Deipnosophistae
Athenaeus of Naucratis
Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.
τῆς αὐτῆς ἰδέας καὶ Μελάνθιος ἦν ὁ τῆς τραγῳδίας ποιητής· ἔγραψε δὲ καὶ ἐλεγεῖα. κωμῳδοῦσι δ’ αὐτὸν ἐπὶ ὀψοφαγίᾳ Λεύκων ἐν Φράτερσιν, Ἀριστοφάνης ἐν Εἰρήνῃ (v. 804), Φερεκράτης ἐν Πετάλῃ. ἐν δὲ τοῖς Ἰχθύσιν Ἄρχιππος τῷ δράματι (I 685 K) ὡς ὀψοφάγον δήσας παραδίδωσι τοῖς ἰχθύσιν
- ὁ μὲν Μενέλαος ἐπολέμησ’ ἔτη δέκα
- τοῖς Τρωσὶ διὰ γυναῖκα τὴν ὄψιν καλήν,
- Φοινικίδης δὲ Ταυρέᾳ δι’ ἔγχελυν.
Δημοσθένης δ’ ὁ ῥήτωρ Φιλοκράτην, ἐπειδὴ ἐκ τοῦ προδοτικοῦ χρυσίου πόρνας καὶ ἰχθῦς ἠγόραζεν, εἰς ἀσέλγειαν καὶ ὀψοφαγίαν λοιδορεῖ (19, 229). Διοκλῆς δὲ ὁ ὀψοφάγος, ὥς φησιν Ἡγήσανδρος (FHG IV 416), πυθομένου τινὸς αὐτοῦ πότερος χρηστότερος ἰχθύς, γόγγρος ἢ λάβραξ, ‘ὃ μὲν ἑφθός, ἔφη, ὃ δὲ ὀπτός.’ ὀψοφάγος δ’ ἦν καὶ Λεοντεὺς ὁ Ἀργεῖος τραγῳδός, Ἀθηνίωνος μὲν μαθητής, οἰκέτης δὲ γενόμενος Ἰόβα τοῦ Μαυρουσίων βασιλέως, ὥς φησιν Ἀμάραντος ἐν τοῖς περὶ σκηνῆς, γεγραφέναι φάσκων εἰς αὐτὸν τόδε τὸ ἐπίγραμμα τὸν Ἰόβαν, ὅτε κακῶς τὴν Ὑψιπύλην ὑπεκρίνατο·
- μή με Λεοντῆος τραγικοῦ κεναρηφαγον ηχος
- λεύσσων Ὑψιπύλης ἐς κακὸν ἦτορ ὅρα.
- ἤμην γάρ ποτ’ ἐγὼ Βάκχῳ φίλος, οὐδέ τιν’ ὧδε
v.2.p.255- γῆρυν χρυσολόβοις οὔασιν ἠγάσατο.
- νῦν δέ με χυτρόποδες, κέραμοι καὶ ξηρὰ τάγηνα
- χήρωσαν φωνῆς, γαστρὶ χαριζόμενον.
Φόρυσκον δέ φησιν Ἡγήσανδρος (FHG IV 417) τὸν ἰχθυοφάγον οὐ δυνηθέντα ὅσον ἤθελεν ἀφελεῖν τοῦ ἰχθύος, ἀλλ’ ἀκολουθήσαντος αὐτῷ πλείονος εἰπεῖν (Soph. Ant. 714)·
καὶ ὅλον τὸν ἰχθὺν ἀναλῶσαι. Βίων δὲ προαρπάσαντός τινος τὰ ἐπάνω τοῦ ἰχθύος στρέψας καὶ αὐτὸς καὶ δαψιλῶς φαγὼν ἐπεῖπεν (Eur. Bacch. 1127)·
- τὰ δ’ ἀντιτείνοντ’ αὐτόπρεμν’ ἀπόλλυται,
Θεόκριτος δ’ ὁ Χῖος τελευτησάσης τῆς γυναικὸς Διοκλεῖ τῷ ὀψοφάγῳ, ἐπειδὴ ποιῶν αὐτῇ τὸ περίδειπνον πάλιν ὠψοφάγει κλαίων ἅμα, ‘παῦσαι, φησί, κλαίων, ὦ πόνηρε· οὐδὲν γὰρ πλέον ὀψοφαγῶν ποιήσεις.’ τοῦ δ’ αὐτοῦ καὶ τὸν ἀγρὸν καταβεβρωκότος εἰς ὀψοφαγίαν, ἐπειδὴ θερμόν ποτε καταβροχθίσας ἰχθὺν ἔφησε τὸν οὐρανὸν κατακεκαῦσθαι, ‘λοιπόν, ἔφησεν, ἐστίν, ὁ Θεόκριτος, σοι καὶ τὴν θάλασσαν ἐκπιεῖν, καὶ ἔσῃ τρία τὰ μέγιστα ἠφανικώς, γῆν καὶ θάλατταν καὶ οὐρανόν.’ Κλέαρχος δ’ ἐν τοῖς περὶ βίων φίλιχθύν τινα ἀναγράφων φησὶν οὕτως (FHG II 308)· ‘Τέχνων ὁ παλαιὸς αὐλητὴς Χάρμου τοῦ αὐλητοῦ τελευτήσαντος (ἦν δὲ φίλιχθυς) ἀποπυρίδας ἐπὶ τοῦ μνήματος ἐνήγιζεν αὐτῷ.’ καὶ Ἄλεξις δ’ ὁ ποιητὴς ἦν ὀψοφάγος, ὡς ὁ Σάμιός φησι Λυγκεύς· καὶ σκωπτόμενος ὑπό τινων σπερμολόγων εἰς ὀψοφαγίαν ἐρομένων τε ἐκείνων τί ἂν ἥδιστα φάγοι, ὁ
- Ἰνὼ δὲ τἀπὶ θάτερ’ ἐξειργάζετο.
Νόθιππον δὲ τὸν τραγῳδιοποιόν, ὃν Ἕρμιππος ἐν ταῖς Μοίραις φησίν (I 236 K)·
ὅτι δὲ οὗτός ἐστιν ὁ ποιητὴς σαφῶς παρίστησι Τηλεκλείδης ἐν Ἡσιόδοις (I 214 K). Μυννίσκος ὁ τραγικὸς ὑποκριτὴς κωμῳδεῖται ὑπὸ Πλάτωνος ἐν Σύρφακι ὡς ὀψοφάγος οὕτως (I 642 K)·
- εἰ δ’ ἦν τὸ γένος τῶν ἀνθρώπων τῶν νῦν τοιόνδε
- μάχεσθαι,
- καὶ βατὶς αὐτῶν ἡγεῖτ’ ὀπτὴ μεγάλη καὶ πλευρὸν
- ὕειον,
- τοὺς μὲν ἄρ’ ἄλλους οἰκουρεῖν χρῆν, πέμπειν δὲ
- Νόθιππον ἑκόντα.
- εἷς γὰρ μόνος ὢν κατεβρόχθισεν ἂν τὴν Πελοπόννησον ἅπασαν.
καὶ Λάμπωνα δὲ τὸν μάντιν ἐπὶ τοῖς ὁμοίοις κωμῳδοῦσι Καλλίας Πεδήταις καὶ Λύσιππος Βάκχαις. Κρατῖνος δ’ ἐν Δραπέτισιν εἰπὼν περὶ αὐτοῦ (I 30 K)·
- ὁδὶ μὲν Ἀναγυράσιος Ὀρφώς ἐστί σοι.
- θ’ οὔθ’ ὡς φίλος Μυννίσκος ἔσθ’ ὁ Χαλκιδεύς.
- Β. καλῶς λέγεις.
ἐπιφέρει·
- Λάμπωνα, τὸν οὐ βροτῶν
- ψῆφος δύναται φλεγυρὰ δείπνου φίλων ἀπείργειν,
- νῦν δ’ αὖθις ἐρυγγάνει.
- βρύκει γὰρ ἅπαν τὸ παρόν, τρίγλῃ δὲ κᾂν μάχοιτο
v.2.p.257
Ἡδύλος δ’ ἐν ἐπιγράμμασιν ὀψοφάγους καταλέγων Φαίδωνος μέν τινος ἐν τούτοις μέμνηται·
Ἄγιδος δ’ ἐν τούτοις·
- Φαίδων δὲ ... φύσκι’ ἐνείκαι
- χορδάς θ᾽ ὁ ψάλτης· ἐστὶ γὰρ ὀψοφάγος.
καὶ γυναῖκα δέ τινα Κλειὼ ἐπὶ τοῖς ὁμοίοις σκώπτων φησίν·
- ἑφθὸς ὁ κάλλιχθυς· νῦν ἔμβαλε τὴν βαλανάγραν,
- ἔλθῃ μὴ Πρωτεὺς Ἆγις ὁ τῶν λοπάδων·
- γίνεθ’ ὕδωρ καὶ πῦρ καὶ ὃ βούλεται, ἀλλ’ ἀπόκλειε ...
- ἥξει γὰρ τοιαῦτα μεταπλασθεὶς τυχὸν ὡς Ζεὺς
- χρυσορόης ἐπὶ τήνδ’ Ἀκρισίου λοπάδα.
- ὀψοφάγει Κλειοῖ· καταμύομεν· ἢν δὲ θελήσῃς,
- ἔσθε μόνη. δραχμῆς ἐστιν ὁ γόγγρος ἅπας.
- θὲς μόνον ἢ ζώνην ἢ ἐνώτιον ἤ τι τοιοῦτον
- σύσσημον. τὸ δ’ ὁρᾶν μὴ μόνον οὐ λέγομεν.
- ἡμετέρη σὺ Μέδουσα· λιθούμεθα πάντες ἀπλάτου
- οὐ Γοργοῦς, γόγγρου δ’ οἱ μέλεοι λοπάδι.
Ἀριστόδημος δ’ ἐν τοῖς γελοίοις ἀπομνημονεύμασιν Εὐφράνορά φησι (FHG III 310) τὸν ὀψοφάγον ἀκούσαντα ὅτι ἄλλος ἰχθυοφάγος ἀπέθανε θερμὸν ἰχθύος τέμαχος καταπιὼν ἀναφωνῆσαι ‘ἱερόσυλος ὁ θάνατος.’ Κίνδων δὲ ὁ ὀψοφάγος καὶ Δημύλος (ὀψοφάγος δὲ καὶ οὗτος) γλαύκου παρατεθέντος, ἄλλου δ’ οὐδενός, ὃ μὲν τὸν ὀφθαλμὸν κατελάβετο, καὶ ὁ Δημύλος ἐπὶ τὸν ἐκείνου ὀφθαλμὸν ἐπιβαλὼν ἐβιάζετο
εἴρηται δὲ καὶ ὁ ὀψοφάγος, ὦ ἑταῖροι, καὶ τὸ ὀψοφαγεῖν. Ἀριστοφάνης ἐν Νεφέλαις δευτέραις (v. 983)·
Κηφισόδωρος Ὑί (I 802 K)·
- οὐδ᾽ ὀψοφαγεῖν οὐδὲ κιχλίζειν.
Μάχων Ἐπιστολῇ (IV 496 M)·
- οὐδ’ ὀψοφάγος οὐδ’ ἀδολέσχης.
πρὸς τούτοις τοῖς ὀψοφάγοις, ἄνδρες ἑταῖροι, οἶδα καὶ τὸν παρ’ Ἠλείοις τιμώμενον Ὀψοφάγον Ἀπόλλωνα. μνημονεύει δὲ αὐτοῦ Πολέμων ἐν τῇ πρὸς Ἄτταλον ἐπιστολῇ (fr. 70 Pr). οἶδα δὲ καὶ τὴν ἐν τῇ Πισάτιδι γραφὴν ἀνακειμένην ἐν τῷ τῆς Ἀλφειώσας Ἀρτέμιδος ἱερῷ (Κλεάνθους δ’ ἐστὶ τοῦ Κορινθίου), ἐν ᾗ Ποσειδῶν πεποίηται θύννον τῷ Διὶ προσφέρων ὠδίνοντι, ὡς ἱστορεῖ Δημήτριος ἐν ὀγδόῳ Τρωικοῦ διακόσμου (fr. 5 Gaede).
- ὀψοφάγος εἰμί. τοῦτο δ’ ἐστὶ τῆς τέχνης
- θεμέλιος ἡμῖν· προσπεπονθέναι τι δεῖ
- τὸν μὴ τὰ παραδοθέντα λυμανούμενον.
- ὁ πεφροντικὼς αὑτοῦ γὰρ οὐκ ἔσται κακός.
- ἔπειτ’ ἐπὰν ᾖ καθαρὰ τᾀσθητήρια,
- οὐκ ἂν διαμάρτοις. ἕψε καὶ γεύου πυκνά.
- ἅλας οὐκ ἔχει· προσένεγκ᾽. ἔτ᾽ ἐπιδεῖταί τινος
- ἑτέρου· πάλιν γεύου σύ, μέχρι ἂν ἡδὺς ᾖ,
- ὥσπερ λύραν ἐπίτειν᾽, ἕως ἂν ἁρμόσῃ.
- εἶθ’ ὁπόταν ἤδη πάντα συμφωνεῖν δοκῇ,
- εἴσαγε διὰ πασῶν νικολαίδας μυκόνιος.
καὶ τοσαῦτα μέν, ἔφη ὁ Δημόκριτος, καὶ
τάχα δὲ καὶ ὑμεῖς, ἄνδρες φίλοι, ἑκόντες παρελίπετε ὡς ἱερόν τινα ἰχθὺν τὸν παρ’ Ἐφίππῳ τῷ κωμῳδιοποιῷ, ὅν φησι τῷ
οὐκ ἀγνοῶ δ’ ὅτι τὰ αὐτὰ ταῦτα εἴρηκεν ὁ Ἔφιππος κἀν Πελταστῇ τῷ δράματι (II 261 K), ἐν ᾧ καὶ ταῦτα ἐκείνοις ὑποτέτακται·
- τούτῳ δ’ ὁπόταν ναέται χώρας
- ἰχθύν τιν’ ἕλωσ’ οὐχ ἡμέριον,
- τῆς περικλύστου δ’ ἁλίας Κρήτης
- μείζω μεγέθει, λοπάς ἐστ’ αὐτῷ
- δυνατὴ τούτους χωρεῖν ἑκατόν.
- καὶ περιοίκους εἶναι ταύτῃ
- Σινδούς, Λυκίους, Μυγδονιώτας,
- Κραναούς, Παφίους. τούτους δ’ ὕλην
- κόπτειν, ὁπόταν βασιλεὺς ἕψῃ
- τὸν μέγαν ἰχθύν· καὶ προσάγοντας,
- καθ’ ὅσον πόλεως ἕστηκεν ὅρος,
- τοὺς δ’ ὑποκαίειν. λίμνην δ’ ἐπάγειν
- ὕδατος μεστὴν εἰς τὴν ἅλμην,
- τοὺς δ’ ἅλας αὐτῷ ζεύγη προσάγειν
- μηνῶν ὀκτὼ συνεχῶς ἑκατόν.
- περιπλεῖν δ’ ἐπὶ τοῖς ἄμβωσιν ἄνω
- πέντε κέλητας πεντασκάλμους,
- περιαγγέλλειν τ᾽· ‘οὐχ ὑποκαίεις,
- Λυκίων πρύτανι; ψυχρὸν τουτί·
- παύου φυσῶν, Μακεδὼν ἄρχων·
- σβέννυ, Κέλθ᾽, ὡς μὴ προσκαύσῃς.’
εἰς τίνα δὲ ταῦτ’ ἀποτεινόμενος ὁ Ἔφιππος εἴρηκεν ὥρα σοι ζητεῖν, καλὲ Οὐλπιανέ, καὶ διδάσκειν ἡμᾶς, καὶ τῶν εἰρημένων τούτων
- τοιαῦθ’ ὑθλῶν δειπνεῖ καὶ ζῇ
- θαυμαζόμενος μετὰ μειρακίων,
- οὐ γινώσκων ψήφων ἀριθμούς,
- σεμνὸς σεμνῶς χλανίδ’ ἕλκων.
κατὰ τὸν Αἰσχύλου Προμηθέα (814).’
- εἴ τί σοι ψελλόν τε καὶ δυσεύρετον,
- ἐπαναδίπλαζε καὶ σαφῶς ἐκμάνθανε·
- σχολὴ δὲ πλείων ἢ θέλω πάρεστί μοι,
καὶ ὁ Κύνουλκος ἀνεβόησε· ‘καὶ τίν’ ἂν τῶν μεγάλων οὗτος οὐκ ἰχθύων, ἀλλὰ ζητήσεων ἐπὶ νοῦν λάβοι; ὃς τὰς ἀκάνθας ἀεὶ ἐκλέγει ἑψητῶν τε καὶ ἀθερινῶν καὶ εἴ τι τούτων ἀτυχέστερόν ἐστιν ἰχθύδιον, τὰ μεγάλα τεμάχη παραπεμπόμενος. καθάπερ γὰρ
φησὶν ἐν Ἰξίονι Εὔβουλος (II 176 K),
- ἐν ταῖς γεννικαῖς εὐωχίαις,
οὕτω μοι δοκεῖ καὶ ὁ ‘λεβητοχάρων’ Οὐλπιανός, κατὰ τὸν ἐμὸν Μεγαλοπολίτην Κερκιδᾶν (II 515 B), μηδὲν μὲν ἐσθίειν τῶν ἀνδρὶ προσηκόντων, τηρεῖν δὲ τοὺς ἐσθίοντας εἰ παρεῖδον ἢ ἄκανθαν ἢ τῶν τραγανῶν τι ἢ χονδρῶδες τῶν παρατεθέντων, οὐδ’ ἐπὶ νοῦν βαλλόμενος τὸ τοῦ καλοῦ καὶ λαμπροῦ Αἰσχύλου, ὃς τὰς αὑτοῦ τραγῳδίας τεμάχη εἶναι ἔλεγεν τῶν Ὁμήρου
- ἀμύλων παρόντων ἐσθίουσ’ ἑκάστοτε
- ἄνηθα καὶ σέλινα καὶ φλυαρίας
- καὶ κάρδαμ’ ἐσκευασμένα,
πόθεν δὲ καὶ εἰδέναι δύναται, ἅπερ εἶπεν Στρατόνικος ὁ κιθαριστὴς εἰς Πρόπιν τὸν Ῥόδιον κιθαρῳδόν; Κλέαρχος γὰρ ἐν τοῖς περὶ παροιμιῶν φησιν (FHG II 319) ὡς ὁ Στρατόνικος θεασάμενος τὸν Πρόπιν ὄντα τῷ μὲν μεγέθει μέγαν, τῇ δὲ τέχνῃ κακὸν καὶ ἐλάττονα τοῦ σώματος, ἐπερωτώντων αὐτὸν ποῖός τίς ἐστιν εἶπεν ‘οὐδεὶς κακὸς μέγας ἰχθύς’, αἰνισσόμενος ὅτι πρῶτον μὲν οὐδείς ἐστιν, εἶθ’ ὅτι κακός, καὶ πρὸς τούτοις μέγας μέν, ἰχθὺς δὲ διὰ τὴν ἀφωνίαν. Θεόφραστος δ’ ἐν τῷ περὶ γελοίου (fr. 130 W) λεχθῆναι μέν φησι τὴν παροιμίαν ὑπὸ τοῦ Στρατονίκου, ἀλλ’ εἰς Σιμύκαν τὸν ὑποκριτήν, διελόντος τὴν παροιμίαν ‘μέγας οὐδεὶς σαπρὸς ἰχθύς.’ Ἀριστοτέλης δ’ ἐν τῇ Ναξίων πολιτείᾳ (fr. 510 R) περὶ τῆς παροιμίας οὕτως γράφει· ‘τῶν παρὰ Ναξίοις εὐπόρων οἱ μὲν πολλοὶ τὸ ἄστυ ᾤκουν, οἱ δὲ ἄλλοι διεσπαρμένοι κατὰ κώμας. ἐν οὖν δή τινι τῶν κωμῶν, ᾗ ὄνομα ἦν Ληιστάδαι, Τελεσταγόρας ᾤκει, πλούσιός τε σφόδρα καὶ εὐδοκιμῶν καὶ τιμώμενος παρὰ τῷ δήμῳ τοῖς τ’ ἄλλοις ἅπασι καὶ τοῖς καθ’ ἡμέραν πεμπομένοις. καὶ ὅτε καταβάντες ἐκ τῆς πόλεως δυσωνοῖντό τι τῶν πωλουμένων, ἔθος ἦν τοῖς πωλοῦσι λέγειν ὅτι μᾶλλον ἂν προέλοιντο Τελεσταγόρᾳ δοῦναι ἢ τοσούτου ἀποδόσθαι. νεανίσκοι οὖν τινες ὠνούμενοι μέγαν ἰχθὺν εἰπόντος τοῦ ἁλιέως
οὐκ ἄκαιρον δ’ εἶναι νομίζω εἰπεῖν ἔτι καὶ αὐτός, ἐπειδήπερ ἐμνήσθην τοῦ κιθαριστοῦ Στρατονίκου, λέξαι τι περὶ τῆς εὐστοχίας αὐτοῦ τῶν ἀποκρίσεων. διδάσκων γὰρ κιθαριστάς, ἐπειδὴ ἐν τῷ διδασκαλείῳ εἶχεν ἐννέα μὲν εἰκόνας τῶν Μουσῶν, τοῦ δὲ Ἀπόλλωνος μίαν, μαθητὰς δὲ δύο, πυνθανομένου τινὸς πόσους ἔχοι μαθητάς, ἔφη ‘σὺν τοῖς θεοῖς δώδεκα.’ εἰς Μύλασα δ’ ἐπιδημήσας καὶ κατιδὼν ναοὺς μὲν πολλούς, ἀνθρώπους δὲ ὀλίγους στὰς ἐν μέσῃ τῇ ἀγορᾷ ἔφη ‘ἀκούετε, νεῴ.’ Μάχων δ’ αὐτοῦ ἀναγράφει τάδε ἀπομνημονεύματα·
τῆς κοιλίας τὸν σπλῆν’ ἔχοντα διπλάσιον ... ‘καθήμενος γὰρ ἐνθάδ’ οὗτος φαίνεται τά θ᾽ ἱμάτια τῶν εἰσιόντων λαμβάνων τηρεῖν ἅμα καὶ τοὺς σπλῆνας, εὐθέως ἵνα μηδ’ ἡτισοῦν τοῖς ἔνδον ᾖ στενοχωρία.’
- Στρατόνικος ἀπεδήμησεν εἰς Πέλλαν ποτέ,
- παρὰ πλειόνων ἔμπροσθε τοῦτ’ ἀκηκοὼς
- ὡς σπληνικοὺς εἴωθεν ἡ πόλις ποιεῖν.
- ἐν τῷ βαλανείῳ καταμαθὼν οὖν πλείονας
- γυμναζομένους τῶν μειρακίσκων παρὰ τὸ πῦρ,
- κομψῶς τό τε χρῶμα καὶ τὸ σῶμ’ ἠσκηκότας,
- διαμαρτάνειν ἔφασκε τοὺς εἰρηκότας
- αὑτῷ· καταμαθὼν δ᾽, ἡνίκ’ ἐξῄει πάλιν,
v.2.p.265
ψάλτης κακὸς Στρατόνικον ἑστιῶν ποτε ἐπεδείκνυτ’ αὐτῷ τὴν τέχνην παρὰ τὸν πότον. οὔσης δὲ λαμπρᾶς καὶ φιλοτίμου τῆς δοχῆς, ψαλλόμενος ὁ Στρατόνικος, οὐκ ἔχων δ’ ὅτῳ διαλέξεθ’ ἑτέρῳ, συγκατέθλα τὸ ποτήριον. ᾔτησε μεῖζον καὶ κυάθους πολλοὺς λαβὼν τῷ θ’ ἡλίῳ τὴν κύλικα δείξας συντόμως πιὼν καθεῦδε, ταῦτ’ ἐπιτρέψας τῇ τύχῃ. ἐπὶ κῶμον ἐλθόντων δὲ τῷ ψάλτῃ τινῶν ἑτέρων κατὰ τύχην, ὡς ἔοικε, γνωρίμων ἔξοινος ὁ Στρατόνικος ἐγένετ’ εὐθέως. προσπυνθανομένων δ’ ὅ τι πολὺν πίνων ἀεὶ οἶνον ἐμεθύσθη συντόμως, ἀπεκρίνατο· ‘ὁ γὰρ ἐπίβουλος κἀναγὴς ψάλτης, ἔφη, ὡς βοῦν ἐπὶ φάτνῃ δειπνίσας ἀπέκτονεν.’
Στρατόνικος εἰς Ἄβδηρ’ ἀποδημήσας ποτὲ ἐπὶ τὸν ἀγῶνα τὸν τιθέμενον αὐτόθι, ὁρῶν ἕκαστον τῶν πολιτῶν κατ’ ἰδίαν κεκτημένον κήρυκα κηρύττοντά τε ἕκαστον αὐτῶν, ὅτε θέλοι, νουμηνίαν σχεδόν τε τοὺς κήρυκας ἐν τῷ χωρίῳ ὄντας πολὺ πλείους κατὰ λόγον τῶν δημοτῶν,
αὐλεῖν ἐπὶ τοῖς ἱεροῖσιν αὐλητοῦ κακοῦ μέλλοντος ὁ Στρατόνικος ‘εὐφήμει, μέχρι σπείσαντες εὐξώμεσθα, φησί, τοῖς θεοῖς.’
Κλέων τις ἦν κιθαρῳδός, ὃς ἐκαλεῖτο Βοῦς, δεινῶς ἀπᾴδων τῇ λύρᾳ τ’ οὐ χρώμενος. τούτου διακούσας ὁ Στρατόνικος εἶφ᾽ ὅτι ‘ὄνος λύρας ἐλέγετο, νῦν δὲ βοῦς λύρας.’
Στρατόνικος ὁ κιθαρῳδὸς ὡς Βηρισάδην ἔπλευσεν εἰς τὸν Πόντον ὄντα βασιλέα. πολλοῦ χρόνου δ’ ἤδη γεγονότος ἀποτρέχειν ἠβούλετο Στρατόνικος εἰς τὴν Ἑλλάδα. ὡς δ᾽ αὐτὸν, ὡς ἔοικεν, οὐ προσίετο, τοῦτ’ ἀποκριθῆναί φασι τῷ Βηρισάδῃ· ‘σὺ γὰρ διανοεῖ, φησίν, αὐτοῦ καταμένειν;’
ἐν τῇ Κορίνθῳ παρεπεδήμησέν ποτε Στρατόνικος ὁ κιθαρῳδός. εἶτα γρᾴδιον ἐνέβλεπεν αὐτῷ κοὐκ ἀφίστατ’ οὐδαμοῦ. κᾆθ’ ὁ Στρατόνικος ‘πρὸς θεῶν, μῆτερ, φράσον τί ἔσθ’ ὃ βούλει καὶ τί μ’ εἰσβλέπεις ἀεί;’
- ‘διηπόρησα, φησίν, εἰ μήτηρ σε μὲν
- δέκα μῆνας εἶχε κἀκράτει τῆς κοιλίας,
- πόλις δ’ ἔχουσά σ’ ἡμέραν ἀλγεῖ μίαν.’
- ἡ Νικοκρέοντος εἰσιοῦσ’ Ἀξιοθέα
- γυνὴ μετὰ παιδίσκης ἅβρας εἰς τὸν πότον
- ἀπεψόφησε κᾆτα τῷ Σικυωνίῳ
- ἀμυγδάλην ἐπιβᾶσα συνέτριβεν, συνεὶς
- Στρατόνικος εἶπεν ‘οὐχ ὅμοιος ὁ ψόφος.’
- ὑπὸ νύκτα τῆς φωνῆς δὲ ταύτης οὕνεκα
- ἐν τῷ πελάγει διέλυσε τὴν παρρησίαν.
- ἐπιδεικνυμένου πόθ᾽, ὡς ἔοικεν, ἐν Ἐφέσῳ
- ἀφυοῦς κιθαρῳδοῦ τὸν μαθητὴν τοῖς φίλοις,
- παρὼν κατὰ τύχην ὁ Στρατόνικος τοῦτ’ ἔφη·
- ‘ὃς αὐτὸς αὑτὸν οὐ κιθ.........
- ἄλλους κιθα...................’
Κλέαρχος δ’ ἐν δευτέρῳ περὶ φιλίας (FHG II 313) ‘Στρατόνικος, φησίν, ὁ κιθαριστὴς ἀναπαύεσθαι μέλλων ἐκέλευεν ἀεὶ τὸν παῖδα προσφέρειν αὑτῷ πιεῖν· ‘οὐχ ὅτι διψῶ, φησίν, ἵνα δὲ μὴ διψήσω.’ ἐν δὲ Βυζαντίῳ κιθαρῳδοῦ τὸ μὲν προοίμιον ᾄσαντος εὖ, ἐν δὲ τοῖς λοιποῖς ἀποτυγχάνοντος, ἀναστὰς ἐκήρυξεν ‘ὃς ἂν καταμηνύσῃ τὸν τὸ προοίμιον ᾄσαντα κιθαρῳδόν, λήψεται χιλίας δραχμάς.’ ἐρωτηθεὶς δ’ ὑπό τινος τίνες εἰσὶν οἱ μοχθηρότατοι, τῶν ἐν Παμφυλίᾳ Φασηλίτας μὲν ἔφησε μοχθηροτάτους εἶναι, Σιδήτας δὲ τῶν ἐν τῇ οἰκουμένῃ. πάλιν δ’ ἐπερωτηθείς, ὥς φησιν
καί τινος εἰπόντος ‘τὸ ποῖον;’ ἔφη ‘κακῶς μὲν κιθαρίζειν ἔδωκεν, ᾄδειν δὲ καλῶς ἀνένευσε.’ δοκοῦ δέ ποτε καταπεσούσης καὶ ἀποκτεινάσης ἕνα τῶν πονηρῶν ‘ἄνδρες, ἔφη, δοκῶ, εἰσὶ θεοί· εἰ δὲ μή εἰσι, δοκοί εἰσιν.’
- τῷ δ’ ἕτερον μὲν ἔδωκε πατήρ, ἕτερον δ᾽ ἀνένευσε,
ἀναγράφει δὲ καὶ τάδε μετὰ τὰ προειρημένα τοῦ Στρατονίκου ἀπομνημονευμάτων οὕτως.
πρὸς βαλανείῳ ψυχρῷ καὶ φαύλῳ κεκοσμημένον ἰδὼν ἡρῷον λαμπρῶς ὡς ἐξῆλθεν λελουμένος κακῶς ‘οὐ θαυμάζω, ἔφη, ὅτι πολλοὶ ἀνάκεινται πίνακες·’ ἕκαστον γὰρ τῶν λουομένων ὡς σωθέντα ἀνατιθέναι. ἐν Αἴνῳ δὲ ἔφη τοὺς μὲν ὀκτὼ μῆνας εἶναι ψῦχος, τοὺς δὲ τέτταρας χειμῶνα. τοὺς δὲ Ποντικοὺς ἐκ τοῦ πολλοῦ ἥκειν πόντου, ὥσπερ ἐκ τοῦ ὀλέθρου. τοὺς δὲ Ῥοδίους ἐκάλει λευκοὺς Κυρηναίους καὶ μνηστήρων πόλιν, τὴν δ’ Ἡράκλειαν Ἀνδροκόρινθον καὶ τὸ Βυζάντιον μασχάλην τῆς Ἑλλάδος, τοὺς δὲ Λευκαδίους ἑώλους Κορινθίους, τοὺς δ᾽ Ἀμβρακιώτας Μεμβρακιώτας. ἐκ τῆς δ’ Ἡρακλείας ὡς ἐξῄει τὰς πύλας καὶ περιεσκόπει, ἐρομένου τινὸς τί περισκοπεῖ, αἰσχύνεσθαι ἔφη, μὴ ὀφθῇ, ὥσπερ ἐκ πορνείου ἐξιών. ἰδὼν δ᾽ ἐν τῷ κύφωνι δεδεμένους δύο ‘ὡς μικροπολιτικόν, ἔφη, τὸ μὴ δύνασθαι συμπληρῶσαι.’ πρὸς δὲ ἁρμονικόν τινα, κηπουρὸν ὄντα πρότερον, ἀμφισβητοῦντ’ αὐτῷ περὶ ἁρμονίας ἔφη·
ἐν Μαρωνείᾳ δὲ συμπίνων τισὶν ἐθέλειν ἔφη γνῶναι κατὰ τίνα τόπον ἐστὶ τῆς πόλεως, ἐὰν κατακαλύψαντες ἄγωσιν. εἶθ’ ὡς ἦγον καὶ ἠρώτων, ‘κατὰ τὸ καπηλεῖον’, ἔφη, ὅτι καπηλεῖα ἐδόκει εἶναι ἡ Μαρώνεια. τὸν δὲ Τηλεφάνην, ἐπεὶ ἀναφυσᾶν ἤρχετο παρακατακείμενος,
- ἄρδοι τις ἣν ἕκαστος εἰδείη τέχνην.
νικήσας δ’ ἐν Σικυῶνι τοὺς ἀνταγωνιστὰς ἀνέθηκεν εἰς τὸ Ἀσκληπιεῖον τρόπαιον ἐπιγράψας· ‘Στρατόνικος ἀπὸ τῶν κακῶς κιθαριζόντων’. ᾄσαντος δέ τινος, ἤρετο τίνοσ τὸ μέλος. εἰπόντος δ’ ὅτι Καρκίνου, ‘πολύ γε μᾶλλον, ἔφη, ἢ ἀνθρώπου’. ἐν Μαρωνείᾳ δ’ ἔφη οὐ γίνεσθαι ἔαρ, ἀλλ’ ἀλέαν. ἐν Φασήλιδι δὲ πρὸς τὸν παῖδα διαμφισβητοῦντος τοῦ βαλανέως περὶ τοῦ ἀργυρίου (ἦν γὰρ νόμος πλείονος λούειν τοὺς ξένους) ‘ὦ μιαρέ, ἔφη, παῖ, παρὰ χαλκοῦν με μικροῦ Φασηλίτην ἐποίησας.’ πρὸς δὲ τὸν ἐπαινοῦντα, ἵνα λάβῃ τι, αὐτὸς ἔφη μείζων εἶναι πτωχός. ἐν μικρᾷ δὲ πόλει διδάσκων ἔφη ‘αὕτη οὐ πόλις ἐστίν, ἀλλὰ μόλις.’ ἐν Πέλλῃ δὲ πρὸς φρέαρ προσελθὼν ἠρώτησεν εἰ πότιμόν ἐστιν. εἰπόντων δὲ τῶν ἱμώντων ‘ἡμεῖς γε τοῦτο πίνομεν’, ‘οὐκ ἄρ᾽, ἔφη, πότιμόν ἐστιν’. ἐτύγχανον δ’ οἱ ἄνθρωποι χλωροὶ ὄντες. ἐπακούσας δὲ τῆς Ὠδῖνος τῆς Τιμοθέου ‘εἰ δ’ ἐργολάβον, ἔφη, ἔτικτεν καὶ μὴ θεόν, ποίας ἂν ἠφίει φωνάς.’ Πολυίδου δὲ σεμνυνομένου ὡς ἐνίκησε Τιμόθεον ὁ μαθητὴς αὐτοῦ Φιλωτᾶς, ‘θαυμάζειν ἔφη, εἰ ἀγνοεῖς ὅτι αὐτὸς μὲν ψηφίσματα ποιεῖ, Τιμόθεος δὲ νόμους.’ πρὸς Ἄρειον δὲ τὸν ψάλτην ὀχλοῦντά τι αὐτὸν ‘ψάλλ’ ἐς κόρακας’ ἔφη. ἐν Σικυῶνι δὲ πρὸς νακοδέψην γεγενημένον, ἐπεὶ ἐλοιδορεῖτό τι αὐτῷ καὶ ‘κακόδαιμον’ ἔφη, ‘νακόδαιμον’ ἔφη. τοὺς δὲ Ῥοδίους ὁ αὐτὸς Στρατόνικος σπαταλῶνας καὶ θερμοπότας θεωρῶν ἔφη
ζηλωτὴς δὲ διὰ τῶν εὐτραπέλων λόγων τούτων ἐγένετο ὁ Στρατόνικος Σιμωνίδου τοῦ ποιητοῦ, ὥς φησιν Ἔφορος ἐν δευτέρῳ περὶ εὑρημάτων (FHG I 275), φάσκων καὶ Φιλόξενον τὸν Κυθήριον περὶ τὰ ὅμοια ἐσπουδακέναι. Φαινίας δ’ ὁ περιπατητικὸς ἐν δευτέρῳ περὶ ποιητῶν (FHG II 298) ‘Στρατόνικος, φησίν, ὁ Ἀθηναῖος δοκεῖ τὴν πολυχορδίαν εἰς τὴν ψιλὴν κιθάρισιν πρῶτος εἰσενεγκεῖν καὶ πρῶτος μαθητὰς τῶν ἁρμονικῶν ἔλαβε καὶ διάγραμμα συνεστήσατο. ἦν δὲ καὶ ἐν τῷ γελοίῳ οὐκ ἀπίθανος.’ φασὶ δὲ καὶ τελευτῆσαι αὐτὸν διὰ τὴν ἐν τῷ γελοίῳ παρρησίαν ὑπὸ Νικοκλέους τοῦ Κυπρίων βασιλέως φάρμακον πιόντα διὰ τὸ σκώπτειν αὐτοῦ τοὺς υἱούς.
τοῦ δ’ Ἀριστοτέλους τεθαύμακα, ὃν πολυθρύλητον πεποιήκασιν οἱ σοφοὶ οὗτοι, καλέ μου Δημόκριτε, (καὶ σὺ τῶν λόγων αὐτοῦ πρεσβεύεις ὡς καὶ τῶν ἄλλων φιλοσόφων τε καὶ ῥητόρων τῆς ἀκριβείας) πότε μαθὼν ἢ παρὰ τίνος ἀνελθόντος ἐκ τοῦ βυθοῦ Πρωτέως ἢ Νηρέως, τί ποιοῦσιν οἱ ἰχθύες ἢ πῶς κοιμῶνται ἢ πῶς διαιτῶνται. τοιαῦτα γὰρ συνέγραψεν ὡς εἶναι κατὰ τὸν κωμῳδιοποιὸν (IV 606 M) ‘θαύματα μωροῖς.’ φησὶν γὰρ ὅτι κήρυκες μὲν καὶ πάντα τὰ ὀστρακόδερμα ἀνόχευτον αὐτῶν ἐστι τὸ γένος καὶ ὅτι ἡ πορφύρα καὶ ὁ κῆρυξ μακρόβια. ζῆν γὰρ τὴν πορφύραν ἔτη
ποῦ δὲ εἶδεν ἐκ κέρατος ἐλάφου κισσὸν ἀναφύντα; γλαῦκες δέ, φησί, καὶ κόρακες ἡμέρας ἀδυνατοῦσι βλέπειν· διὸ νύκτωρ τὴν τροφὴν ἑαυτοῖς θηρεύουσι καὶ οὐ πᾶσαν νύκτα, ἀλλὰ τὴν ἀκρέσπερον, καὶ τὰς ἰδέας δὲ τῶν ὀφθαλμῶν αὐτῶν οὐκ ἐμφερεῖς εἶναι; τοῖς μὲν γὰρ γλαυκαί, τοῖς δὲ μέλαιναι, τοῖς δὲ χαροποί. ἀνθρώποις δὲ ὅτι παντοῖος ὁ ὀφθαλμὸς ἠθῶν τε διαφορὰς εἶναι περὶ τοὺς ὀφθαλμοὺς λέγει· τοὺς μὲν γὰρ αἰγωποὺς τῶν ἀνθρώπων πρὸς ὀξύτητα
τὰ δὲ μαλακόδερμά φησι καὶ τὰ ὀστρακόδερμα καὶ τὰ σελαχώδη καὶ τὰ ἔντομα πλείονα χρόνον ὀχεύειν. δελφῖνα δὲ καί τινας τῶν ἰχθύων παρακατακλινομένους ὀχεύειν, καὶ εἶναι τῶν μὲν δελφίνων βραδεῖαν τὴν μῖξιν, τῶν δὲ ἰχθύων ταχεῖαν. ἔτι ὁ λέων, φησί, στερέμνια ἔχει τὰ ὀστᾶ, καὶ κοπτομένων αὐτῶν ὥσπερ ἐκ τῶν λίθων πῦρ ἐκλάμπειν.