Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

πρότερος δὲ τοῦ Ἐπικούρου Σοφοκλῆς ὁ τραγῳδιοποιὸς ἐν Ἀντιγόνῃ περὶ τῆς ἡδονῆς τοιαῦτα εἴρηκεν (1165)·

  1. τὰς γὰρ ἡδονὰς
  2. ὅταν προδῶσιν ἄνδρες, οὐ τίθημ’ ἐγὼ
  3. ζῆν τοῦτον, ἀλλ’ ἔμψυχον ἡγοῦμαι νεκρόν.
  4. πλούτει τε γὰρ κατ’ οἶκον, εἰ βούλει, μέγα
  5. καὶ ζῆ τύραννον σχῆμ’ ἔχων· ἐὰν δ’ ἀπῇ
  6. τούτων τὸ χαίρειν, τἄλλ’ ἐγὼ καπνοῦ σκιᾶς
  7. οὐκ ἂν πριαίμην ἀνδρὶ πρὸς τὴν ἡδονήν.
Φιλέταιρος Κυναγίδι (II 232 K).
  1. τί δεῖ γὰρ ὄντα θνητόν, ἱκετεύω, ποιεῖν
  2. πλὴν ἡδέως ζῆν τὸν βίον καθ’ ἡμέραν,
  3. ἐὰν ἔχῃ τις ὁπόθεν; ἀλλὰ δεῖ σκοπεῖν
  4. τοῦτ’ αὐτὸ τἀνθρώπει’ ὁρῶντα πράγματα,
  5. εἰς αὔριον δὲ μηδὲ φροντίζειν ὅτι
  6. ἔσται· περίεργόν ἐστιν ἀποκεῖσθαι πάνυ
  7. ἕωλον ἔνδον τἀργύριον.
καὶ ἐν Οἰνοπίωνι δὲ ὁ αὐτός φησιν (II 234 K)·
  1. θνητῶν δ’ ὅσοι
  2. ζῶσιν κακῶς ἔχοντες ἄφθονον βίον,
    v.2.p.121
  3. ἐγὼ μὲν αὐτοὺς ἀθλίους εἶναι λέγω.
  4. οὐ γὰρ θανών γε δήπουθεν ἔγχελυν φάγοις
  5. οὐδ’ ἐν νεκροῖσι πέττεται γαμήλιος.

Ἀπολλόδωρος δ’ ὁ Καρύστιος ἐν Γραμματειδιοποιῷ (IV 441 M)·

  1. ὦ πάντες ἄνθρωποι, τί τὸ ζῆν ἡδέως
  2. παρέντες ἐπιμελεῖσθε τοῦ κακῶς ποιεῖν
  3. πολεμοῦντες ἀλλήλους; πότερα πρὸς τῶν θεῶν
  4. ἐπιστατεῖ τις τοῦ βίου νυνὶ τύχη
  5. ἄγροικος ἡμῶν οὔτε παιδείαν ὅλως
  6. εἰδυῖα, τί τὸ κακόν ποτ’ ἢ τί τἀγαθὸν
  7. ἔστ’ ἀγνοοῦσα παντελῶς, εἰκῆ τέ πως
  8. ἡμᾶς κυλίνδουσ’ ὅντιν’ ἂν τύχῃ τρόπον;
  9. οἶμαί γε. τίς γὰρ μᾶλλον ἂν προείλετο
  10. Ἕλλην ἀληθῶς οὖσα λεπομένους ὁρᾶν
  11. αὐτοὺς ὑφ’ αὑτῶν καὶ καταπίπτοντας νεκρούς,
  12. ἐξὸν ἱλαρούς, παίζοντας, ὑποπεπωκότας,
  13. αὐλουμένους. ωδει λέγ’ αὐτή, γλυκυτάτη,
  14. ἔλεγχ’ ἄγροικον οὖσαν ἡμῶν τὴν τύχην.
καὶ προελθών·
  1. οὐ τοῦτο τὸ ζῆν ἐστι τὸν καλούμενον
  2. θεῶν ἀληθῶς βίον; ὅσῳ δ’ ἡδίονα
  3. τὰ πράγματ’ ἐν ταῖς πόλεσιν ἦν ἂν ἢ τὰ νῦν,
  4. εἰ μεταβαλόντες τὸν βίον διήγομεν·
  5. πίνειν Ἀθηναίους ἅπαντας τοὺς μέχρι
  6. ἐτῶν τριάκοντ᾽, ἐξιέναι τοὺς δ’ ἱππέας
    v.2.p.122
  7. ἐπὶ κῶμον εἰς Κόρινθον ἡμέρας δέκα
  8. στεφάνους ἔχοντας καὶ μύρον πρὸ ἡμέρας,
  9. τοὺς τὴν ῥάφανον πωλοῦντας ἕψειν Μεγαρέων,
  10. εἰς τὸ βαλανεῖον ἀπιέναι τοὺς συμμάχους,
  11. κεραννύναι τὸν οἶνον Εὐβοεῖς. Β. τρυφὴ
  12. καὶ βίος ἀληθῶς. Α. ἀλλ’ ἀπαιδεύτῳ τύχῃ
  13. δουλεύομεν.

φιλήδονον δ’ οἱ ποιηταὶ καὶ τὸν ἀρχαῖόν φασι γενέσθαι Τάνταλον· ὁ γοῦν τὴν τῶν Ἀτρειδῶν ποιήσας κάθοδον ἀφικόμενον αὐτὸν λέγει (p. 56 K) πρὸς τοὺς θεοὺς καὶ συνδιατρίβοντα ἐξουσίας τυχεῖν παρὰ τοῦ Διὸς αἰτήσασθαι ὅτου ἐπιθυμεῖ. τὸν δὲ πρὸς τὰς ἀπολαύσεις ἀπλήστως διακείμενον ὑπὲρ αὐτῶν τε τούτων μνείαν ποιήσασθαι καὶ τοῦ ζῆν τὸν αὐτὸν τρόπον τοῖς θεοῖς. ἐφ’ οἷς ἀγανακτήσαντα τὸν Δία τὴν μὲν εὐχὴν ἀποτελέσαι διὰ τὴν ὑπόσχεσιν, ὅπως δὲ μηδὲν ἀπολαύῃ τῶν παρακειμένων, ἀλλὰ διατελῇ ταραττόμενος, ὑπὲρ τῆς κεφαλῆς ἐξήρτησεν αὐτῷ πέτρον, δι’ ὃν οὐ δύναται τῶν παρακειμένων τυχεῖν οὐδενός. καὶ τῶν στωικῶν δέ τινες συνεφήψαντο ταύτης τῆς ἡδονῆς· Ἐρατοσθένης γοῦν ὁ Κυρηναῖος μαθητὴς γενόμενος Ἀρίστωνος τοῦ Χίου, ὃς ἦν εἷς τῶν ἀπὸ τῆς στοᾶς, ἐν τῷ ἐπιγραφομένῳ Ἀρίστωνι παρεμφαίνει τὸν διδάσκαλον ὡς ὕστερον ὁρμήσαντα ἐπὶ τρυφήν, λέγων ὧδε (p. 193 B)· ‘ἤδη δέ ποτε καὶ τοῦτον πεφώρακα τὸν τῆς ἡδονῆς καὶ ἀρετῆς μεσότοιχον διορύττοντα καὶ ἀναφαινόμενον παρὰ τῇ ἡδονῇ.’ καὶ Ἀπολλοφάνης δὲ (γνώριμος δὲ ἦν καὶ οὗτος

v.2.p.123
τοῦ Ἀρίστωνος) ἐν τῷ Ἀρίστωνι, καὶ αὐτὸς οὕτως ἐπιγράψας τὸ σύγγραμμα, ἐμφανίζει τὴν τοῦ διδασκάλου φιληδονίαν. περὶ δὲ Διονυσίου τοῦ Ἡρακλεώτου τί δεῖ καὶ λέγειν; ὃς ἄντικρυς ἀποδὺς τὸν τῆς ἀρετῆς χιτῶνα ἀνθινὰ μετημφιάσατο καὶ Μεταθέμενος καλούμενος ἔχαιρε, καίτοι γηραιὸς ἀποστὰς τῶν τῆς στοᾶς λόγων καὶ ἐπὶ τὸν Ἐπίκουρον μεταπηδήσας· περὶ οὗ οὐκ ἀχαρίτως ὁ Τίμων ἔφη (fr. 59 W)·
  1. ἡνίκ’ ἐχρῆν δύνειν, νῦν ἄρχεται ἡδύνεσθαι·
  2. ὥρη ἐρᾶν, ὥρη δὲ γαμεῖν, ὥρη δὲ πεπαῦσθαι.

Ἀπολλόδωρος ὁ Ἀθηναῖος ἐν τῷ τρίτῳ περὶ Σώφρονος τῷ εἰς τοὺς ἀνδρείους μίμους προθεὶς τὸ ‘καταπυγοτέραν τ᾽ ἀλφηστᾶν’ (Sophr. fr. 61 Bo) φησίν· ‘ἰχθῦς τινες οἱ ΑΛΦΗΣΤΑΙ τὸ μὲν ὅλον κιρροειδεῖς, πορφυρίζοντες δὲ κατά τινα μέρη. φασὶ δ’ αὐτοὺς ἁλίσκεσθαι σύνδυο καὶ φαίνεσθαι τὸν ἕτερον ἐπὶ τοῦ ἑτέρου κατ’ οὐρὰν ἑπόμενον. ἀπὸ τοῦ οὖν κατὰ τὴν πυγὴν θατέρῳ τὸν ἕτερον ἀκολουθεῖν τῶν ἀρχαίων τινὲς τοὺς ἀκρατεῖς καὶ καταφερεῖς οὕτω καλοῦσιν. Ἀριστοτέλης ἐν τῷ περὶ ζῴων (p. 301 R) μονάκανθον εἶναι καὶ κιρρὸν τὸν ἀλφηστικόν. μνημονεύει δ᾽ αὐτοῦ καὶ Νουμήνιος ὁ Ἡρακλεώτης ἐν Ἁλιευτικῷ οὕτως (fr. 18 Birt)·

  1. φυκίδας ἀλφηστήν τε καὶ ἐν χροιῇσιν ἐρυθρὸν
  2. σκορπίον.
καὶ Ἐπίχαρμος ἐν Ἥβας γάμῳ (p. 233 L)·
  1. μύες ἀλφησταί τε κορακῖνοί τε κοριοειδέες.
μνημονεύει δ’ αὐτοῦ καὶ Μίθαικος ἐν Ὀψαρτυτικῷ.
v.2.p.124

ΑΝΘΙΑΣ κάλλιχθυς· τούτου μέμνηται Ἐπίχαρμος ἐν Ἥβας γάμῳ (p. 232 L)·

  1. καὶ σκιφίας χρόμις θ᾽, ὃσ ἐν τῷ ἦρι καττὸν Ἀνάνιον
  2. ἰχθύων πάντων ἄριστος, ἀνθίας δὲ χείματι.
λέγει δὲ Ἀνάνιος οὕτως (II 502 B4)·
  1. ἔαρι μὲν χρόμιος ἄριστος, ἀνθίας δὲ χειμῶνι,
  2. τῶν καλῶν δ’ ὄψων ἄριστον καρὶς ἐκ συκέης φύλλου.
  3. ἡδὺ δ’ ἐσθίειν χιμαίρης φθινοπωρισμῷ κρέας·
  4. δέλφακος δ᾽, ὅταν τραπέωσι καὶ πατέωσιν, ἐσθίειν·
  5. καὶ κυνῶν αὕτη τόθ’ ὥρη καὶ λαγῶν κἀλωπέκων·
  6. ὄιος αὖτ’ ὅταν θέρος τ’ ᾖ κἠχέται βαβράζωσιν.
  7. εἶτα δ’ ἐστὶν ἐκ θαλάσσης θύννος οὐ κακὸν βρῶμα,
  8. ἀλλὰ πᾶσιν ἰχθύεσσιν ἐμπρεπὴς ἐν μυττωτῷ.
  9. βοῦς δὲ πιανθείς, δοκέω μέν, καὶ μεσέων νυκτῶν
  10. ἡδὺς
  11. κἠμέρης.
τῶν τοῦ Ἀνανίου πλεόνων ἐμνημόνευσα νομίζων καὶ τοῦτον ὑποθήκας τοῖς λάγνοις τοιαύτας ἐκτεθῆσθαι.

Ἀριστοτέλης δ’ ἐν τῷ περὶ ζῴων ἠθῶν (620 b 33) ‘ὅπου ἂν ἀνθίας ᾖ, φησίν, οὐκ ἐστὶν θηρίον· ᾧ σημείῳ χρώμενοι οἱ σπογγιεῖς κατακολυμβῶσι καλοῦντες αὐτὸν ἱερὸν ἰχθύν.’ μνημονεύει δ’ αὐτοῦ καὶ Δωρίων ἐν τῷ περὶ ἰχθύων· ‘τὸν δ’ ἀνθίαν τινὲς καὶ κάλλιχθυν καλοῦσιν, ἔτι δὲ καλλιώνυμον καὶ ἔλοπα.’ Ἱκέσιος δ’ ἐν τοῖς περὶ ὕλης ὑπὸ μέν τινων λύκον,

v.2.p.125
ὑπὸ δ’ ἄλλων καλλιώνυμον· εἶναι δ’ αὐτὸν χονδρώδη καὶ εὔχυλον καὶ εὐέκκριτον, οὐκ εὐστόμαχον δέ. Ἀριστοτέλης (p. 307 R) δὲ καὶ καρχαρόδοντα εἶναι τὸν κάλλιχθυν σαρκοφάγον τε καὶ συναγελαζόμενον. Ἐπίχαρμος δ’ ἐν Μούσαις τὸν μὲν ἔλοπα καταριθμεῖται, τὸν δὲ κάλλιχθυν ἢ καλλιώνυμον ὡς τὸν αὐτὸν ὄντα σεσίγηκεν· λέγει δὲ περὶ τοῦ ἔλοπος οὕτως (p. 238 L)·
  1. τόν τε πολυτίματον ἔλοπ᾽, ὁ δ’ αὐτὸς χαλκὸς ὤνιος,
  2. ἕνα μόνον, καὶ κῆνον ὁ Ζεὺς ἔλαβε κἠκελήσατο
  3. κατθέμειν αὐτῷ τέ οἱ καὶ τᾷ δάμαρτι θωτέρω.
Δωρίων δ’ ἐν τῷ περὶ ἰχθύων διαφέρειν φησὶν ἀνθίαν καὶ κάλλιχθυν, ἔτι τε καὶ καλλιώνυμον καὶ ἔλοπα.

τίς δ’ ἐστὶν ὁ καλούμενος ἱερὸς ἰχθύς; ὁ μὲν τὴν Τελχινιακὴν ἱστορίαν συνθείς, εἴτ’ Ἐπιμενίδης (p. 233 K) ἐστὶν ὁ Κρὴς ἢ Τηλεκλείδης εἴτ’ ἄλλος τις, ἱερούς φησιν εἶναι ἰχθύας δελφῖνας καὶ πομπίλους. ἐστὶ δ’ ὁ πομπίλος ζῷον ἐρωτικόν, ὡς ἂν καὶ αὐτὸς γεγονὼς ἐκ τοῦ Οὐρανίου αἵματος ἅμα τῇ Ἀφροδίτῃ. Νίκανδρος δ’ ἐν δευτέρῳ Οἰταικῶν φησι (fr. 16 Sch)·

  1. πομπίλος, ὃς ναύτῃσιν ἀδημονέουσι κελεύθους
  2. μήνυσεν φιλέρωσι καὶ ἄφθογγός περ ἀμύνων.
Ἀλέξανδρος δ’ ὁ Αἰτωλὸς ἐν Κρίκᾳ, εἰ γνήσιον τὸ ποιημάτιον (p. 240 M)·
  1. πηδαλίῳ ἄκρῳ ἔπι πομπίλος ἁνιοχεύων
  2. ἧστ’ ἀκάτω κατόπισθε θεοῖς ὕπο πομπίλος ἰχθύς.
    v.2.p.126
Παγκράτης δ’ ὁ Ἀρκὰς ἐν τοῖς θαλασσίοις ἔργοις ἐπιγραφομένοις προειπών·
  1. πομπίλος, ὃν καλέουσιν ἁλίπλοοι ἱερὸν ἰχθύν,
διηγεῖται ὡς οὐ μόνον τῷ Ποσειδῶνι ὁ πομπίλος ἐστὶ διὰ τιμῆς, ἀλλ’ ὅτι καὶ τοῖς τὴν Σαμοθρᾴκην κατέχουσι θεοῖς. ἁλιέα γοῦν τινα πρεσβύτην τῷ ἰχθύι τούτῳ κόλασιν ὑποσχεῖν ἔτι τοῦ χρυσοῦ γένους κατ’ ἀνθρώπους ὄντος. ὄνομα δ’ ἦν αὐτῷ Ἐπωπεὺς καὶ ἐξ Ἰκάρου ἦν τῆς νήσου. καὶ τοῦτον οὖν ἅμα τῷ υἱῷ ἁλιεύοντα καὶ οὐκ εὐτυχήσαντα ἄλλων ἰχθύων ἐν τῇ ἄγρᾳ ἢ πομπίλων οὐκ ἀποσχέσθαι τῆς τούτων ἐδωδῆς, ἀλλὰ πάντας μετὰ τοῦ υἱοῦ καταθοινηθῆναι καὶ μετ’ οὐ πολὺ δίκας ἐκτῖσαι τῆς δυσσεβείας· κῆτος γὰρ ἐπελθὸν τῇ νηὶ τὸν Ἐπωπέα ἐν ὄψει τοῦ παιδὸς καταπιεῖν. ἱστορεῖ δ’ ὁ Παγκράτης ὡς καὶ πολέμιός ἐστιν ὁ πομπίλος τῷ δελφῖνι καὶ ὅτι οὐδ᾽ οὗτος ἀτιμώρητος ἐκφεύγει πομπίλου φαγών. ἀχρεῖος γοῦν γίνεται καὶ σφαδᾴζων ἐπειδὰν φάγῃ καὶ ἐπὶ τοὺς αἰγιαλοὺς ἐκκυμανθεὶς βορὰ γίνεται αἰθυίαις τε καὶ λάροις, ἐνίοτε δὲ καὶ ὑπὸ τῶν ταῖς κητείαις παρεδρευόντων ἀνδρῶν παρανομεῖται. μνημονεύει τῶν πομπίλων καὶ Τιμαχίδας ὁ Ῥόδιος ἐν τῷ θʹ τοῦ Δείπνου·
  1. κωβιοὶ εἰνάλιοι καὶ πομπίλοι, ἱεροὶ ἰχθῦς.
Ἤριννά τε ἢ ὁ πεποιηκὼς τὸ εἰς αὐτὴν ἀναφερόμενον ποιημάτιον (III 143 B4)·
  1. πομπίλε, ναύτῃσιν πέμπων πλόον εὔπλοον ἰχθύ,
  2. πομπεύσαις πρύμναθεν ἐμὰν ἁδεῖαν ἑταίραν.
    v.2.p.127

  1. Ἀπολλώνιος δ’ ὁ Ῥόδιος ἢ Ναυκρατίτης ἐν
Ναυκράτεως κτίσει (fr. 7 Mich) τὸν Πομπίλον φησὶν ἄνθρωπον πρότερον ὄντα μεταβαλεῖν εἰς ἰχθὺν διά τινα Ἀπόλλωνος ἔρωτα· τὴν γὰρ Σαμίων πόλιν παραρρεῖν ποταμὸν Ἴμβρασον,
  1. τῷ ῥά ποτ’ Ὠκυρόην νύμφην, περικαλλέα κούρην,
  2. Χησιὰς εὐπατέρεια τέκεν φιλότητι μιγεῖσα,
  3. Ὠκυρόην, ᾗ κάλλος ἀπείριτον ὤπασαν Ὧραι·
ταύτης οὖν ἐρασθέντα Ἀπόλλωνα ἐπιχειρῆσαι ἁρπάσαι. διαπεραιωθεῖσαν δ’ εἰς Μίλητον κατά τινα Ἀρτέμιδος ἑορτὴν καὶ μέλλουσαν ἁρπάζεσθαι εὐλαβηθεῖσαν Πομπίλον τινὰ θαλασσουργὸν ἄνθρωπον καθικετεῦσαι ὄντα πατρῷον φίλον, ὅπως αὐτὴν εἰς τὴν πατρίδα διασώσῃ, λέγουσαν τάδε (fr. 8)·
  1. πατρὸς ἐμοῖο φίλου συμφράδμονα θυμὸν ἀέξων,
  2. Πομπίλε, δυσκελάδου δεδαὼς θοὰ βένθεα πόντου,
  3. σῷζέ με·
καὶ τὸν εἰς τὴν ἀκτὴν διαγαγόντα αὐτὴν διαπεραιοῦν. ἐπιφανέντα δὲ τὸν Ἀπόλλωνα τήν τε κόρην ἁρπάσαι καὶ τὴν ναῦν ἀπολιθώσαντα τὸν Πομπίλον εἰς τὸν ὁμώνυμον ἰχθὺν μεταμορφῶσαι ποιῆσαί τε τὸν (fr. 9)
  1. πομπίλον ὠκυάλων νηῶν αιηονονα δουρον.

Θεόκριτος δ’ ὁ Συρακόσιος ἐν τῇ ἐπιγραφομένῃ Βερενίκῃ τὸν λεῦκον ὀνομαζόμενον ἰχθὺν ἱερὸν καλεῖ διὰ τούτων (p. 184 Ziegl)·

  1. καἴ τις ἀνὴρ αἰτεῖται ἐπαγροσύνην τε καὶ ὄλβον,
  2. ἐξ ἁλὸς ᾧ ζωή, τὰ δὲ δίκτυα κείνῳ ἄροτρα,
  3. σφάζων ἀκρόνυχος ταύτῃ θεῷ ἱερὸν ἰχθύν,
    v.2.p.128
  4. ὃν λεῦκον καλέουσιν, ὁ γάρ θ’ ἱερώτατος ἄλλων,
  5. καί κε λίνα στήσαιτο καὶ ἐξερύσαιτο θαλάσσης
  6. ἔμπλεα.
Διονύσιος δ’ ὁ ἐπικαλούμενος Ἴαμβος ἐν τῷ περὶ διαλέκτων γράφει οὕτως· ‘ἀκηκόαμεν γοῦν ἁλιέως Ἐρετρικοῦ τὸν ἱερὸν ἰχθὺν καὶ ἄλλων πολλῶν ἁλιέων καλούντων τὸν πομπίλον· ἐστὶν πελάγιος καὶ παρὰ τὰς ναῦς πυκνὰ φαίνεται ἐοικὼς πηλαμύδι, ποικίλος. τὸν δ’ οὖν ἰχθύν τις παρὰ τῷ ποιητῇ ἕλκει· Il. 16.407
  1. ἀκτῇ ἐπὶ προβλῆτι καθήμενος ἱερὸν ἰχθύν,
εἰ μὴ ἄλλος τίς ἐστιν οὕτω καλούμενος ἱερὸς ἰχθύς.’ Καλλίμαχος δ’ ἐν Γαλατείᾳ τὸν χρύσοφρυν (fr. 37 Sch)·
  1. ἢ μᾶλλον χρύσειον ἐν ὀφρύσιν ἱερὸν ἰχθὺν
  2. ἢ πέρκας ὅσα τ’ ἄλλα φέρει βυθὸς ἄσπετος ἅλμης.
ἐν δὲ τοῖς ἐπιγράμμασιν ὁ αὐτὸς ποιητής φησιν (fr. 72 Sch)·
  1. ἱερὸς δέ τοι, ἱερὸς ὕκης.
ἄλλοι δ’ ἀκούουσιν ἱερὸν ἰχθὺν τὸν ἄνετον, ὡς καὶ ἱερὸν βοῦν τὸν ἄνετον, οἱ δὲ τὸν μέγαν, ὡς
ἱερὸν μένος Ἀλκινόοιο
Od. 8.385, τινὲς δὲ τὸν ἱέμενον πρὸς τὸν ῥοῦν.’

Κλείταρχος δ’ ἐν ἑβδόμῃ Γλωσσῶν ‘οἱ ναυτικοί, φησίν, πομπίλον ἱερὸν ἰχθὺν προσαγορεύουσι διὰ τὸ ἐκ πελάγους προπέμπειν τὰς ναῦς ἕως εἰς λιμένα· διὸ καὶ πομπίλον καλεῖσθαι, χρύσοφρυν ὄντα.’ καὶ Ἐρατοσθένης δ’ ἐν Ἑρμῇ φησιν (fr. 14 H)·

  1. ἄγρης μοῖραν ἔλειπον, ἔτι ζώοντας ἰούλους
  2. ἠὲ γενειῆτιν τρίγλην ἢ περκάδα κίχλην
  3. ἢ δρομίην χρύσειον ἐν ὀφρύσιν ἱερὸν ἰχθύν.
    v.2.p.129
ἐκ ταύτης ἡμῶν τῆς ὀψολογίας ὁ καλὸς Οὐλπιανὸς ζητείτω κατὰ τί Ἀρχέστρατος ἐν ταῖς καλαῖς ὑποθήκαις περὶ τῶν ἐν Βοσπόρῳ ταρίχων εἰπών (fr. 48 R)·
  1. Βοσπόρου ἐκπλεύσαντα τὰ λευκότατ᾽, ἀλλὰ προσέστω
  2. μηδὲν ἐκεῖ στερεᾶς σαρκὸς Μαιώτιδι λίμνῃ
  3. ἰχθύος αὐξηθέντος, ὃν ἐν μέτρῳ οὐ θέμις εἰπεῖν —
τίς οὗτός ἐστιν ὅν φησιν οὐ θεμιτὸν εἶναι ἐμμέτρως εἰπεῖν;

ΑΦΥΑΙ. καὶ ἑνικῶς δὲ ἀφύην λέγουσιν. Ἀριστώνυμος Ἡλίῳ ῥιγῶντι (I 668 K)·

  1. ὥστ’ οὔτ’ ἀφύη νῦν ἔστ’ ἔθ’ ἁπλῶς.
τῆς δ’ ἀφύης ἐστὶ γένη πλείω· καὶ ἡ μὲν ἀφρῖτις λεγομένη οὐ γίνεται ἀπὸ γόνου, ὥς φησιν Ἀριστοτέλης (p. 303 R), ἀλλ’ ἐκ τοῦ ἐπιπολάζοντος τῇ θαλάσσῃ ἀφροῦ, οὗ ἂν ὄμβρων γενομένων πολλῶν σύστασις γένηται. ἑτέρα δ’ ἐστὶν ἀφύη ἡ κωβῖτις λεγομένη· γίνεται δ’ αὕτη ἐκ τῶν μικρῶν καὶ φαύλων τῶν ἐν τῇ ἄμμῳ διαγενομένων κωβιδίων· καὶ ἐξ αὐτῆς δὲ ταύτης τῆς ἀφύης ἀπογεννῶνται ἕτεραι, αἵτινες ἐγκρασίχολοι καλοῦνται. γίνεται δὲ καὶ ἄλλη ἀφύη ὁ γόνος τῶν μαινίδων καὶ ἄλλη ἐκ τῆς μεμβράδος καὶ ἔτι ἄλλη ἐκ τῶν μικρῶν κεστρέων τῶν ἐκ τῆς ἄμμου καὶ τῆς ἰλύος γινομένων. πάντων δὲ τούτων ἡ ἀφρῖτις ἀρίστη. Δωρίων δ’ ἐν τῷ περὶ ἰχθύων κωβίτην τινὰ ἑψητὸν λέγει καὶ τὸν ἐξ ἀθερίνης· ἰχθυδίου δὲ ὄνομα ἀθερίνη. εἶναι δέ φησι καὶ τριγλῖτιν ἀφύην. Ἐπίχαρμος δ’ ἐν Ἥβας γάμῳ (p. 232, 7 L) ἐν μεμβράσι καὶ καμμάροις
v.2.p.130
τὰς ἀφύας καταριθμεῖται διαστέλλων τὸν λεγόμενον γόνον. Ἱκέσιος δέ φησι· ‘τῆς ἀφύης ἣ μὲν λευκὴ καὶ λίαν λεπτὴ καὶ ἀφρώδης, ἣν καλοῦσιν ἔνιοι καὶ κωβῖτιν, ἣ δὲ ῥυπαρωτέρα ταύτης καὶ ἁδροτέρα· διαφέρει δ’ ἡ καθαρὰ καὶ λεπτή.’ Ἀρχέστρατος δ’ ὁ ὀψοδαίδαλός φησι (fr. 10 R)·
  1. τὴν ἀφύην μίνθου πᾶσαν πλὴν τὴν ἐν Ἀθήναις·
  2. τὸν γόνον ἐξαυδῶ, τὸν ἀφρὸν καλέουσιν Ἴωνες·
  3. καὶ λαβὲ πρόσφατον αὐτὸν ἐν εὐκόλποισι Φαλήρου
  4. ἀγκῶσιν ληφθένθ’ ἱεροῖς. κἀν τῇ περικλύστῳ
  5. ἐστὶ Ῥόδῳ γενναῖος, ἐὰν ἐπιχώριος ἔλθῃ.
  6. ἂν δέ που ἱμείρῃς αὐτοῦ γεύσασθαι, ὁμοῦ χρὴ
  7. κνίδας ὀψωνεῖν, τὰς ἀμφικόμους ἀκαλήφας·
  8. εἰς ταὐτὸν μίξας δ’ αὐτὰς ἐπὶ τηγάνου ὄπτα,
  9. εὐώδη τρίψας ἄνθη λαχάνων ἐν ἐλαίῳ.

Κλέαρχος δ’ ὁ περιπατητικὸς ἐν τοῖς περὶ παροιμιῶν περὶ τῆς ἀφύης φησί· ‘διὰ τὸ μικροῦ δεῖσθαι πυρὸς ἐν τοῖς τηγάνοις οἱ περὶ Ἀρχέστρατον (fr. 11 R) ἐπιβαλόντας κελεύουσιν ἐπὶ θερμὸν τήγανον σίζουσαν ἀφαιρεῖν· ἅμα δ᾽ ἧπται καὶ σίζει, καθάπερ τοὔλαιον, εὐθύς. διὸ λέγεται ‘ἴδε πῦρ ἀφύη." Χρύσιππος δ’ ὁ φιλόσοφος ἐν τῷ περὶ τῶν δι’ αὑτὰ αἱρετῶν ‘τὴν ἀφύην, φησί, τὴν ἐν Ἀθήναις μὲν διὰ τὴν δαψίλειαν ὑπερορῶσι καὶ πτωχικὸν εἶναί φασιν ὄψον, ἐν ἑτέραις δὲ πόλεσιν ὑπερθαυμάζουσι πολὺ χείρω γινομένην. εἶθ’ οἱ μέν, φησίν, ἐνταῦθα τοὺς Ἀδριατικοὺς ὄρνιθας τρέφειν σπεύδουσιν ἀχρειοτέρους ὄντας,

v.2.p.131
ὅτι τῶν παρ’ ἡμῖν πολὺ ἐλάττους εἰσίν· ἐκεῖνοι δὲ τἀναντία μεταπέμπονται τοὺς ἐνθάδε.’ ἐπὶ τοῦ ἑνικοῦ Ἕρμιππος Δημόταις (I 228 K) τὸ ἐνικόν·
  1. νῦν δ’ οὐδ’ ἀφύην κινεῖν δοκεῖς.
Καλλίας Κύκλωψιν (I 695 K)·
  1. πρὸς τῆς ἀφύης τῆς ἡδίστης.
Ἀριστώνυμος Ἡλίῳ ῥιγῶντι (I 668 K)·
  1. ὥστ’ οὔτ’ ἀφύη νῦν ἔστιν ἁπλῶς.
ἀφύδια δὲ Ἀριστοφάνης Ταγηνισταῖς (I 522 K)·
  1. μηδὲ τὰ Φαληρικὰ τὰ μικρὰ τάδ’ ἀφύδια.

Λυγκεὺς δ’ ὁ Σάμιος ἐν τῇ πρὸς Διαγόραν ἐπιστολῇ ἐπαινῶν τὰς Ῥοδιακὰς ἀφύας καὶ ἀντιτιθεὶς πολλὰ τῶν Ἀθήνησι γινομένων πρὸς τὰ ἐν τῇ Ῥόδῳ φησί· ‘ταῖς μὲν Φαληρικαῖς ἀφύαις τὰς Αἰνάτιδας καλουμένας ἀφύας, τῷ δὲ γλαυκίσκῳ τὸν ἔλοπα καὶ τὸν ὄρφον ἀντιπαρατιθεῖσα, πρὸς δὲ τὰς Ἐλευσινιακὰς ψήττας καὶ σκόμβρους καὶ εἴ τις ἄλλος παρ᾽ αὐτοῖς ἰχθὺς ἐπάνω τῇ δόξῃ τοῦ Κέκροπος γέγονεν ἀντιγεννήσασα τὸν ἀλώπεκα καλούμενον. ὃν ὁ τὴν Ἡδυπάθειαν γράψας παρακελεύεται τῷ μὴ δυναμένῳ τιμῇ κατεργάσασθαι τὴν ἐπιθυμίαν ἀδικίᾳ κτήσασθαι τὴν ὀψοφαγίαν.’ Ἀρχέστρατον λέγει τὸν τένθην ὁ Λυγκεύς, ὃς ἐν τῷ πολυθρυλήτῳ ποιήματι περὶ τοῦ γαλεοῦ λέγει οὕτως (fr. 13 R)·

  1. ἐν δὲ Ῥόδῳ γαλεὸν τὸν ἀλώπεκα· κἂν ἀποθνῄσκειν
  2. μέλλῃς, ἂν μή σοι πωλεῖν θέλῃ, ἅρπασον αὐτόν,
  3. ὃν καλέουσι Συρακόσιοι κύνα πίονα· κᾆτα
    v.2.p.132
  4. ὕστερον ἤδη πάσχ’ ὅτι σοι πεπρωμένον ἐστίν.

  1. ΑΧΑΡΝΟΣ. Καλλίας Κύκλωψιν (I 694 K)·
  2. κίθαρος ὀπτὸς καὶ βατὶς θύννου τε κεφάλαιον τοδί,
  3. ἐγχέλεια, κάραβοι, λινεύς, ἄχαρνος οὑτοσί.

ΒΑΤΙΣ. ΒΑΤΡΑΧΟΣ. ΒΑΤΟΣ. τῆς μὲν οὖν βατίδος καὶ τοῦ βατράχου μνημονεύει Ἀριστοτέλης ἐν τοῖς περὶ ζῴων (p. 296 R) καταριθμῶν αὐτὰ ἐν τοῖς σελάχεσιν. Εὔπολις δ’ ἐν Κόλαξί φησι (I 303 K)·

  1. παρὰ τῷδε Καλλίᾳ πολλὴ θυμηδία,
  2. ἵνα πάρα μὲν κάραβοι καὶ βατίδες καὶ λαγῲ
  3. καὶ γυναῖκες εἱλίποδες.
καὶ Ἐπίχαρμος ἐν Ἥβας γάμῳ (p. 232 L)·
  1. ἦν δὲ νάρκαι καὶ βατίδες, ἦν δὲ ζύγαιναι,
  2. πρήστιες,
  3. κἀμίαι τε καὶ βάτοι ῥίναι τε τραχυδέρμονες.
ἐν δὲ Μεγαρίδι (p. 245 L)·
  1. τὰς πλευρὰς οἷόν περ βατίς,
  2. τὰν δ’ ὀπισθίαν ἔχησθ’ ἀτενὲς οἷόν περ βάτος,
  3. τὰν δὲ κεφαλὰν ὀστέων οἷόν περ ἔλαφος, οὐ βατίς,
  4. τὰν δὲ λαπάραν σκορπίος παῖς ἐπιθαλάττιός τε οὐ.
Σαννυρίων δ’ ἐν Γέλωτι (I 793 K)·
  1. ὦ βατίδες, ὦ γλαύκων κάρα.
Ἀριστοτέλης δ’ ἐν πέμπτῳ ζῴων μορίων (h. an. p. 540 b 17) σελάχη φησὶν εἶναι βάτον, τρυγόνα, βοῦν, λάμιαν, αἰετόν, νάρκην, βάτραχον καὶ πάντα τὰ γαλεοειδῆ. Σώφρων δ’ ἐν μίμοις ἀνδρείοις βότιν καλεῖ τινα ἰχθὺν ἐν τούτοις (fr. 62 Bo)· ‘κέστραι βότιν κάπτουσαι’· καὶ μήποτε βοτάνην τινὰ λέγει. περὶ δὲ τοῦ βατράχου
v.2.p.133
συμβουλεύει ὁ σοφώτατος Ἀρχέστρατος ἐν ταῖς γνώμαις τάδε (fr. 12 R)·
  1. βάτραχον ἔνθ’ ἂν ἴδῃς, ὀψώνει .......
  2. ................. καὶ γαστρίον αὐτοῦ
  3. σκεύασον ..
περὶ δὲ τῆς βατίδος (fr. 49 R)·
  1. καὶ βατίδ’ ἑφθὴν ἔσθε μέσου χειμῶνος ἐν ὥρῃ,
  2. καὶ ταύτῃ τυρὸν καὶ σίλφιον· ἅττα τε σάρκα
  3. μὴ πίειραν ἔχῃ πόντου τέκνα, τῷδε τρόπῳ χρὴ
  4. σκευάζειν. ἤδη σοὶ ἐγὼ τάδε δεύτερον αὐδῶ.
Ἔφιππος δ’ ὁ κωμῳδιοποιὸς ἐν Φιλύρᾳ δράματι (II 262 K)· ἑταίρας δ’ ὄνομα ἡ Φιλύρα·
  1. πότερον ἐγὼ
  2. τὴν βατίδα τεμάχη κατατεμὼν ἕψω; τί φής;
  3. ἢ Σικελικῶς ὀπτὴν ποιήσω; Β. Σικελικῶς.

ΒΩΚΕΣ. Ἀριστοτέλης ἐν τῷ ἐπιγραφομένῳ Ζωικῷ ἢ περὶ ἰχθύων (p. 297 R) ‘νωτόγραπτα, φησί, λέγεται βῶξ, σκολιόγραπτα δὲ κολίας.’ Ἐπίχαρμος δ’ ἐν Ἥβας γάμῳ (p. 232 L)·

  1. ἔτι δὲ ποττούτοισι βῶκες, σμαρίδες, ἀφύαι, κάμμαροι.
Νουμήνιος δ’ ἐν Ἁλιευτικῷ βόηκας αὐτοὺς καλεῖ ἐν τούτοις (fr. 9 Birt)·
  1. ἢ λευκὴν συνόδοντα βόηκάς τε τριγκούς τε.
Σπεύσιππος δὲ καὶ οἱ ἄλλοι Ἀττικοὶ βόακας. Ἀριστοφάνης Σκηνὰς καταλαμβανούσαις (I 514 K)·
  1. ἀλλ’ ἔχουσα γαστέρα
  2. μεστὴν βοάκων ἀπεβάδιζον οἴκαδε.
    v.2.p.134
ὠνομάσθη δὲ παρὰ τὴν βοήν. διὸ καὶ Ἑρμοῦ ἱερὸν εἶναι λόγος τὸν ἰχθύν, ὡς τὸν κίθαρον Ἀπόλλωνος. Φερεκράτης δ’ ἐν Μυρμηκανθρώποις εἰπών (I 178 K)·
  1. ἀλλὰ φωνὴν οὐκ ἔχειν
  2. ἰχθύν γέ φασι τὸ παράπαν,
ἐπιφέρει·
  1. νὴ τὼ θεώ,
  2. οὐκ ἔστιν ἰχθὺς ἄλλος οὐδεὶς ἢ βόαξ.
Ἀριστοφάνης δ’ ὁ Βυζάντιος (omis. N) κακῶς φησιν ἡμᾶς λέγειν τὸν ἰχθὺν βῶκα δέον βόωπα, ἐπεὶ μικρὸς ὑπάρχων μεγάλους ὦπας ἔχει· εἴη ἂν οὖν ὁ βόωψ βοὸς ὀφθαλμοὺς ἔχων. πρὸς ὃν λεκτέον, εἰ τοῦτον κακῶς ὀνομάζομεν, διὰ τί κορακῖνόν φαμεν καὶ οὐ κοροκῖνον; ὠνομάσθη γὰρ ἀπὸ τοῦ τὰς κόρας κινεῖν. τί δ’ οὐχὶ καὶ σείουρον λέγομεν, ἀλλὰ σίλουρον; ὠνόμασται γὰρ καὶ οὗτος ἀπὸ τοῦ σείειν συνεχῶς τὴν οὐράν.

  1. ΒΕΜΒΡΑΔΕΣ. Φρύνιχος Τραγῳδοῖς (I 383 K)·
  2. ὦ χρυσοκέφαλοι βεμβράδες θαλάσσιαι.
Ἐπίχαρμος ἐν Ἥβας γάμῳ βαμβραδόνας αὐτὰς καλεῖ (p. 232 L)·
  1. βαμβραδόνες τε καὶ κίχλαι, λαγοί, δράκοντες ἄλκιμοι.
καὶ Σώφρων ἐν ἀνδρείοις (fr. 54 Bo)· ‘βαμβραδόνι, ῥαφίδι.’ Νουμήνιος δ’ ἐν Ἁλιευτικῷ (fr. 3 Birt)·
  1. ἠβαιῇ καρῖδι καὶ εἴ ποτε βεμβράδι, κείνῃ
  2. ζωῇ ἔπ’ ἀγρώσσοις· τάδε δὴ σκέψαιο δέλετρα.
    v.2.p.135
Δωρίων δ’ ἐν τῷ περὶ ἰχθύων φησί· ‘βεμβράδα ἀποκεφαλίσας, ἐὰν ᾖ ἁδροτέρα, καὶ ἀποπλύνας ἁλὶ λεπτῷ καὶ ὕδατι, ἕψε τὸν αὐτὸν τρόπον τῇ τριγλίτιδι.’ γίνεται δέ, φησίν, ἐκ μόνης τῆς βεμβράδος σκευασία τις ἡ προσαγορευομένη βεμβραφύη· ὧν μνημονεύει Ἀριστώνυμος ἐν Ἡλίῳ ῥιγῶντι (I 668 K)·
  1. ὅ γέ τοι Σικελὸς ταῖς μεμβραφύαις προσέοικεν ὁ
  2. καρκινοβήτης.
Ἀττικοὶ δ’ ὅμως βεμβράδας λέγουσιν. Ἀριστομένης Γόησι (I 691 K)·
  1. βεμβράδας φέρων ὀβολοῦ.
Ἀριστώνυμος Ἡλίῳ ῥιγῶντι (I 668 K)·
  1. οὔτ’ ἀφύη νῦν ἔστ’ ἔθ’ ἁπλῶς οὔτ’ αὖ βεμβρὰς
  2. κακοδαίμων.
Ἀριστοφάνης Γήρᾳ (I 425 K)·
  1. ταῖς πολιόχρωσι βεμβράσιν τεθραμμένη.
Πλάτων Πρέσβεσιν (I 633 K)·
  1. Ἡράκλεις, τῶν βεμβράδων.
ἐν δὲ ταῖς Εὐπόλιδος Αἰξὶν ἔστιν εὑρεῖν καὶ διὰ τοῦ μ γραφόμενον (I 264 K). Ἀντιφάνης δ’ ἐν Κνοιθιδεῖ (II 61 K)·
  1. ἄτοπά γε κηρύττουσιν ἐν τοῖς ἰχθύσι
  2. κηρύγμαθ᾽, οὗ καὶ νῦν τις ἐκεκράγει μέγα
  3. μέλιτος γλυκυτέρας μεμβράδας φάσκων ἔχειν.
  4. εἰ τοῦτο τοιοῦτ’ ἐστίν, οὐδὲν κωλύει
  5. τοὺς μελιτοπώλας αὖ λέγειν βοᾶν θ’ ὅτι
  6. πωλοῦσι τὸ μέλι σαπρότερον τῶν μεμβράδων.
καὶ Ἄλεξις δ’ ἐν Χορηγίδι διὰ τοῦ μ εἴρηκεν (II 391 K)·
v.2.p.136
  1. ὃς τοῖς τετραδισταῖς μὲν παρέθηκεν ἐσθίειν
  2. πρώην λέκιθον καὶ μεμβράδας καὶ στέμφυλα.
ἐν δὲ Πρωτοχόρῳ (II 369 K)·
  1. ἐπιπονώτερον
  2. ἔργον μὰ τὸν Διόνυσον οὐκ εἴληφ’ ἐγὼ
  3. ἀφ’ οὗ παρασιτῶ. μεμβράδας μοι κρεῖττον ἦν
  4. ἔχειν μετ’ Ἀττικιστὶ δυναμένου λαλεῖν.
  5. ὀνησιφόρον ἦν τοῦτο.

ΒΛΕΝΝΟΣ. τούτου μέμνηται Σώφρων ἐν τῷ ἐπιγραφομένῳ Ὡλιεὺς τὸν ἀγροιώταν (fr. 53 Bo) ‘βλέννῳ θηλαμόνι.’ ἐστὶ δὲ κωβιῷ τὴν ἰδέαν παραπλήσιος.

Ἐπίχαρμος δ’ ἐν Ἥβας γάμῳ ΒΑΙΟΝΑΣ τινὰς ἰχθῦς καλεῖ ἐν τούτοις (p. 233 L)·

  1. ἆγε δὴ τρίγλας τε κυφὰς κἀχαρίστους βαιόνας.
καὶ παρ’ Ἀττικοῖς δὲ παροιμία ἐστὶ ‘μή μοι βαιών· κακὸς ἰχθύς.’

ΒΟΥΓΛΩΣΣΟΣ. ὁ Πυθαγορικὸς δὲ δι’ ἐγκράτειαν Ἀρχέστρατός φησιν (fr. 51 R)·

  1. εἶτα λαβεῖν ψῆτταν μεγάλην καὶ τὴν ὑπότρηχυν
  2. βούγλωσσον, ταύτην δὲ θέρευς, περὶ Χαλκίδα κεδνήν.
Ἐπίχαρμος δ’ ἐν Ἥβας γάμῳ (p. 234 L)·
  1. βούγλωσσοί τε καὶ κίθαρος ἐνῆς.
τῶν δὲ βουγλώσσων διαλλάττοντές εἰσιν οἱ κυνόγλωσσοι· περὶ ὧν καὶ αὐτῶν Ἐπίχαρμός φησιν (ibid)·
  1. αἰολίαι πλῶτές τε κυνόγλωσσοί τ᾽, ἐνῆν δὲ σκιαθίδες.
Ἀττικοὶ δὲ ψῆτταν αὐτὴν καλοῦσιν.
v.2.p.137

ΓΟΓΓΡΟΙ. τούτους Ἱκέσιος σκληροτέρους τῶν ἐγχέλεων εἶναί φησι καὶ ἀραιοσαρκοτέρους τε καὶ ἀτροφωτέρους εὐχυλίᾳ τε πολὺ λειπομένους, εὐστομάχους δὲ εἶναι. Νίκανδρος δὲ ὁ ἐποποιὸς ἐν τρίτῳ Γλωσσῶν (fr. 122 Schn) καλεῖσθαί φησιν αὐτοὺς καὶ γρύλλους. Εὔδοξος δ’ ἐν ἕκτῳ Γῆς περιόδου γόγγρους δέ φησιν πολλοὺς ἀνδραχθεῖς ἐν Σικυῶνι ἁλίσκεσθαι· ὧν ἐνίους εἶναι καὶ ἁμαξιαίους. Φιλήμων δὲ τῆς κωμῳδίας ὁ ποιητὴς καὶ αὐτὸς μνημονεύων τῶν ἐν Σικυῶνι διαφόρων γόγγρων ποιεῖ τινα μάγειρον ἐπὶ τέχνῃ τῇ ἑαυτοῦ σεμνυνόμενον καὶ λέγοντα ἐν τῷ ἐπιγραφομένῳ Στρατιώτῃ τάδε (II 500 K)·