Deipnosophistae
Athenaeus of Naucratis
Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.
σπάρος δὲ δριμύς, ἁπαλόσαρκος, ἄβρωμος, εὐστόμαχος, οὐρητικός, οὐκ ἄπεπτος, ταγηνιστὸς δὲ δύσπεπτος. τρίγλη εὐστόμαχος παραστύφουσα, σκληρόσαρκος, δύσφθαρτος, ἐφεκτικὴ κοιλίας καὶ μάλιστα ἡ ἐξ ἀνθράκων· ἡ δὲ ἀπὸ τηγάνου βαρεῖα καὶ δύσπεπτος, κοινῶς δὲ πᾶσα αἵματος ἐκκριτική. συνόδους καὶ χάραξ τοῦ μὲν αὐτοῦ γένους εἰσί, διαφέρει δ’ ὁ χάραξ. φάγρος γίνεται μὲν καὶ ποτάμιος, καλλίων δ’ ἐστὶν ὁ θαλάττιος. καπρίσκος καλεῖται μὲν καὶ μῦς, βρωμώδης δ’ ἐστὶ καὶ σκληρός, κιθάρου δ’ ἐστὶ δυσπεπτότερος· δέρμα δ’ ἔχει εὔστομον. ῥαφὶς ἢ βελόνη (καλεῖται δὲ καὶ ἀβλεννής) δύσπεπτος,
θυννὶς δὲ καὶ θύννος βαρεῖς καὶ πολύτροφοι. ὁ δὲ καλούμενος ἀκαρνὰν γλυκύς ἐστι καὶ παραστύφων, τρόφιμος δὲ καὶ εὐέκκριτος. ἡ δὲ ἀφύη βαρεῖά ἐστι καὶ δύσπεπτος· ὧν ἡ λευκὴ καλεῖται κωβῖτις. καὶ ὁ ἑψητὸς δέ, τὸ
ἡ δὲ πηλαμὺς πολύτροφος μέν ἐστι καὶ βαρεῖα, οὐρητικὴ δὲ καὶ δύσπεπτος· ταριχευθεῖσα δὲ κυβίῳ ὁμοίως
- ἐρῶντι δέ, Κτήσων, τί μᾶλλον συμφέρει
- ὧν νῦν φέρων πάρειμι; κήρυκας, κτένας,
- βολβοὺς μέγαν τε πουλύπουν ἰχθῦς θ’ ἁδρούς.
ὁ δὲ Ἀθηναῖος Μνησίθεος ἐν τῷ περὶ ἐδεστῶν τῶν μειζόνων φησὶν ἰχθύων γένος ὑφ’ ὧν μὲν καλεῖσθαι τμητόν, ὑπ’ ἄλλων δὲ πελάγιον, οἷον χρυσόφρυς καὶ γλαύκους καὶ φάγρους. εἰσὶ δὲ δυσκατέργαστοι· κατεργασθέντες δὲ πολλαπλασίαν τροφὴν παρέχουσι. τὸ δὲ τῶν λεπιδωτῶν γένος, οἷον θύννων, σκόμβρων, θυννίδων, γόγγρων καὶ τῶν τοιούτων, συμβαίνει τούτοις καὶ ἀγελαίοις εἶναι. τὰ μὲν οὖν μήτε καθ’ αὑτὰ φαινόμενα μήτ’ ἐν ταῖς ἀγέλαις ἐκφερόμενα μᾶλλόν ἐστιν εὔπεπτα, οἷον γόγγροι καὶ καρχαρίαι καὶ τὰ τοιαῦτα. τὰ δὲ ἀγελαῖα γένη τῶν ἰχθύων τούτων τὴν μὲν ἐδωδὴν ἡδεῖαν ἔχει (πίονα γάρ ἐστι), βαρεῖαν δὲ καὶ δυσκατέργαστον. διὸ καὶ ταριχεύεσθαι δύναται μάλιστα καί ἐστι τῶν ταριχηρῶν βέλτιστα γένη ταῦτα. χρήσιμοι δ’ εἰσὶν ὀπτοί· τήκεται γὰρ τὸ πιμελῶδες αὐτῶν. τὰ δὲ καλούμενα δαρτὰ τὸ μὲν ὅλον ἐστὶν ὅσα τραχεῖαν ἔχει τὴν ἐπίφυσιν τοῦ δέρματος, οὐ λεπίσιν, ἀλλ’ οἷον ἔχουσιν αἱ βατίδες καὶ ῥῖναι.
ἀφύαι δὲ καὶ μεμβράδες καὶ τριχίδες καὶ τἄλλα ὅσων συγκατεσθίομεν τὰς ἀκάνθας, ταῦτα πάντα τὴν πέψιν φυσώδη ποιεῖ, τὴν δὲ τροφὴν δίδωσιν ὑγράν. τῆς οὖν πέψεως οὐχ ὁμαλιζούσης, ἀλλὰ τῶν μὲν σαρκῶν ἄγαν ταχὺ πεττομένων, τῆς δὲ ἀκάνθης σχολῇ διαλυομένης (καὶ γὰρ ἅμα αἱ ἀφύαι καθ᾽ αὑτὰς ἀκανθώδεις) ἐμποδισμὸς αὐτῶν ἑκατέρου γίγνεται περὶ τὴν κατεργασίαν, εἶτα φῦσαι μὲν ἀπὸ τῆς πέψεως, ὑγρασίαι δὲ ἀπὸ τῆς τροφῆς συμβαίνουσι. βελτίω δ’ ἐστὶν ἑψόμενα, τῆς δὲ κοιλίας ἐστὶν ἀνωμάλως ὑπακτικά. τὰ δὲ καλούμενα πετραῖα, κωβιοὶ καὶ σκορπίοι καὶ ψῆτται καὶ τὰ ὅμοια, τοῖς τε σώμασιν ἡμῶν ξηράν τε δίδωσι τροφήν (εὔογκα δ’ ἐστὶ καὶ τρόφιμα καὶ πέττεται ταχέως καὶ
οἱ δὲ τόποι τῆς θαλάσσης, ὅπου ποταμοὶ καὶ λίμναι συμβάλλουσιν, ἔτι δὲ πελάγη μεγάλα καὶ κόλποι θαλάττης εἰσίν, ἐνταῦθα μὲν πάντες οἱ ἰχθύες εἰσὶν ὑγρότεροι καὶ μᾶλλον πίονες ὑπάρχουσι· καὶ ἐσθίεσθαι μέν εἰσιν ἡδίους, πρὸς δὲ τὴν πέψιν καὶ τροφὴν γίνονται χείρους. ἐν δὲ τοῖς αἰγιαλοῖς τοῖς κειμένοις πρὸς τὰ πελάγη καὶ λίαν ἀναπεπταμένοις σκληροὶ καὶ λεπτοὶ καὶ κυματοπλῆγές εἰσιν οἱ πλείους. περὶ δὲ τὰς ἀγχιβαθεῖς, ἐν αἷς μὴ λίαν ἔγκειται μεγάλα πνεύματα, πρὸς δὲ τούτοις εἴ που καὶ πόλεις σύνεγγύς εἰσιν, ἐνταῦθα δ’ ἔστι τὰ πλεῖστα γένη τῶν ἰχθύων ὁμαλῶς ἄριστα καὶ πρὸς ἡδονὴν καὶ πρὸς εὐπεψίαν καὶ πρὸς τὴν τροφὴν τοῦ σώματος. δύσπεπτοι δὲ καὶ βαρύτατοι τῶν θαλασσίων εἰσὶν οἱ μετεκβαίνοντες ἐκ τῆς θαλάσσης εἴς
ταῦτα καὶ παρ’ ἡμῶν ἔχετε, ἄνδρες φίλοι, ὀψωνησάντων κατὰ δύναμιν τὴν ἑαυτῶν ὑγιεινῶς. κατὰ γὰρ τὸν Ἀντιφάνους Παράσιτον (II 87 K)
ἀλλὰ μὴν οὐδὲ οὕτως εἰμὶ φίλιχθυς ὡς ὁ παρὰ τῷ αὐτῷ ποιητῇ ἐν Βουταλίωνι, ὅπερ δρᾶμα τῶν Ἀγροίκων ἐστὶν ἑνὸς διασκευή. φησὶ γάρ (II 38 K)·
- ἐγὼ περὶ τὴν ὀψωνίαν μὲν οὐ πάνυ
- ἐσπούδακ’ οὐδ’ αὖ συνέτεμον λίαν πάνυ,
- ὡς ἄν τις ἄλλως ἐξενεχθεῖσιν ὅπου
- τοῦ διαλάβοι κραιπάλην Ἑλληνικῶς,
ἅ φησιν οὗτος, μαινίδας καὶ τριγλίδας. ἐν δὲ τῷ Ἀγροίκῳ Ἑκάτης βρώματα ἔφη τὰς μαινίδας εἶναι καὶ τὰς τριγλίδας. ἐκφαυλίζων δὲ καὶ Ἔφιππος τοὺς μικροὺς τῶν ἰχθύων ἐν Φιλύρᾳ φησί (II 262 K)·
- Α. καὶ μὴν ἑστιάσω τήμερον
- ὑμᾶς ἐγώ· σὺ δ’ ἀγοράσεις ἡμῖν λαβών,
- Πίστ᾽, ἀργύριον. Π. ἄλλως γὰρ οὐκ ἐπίσταμαι
- χρηστῶς ἀγοράζειν. Α. φράζε δή, Φιλούμενε,
- ὄψῳ τίνι χαίρεις; Φ. πᾶσι. Α. καθ’ ἕκαστον λέγε,
- ἰχθὺν τίν’ ἡδέως φάγοις ἄν; Φ. εἰς ἀγρὸν
- ἦλθεν φέρων ποτ’ ἰχθυοπώλης μαινίδας
- καὶ τριγλίδας, καὶ νὴ Δί’ ἤρεσεν σφόδρα
- ἡμῖν ἅπασιν. Α. εἶτα καὶ νῦν, εἰπέ μοι,
v.2.p.285- τούτων φάγοις ἄν; Φ. κἄν τις ἄλλος μικρὸς ᾖ·
- τοὺς γὰρ μεγάλους τούτους ἅπαντας νενόμικα
- ἀνθρωποφάγους ἰχθῦς. Α. τί φής, ὦ φίλτατε;
- ἀνθρωποφάγους, πῶς; Π. οὓς ἂν ἄνθρωπος φάγοι
- δῆλον ὅτι· ταῦτα δ’ ἐστὶν Ἑλένης βρώματα,
- παππία, βούλει δραμὼν
- εἰς τὴν ἀγορὰν κἆτ’ ἀγοράσαι μοι; Β. φράζε τί.
- Α. ἰχθῦς φρονοῦντας, ὦ πάτερ· μή μοι βρέφη.
- Β. οὐκ οἶσθ’ ὁτιὴ τἀργύριόν ἐστ’ ἰσάργυρον;
ἥδιστος δ’ ἐστὶ καὶ ὁ παρὰ τῷ αὐτῷ ποιητῇ ἐν τοῖς Ὀβελιαφόροις νεανίσκος κατασμικρύνων ἅπαντα τὰ περὶ τὴν ὀψωνίαν καὶ λέγων ὧδε (II 258 K)·
ὁ δὲ παρὰ Μνησιμάχῳ ἐν τῷ ὁμωνύμῳ δράματι Δύσκολος φιλάργυρος ὢν σφόδρα πρὸς τὸν ἀσωτευόμενον νεανίσκον φησίν (II 436 K)·
- ἀλλ’ ἀγόρασον εὐτελῶς·
- ἅπαν γὰρ ἱκανόν ἐστι. Β. φράζε, δέσποτα.
- Α. μὴ πολυτελῶς, ἀλλὰ καθαρείως, ὅ τι ἂν ᾖ,
- ὁσίας ἕνεκ᾽· ἀρκεῖ τευθίδια, σηπίδια·
- κἂν κάραβός τις ᾖ λαβεῖν, εἷς ἀρκέσει
- ἢ δύ’ ἐπὶ τὴν τράπεζαν· ἐγχελύδια
- Θήβηθεν ἐνίοτ’ ἔρχεται· τούτων λαβέ.
- ἀλεκτρυόνιον, φάττιον, περδίκιον,
v.2.p.286- τοιαῦτα. δασύπους ἄν τις εἰσέλθῃ, φέρε.
- Β. ὡς μικρολόγος εἶ. Α. σὺ δέ γε λίαν πολυτελής·
- πάντως κρέ’ ἡμῖν ἔστι. Β. πότερ’ ἔπεμψέ τις;
- Α. οὔκ, ἀλλ’ ἔθυσεν ἡ γυνή· τὸ μοσχίον
- τὸ τῆς Κορώνης αὔριον δειπνήσομεν.
- ἀλλ’ ἀντιβολῶ σ᾽, ἐπίταττέ μοι μὴ πόλλ’ ἄγαν
- μηδ’ ἄγρια λίαν μηδ’ ἐπηργυρωμένα,
- μέτρια δέ, τῷ θείῳ σεαυτοῦ. Β. πῶς ἔτι
- μετριώτερ᾽, ὦ δαιμόνι᾽; Α. ὅπως; σύντεμνε καὶ
- ἐπεξαπάτα με· τοὺς μὲν ἰχθῦς μοι κάλει
- ἰχθύδι’ · ὄψον δ’ ἂν λέγῃς ἕτερον, κάλει
- ὀψάριον. ἥδιον γὰρ ἀπολοῦμαι πολύ.
ἐπεὶ δὲ κατὰ θεὸν ἐν τοῖς προκειμένοις, φίλτατε Οὐλπιανέ, ἢ ὑμεῖς, γραμματικῶν παῖδες, εἴπατέ μοι τίνι ἐννοίᾳ ὁ Ἔφιππος ἐν τοῖς προειρημένοις ἔφη·
ἐγὼ γὰρ οἴομαι ἱστορίαν τινὰ εἶναι καὶ ποθῶ μαθεῖν’. καὶ ὁ Πλούταρχος ἔφη Ῥοδιακὴν εἶναι λεγομένην ἱστορίαν, ἣν ἐπὶ τοῦ παρόντος ἀποστοματίζειν οὐ δύνασθαι τῷ πάνυ πρὸ πολλοῦ ἐντετυχηκέναι τῷ ταῦτα περιέχοντι βιβλίῳ. ‘οἶδα δὲ Φοίνικα τὸν Κολοφώνιον ἰαμβοποιὸν μνημονεύοντά τινων ἀνδρῶν ὡς ἀγειρόντων τῇ κορώνῃ, καὶ λέγοντα ταῦτα (anth. 1. p. 217 Bgk)·
- τὸ μοσχίον
- τὸ τῆς Κορώνης αὔριον δειπνήσομεν.
καὶ ἐπὶ τέλει δὲ τοῦ ἰάμβου φησίν·
- ἐσθλοί, κορώνῃ χεῖρα πρόσδοτε κριθέων
- τῇ παιδὶ τἀπόλλωνος ἢ λέκος πυρῶν
- ἢ ἄρτον ἢ ἤμαιθον ἢ ὅ τι τις χρῄζει·
- δότ᾽, ὦγαθοί, τι τῶν ἕκαστος ἐν χερσὶν
- ἔχει κορώνῃ· χἄλα λήψεται χόνδρον·
- φιλεῖ γὰρ αὕτη πάγχυ ταῦτα δαίνυσθαι·
- ὁ νῦν ἅλας δοὺς αὖθι κηρίον δώσει.
- ὦ παῖ, θύρην ἄγκλινε· πλοῦτος ἤκουσε,
- καὶ τῇ κορώνῃ παρθένος φέρει σῦκα.
- θεοί, γένοιτο πάντ’ ἄμεμπτος ἡ κούρη
- κἀφνειὸν ἄνδρα κὠνομαστὸν ἐξεύροι·
- καὶ τῷ γέροντι πατρὶ κοῦρον εἰς χεῖρας
- καὶ μητρὶ κούρην εἰς τὰ γοῦνα κατθείη,
- θάλος τρέφειν γυναῖκα τοῖς κασιγνήτοις.
- ἐγὼ δ’ ὅκου πόδες φέρουσιν, ὀφθαλμοὺς
- ἀμείβομαι Μούσῃσι πρὸς θύρῃσ’ ᾄδων
- καὶ δόντι καὶ μὴ δόντι πλέονα τωνγεω.
κορωνισταὶ δὲ ἐκαλοῦντο οἱ τῇ κορώνῃ ἀγείροντες, ὥς φησι Πάμφιλος ὁ Ἀλεξανδρεὺς ἐν τοῖς περὶ ὀνομάτων· καὶ τὰ ᾀδόμενα δὲ ὑπ’ αὐτῶν κορωνίσματα
- ἀλλ᾽, ὦγαθοί, ἐπορέξαθ’ ὧν μυχὸς πλουτεῖ·
- δὸς ὦν, ἄναξ, δὸς καὶ σὺ πότνα μοι νύμφη·
- νόμος κορώνῃ χεῖρα δοῦν ἐπαιτούσῃ.
- τοσαῦτ’ ἀείδω· δός τι καὶ καταχρήσει.
καὶ χελιδονίζειν δὲ καλεῖται παρὰ Ῥοδίοις ἀγερμός τις ἄλλος, περὶ οὗ φησι Θέογνις ἐν βʹ περὶ τῶν ἐν Ῥόδῳ θυσιῶν (FHG IV 514) γράφων οὕτως· ‘εἶδος δέ τι τοῦ ἀγείρειν χελιδονίζειν Ῥόδιοι καλοῦσιν, ὃ γίνεται τῷ Βοηδρομιῶνι μηνί. χελιδονίζειν δὲ λέγεται διὰ τὸ εἰωθὸς ἐπιφωνεῖσθαι·
τὸν δὲ ἀγερμὸν τοῦτον κατέδειξε πρῶτος Κλεόβουλος ὁ Λίνδιος ἐν Λίνδῳ χρείας γενομένης συλλογῆς χρημάτων.’
- ἦλθ᾽, ἦλθε χελιδὼν
- καλὰς ὧρας ἄγουσα,
- καλοὺς ἐνιαυτούς,
- ἐπὶ γαστέρα λευκά,
- ἐπὶ νῶτα μέλαινα.
- παλάθαν σὺ προκύκλει
- ἐκ πίονος οἴκου
- οἴνου τε δέπαστρον
- τυροῦ τε κάνυστρον.
- καὶ πυρῶν
- ἁ χελιδὼν καὶ λεκιθίταν
- οὐκ ἀπωθεῖται. πότερ’ ἀπίωμες ἢ λαβώμεθα;
- εἰ μέν τι δώσεις· εἰ δὲ μή, οὐκ ἐάσομεν,
- ἢ τὰν θύραν φέρωμες ἢ θοὐπέρθυρον
- ἢ τὰν γυναῖκα τὰν ἔσω καθημέναν·
- μικρὰ μέν ἐστι, ῥᾳδίως νιν οἴσομες.
- ἂν δὴ φέρῃς τι,
- μέγα δή τι φέροιο.
v.2.p.289- ἄνοιγ’ ἄνοιγε τὰν θύραν χελιδόνι·
- οὐ γὰρ γέροντές ἐσμεν, ἀλλὰ παιδία.