπαγγείλαντι, καὶ αὐτὸν τὸν Πελασγὸν προθύμως διακονεῖν καὶ τῶν ἄλλων τοὺς ἐν ἀξιώματι ὄντας ὑπηρετεῖν, καθότι ἑκάστῳ ὁ καιρὸς παρέπιπτεν. διόπερ φασίν, ἐπεὶ τὴν χώραν κατέσχον, ἀπομίμημα τῆς τότε γενομένης ἑορτῆς . . . καὶ θύοντας Διὶ Πελωρίῳ τραπέζας τε λαμπρῶς κοσμοῦντας προτιθέναι καὶ οὕτως φιλάνθρωπον τὴν πανήγυριν συντελεῖν, ὥστε καὶ τοὺς ξένους ἅπαντας ἐπὶ τὴν θοίνην παραλαμβάνειν καὶ τοὺς δεσμώτας λύειν καὶ τοὺς οἰκέτας κατακλίναντας μετὰ πάσης παρρησίας ἑστιᾶν, διακονούντων αὐτοῖς
τῶν δεσποτῶν καὶ τὸ σύνολον ἔτι καὶ νῦν Θεσσαλοὺς μεγίστην ἑορτὴν ἄγοντας προσαγορεύειν Πελώρια.