Deipnosophistae
Athenaeus of Naucratis
Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.
Ἀθηναῖοι δὲ καὶ τῆς τῶν δούλων προνοοῦντες τύχης ἐνομοθέτησαν καὶ ὑπὲρ δούλων γραφὰς ὕβρεως εἶναι. Ὑπερείδης γοῦν ὁ ῥήτωρ ἐν τῷ κατὰ Μαντιθέου αἰκίας φησίν (fr. 123 Bl.)· ‘ἔθεσαν οὐ μόνον ὑπὲρ τῶν ἐλευθέρων, ἀλλὰ καὶ ἐάν τις εἰς δούλου σῶμα
διαφέρειν δέ φησι Χρύσιππος δοῦλον οἰκέτου γράφων ἐν δευτέρῳ περὶ ὁμονοίας διὰ τὸ τοὺς ἀπελευθέρους μὲν δούλους ἔτι εἶναι, οἰκέτας δὲ τοὺς μὴ τῆς κτήσεως ἀφειμένους. ‘ὁ γὰρ οἰκέτης, φησί, δοῦλός ἐστι κτήσει κατατεταγμένος.’ καλοῦνται δ’ οἱ δοῦλοι, ὡς μὲν Κλείταρχός φησιν ἐν ταῖς Γλώσσαις, ἆζοι καὶ θεράποντες καὶ ἀκόλουθοι καὶ διάκονοι καὶ ὑπηρέται, ἔτι δ’ ἑπάμονες καὶ λάτρεις. Ἀμερίας δὲ ἑρκίτας φησὶ καλεῖσθαι τοὺς κατὰ τοὺς ἀγροὺς οἰκέτας. Ἕρμων δὲ ἐν Κρητικαῖς Γλώτταις μνώτας τοὺς εὐγενεῖς οἰκέτας, Σέλευκος δ’ ἄζους τὰς θεραπαίνας καὶ τοὺς θεράποντας, ἀποφράσην δὲ τὴν δούλην καὶ βολίζην, σίνδρωνα δὲ τὸν δουλέκδουλον, ἀμφίπολον δὲ τὴν περὶ τὴν δέσποιναν θεράπαιναν, πρόπολον δὲ τὴν προπορευομένην. Πρόξενος δ’ ἐν δευτέρῳ Λακωνικῆς πολιτείας (FHG II 463) ἐπικαλεῖσθαί φησιν χαλκίδας
Ἀχαιὸς δ’ ἐν Ὀμφάλῃ (fr. 30) περὶ τοῦ Σατύρου λέγων φησίν·
- ἴθι μοι, δόμον, οἰκέτα, κλεῖσον ὑπόπτερος,
- μή τις ἔλθῃ βροτῶν.
ἰδίως λέγων ὡς χρηστὸς ἐς τοὺς δούλους ἐστὶ καὶ τοὺς οἰκέτας. ὅτι δὲ οἰκέτης ἐστὶν ὁ κατὰ τὴν οἰκίαν διατρίβων κἂν ἐλεύθερος ᾖ κοινόν.
- ὡς εὔδουλος, ὡς εὔοικος ἦν,
οἱ δὲ τῆς ἀρχαίας κωμῳδίας ποιηταὶ περὶ τοῦ ἀρχαίου βίου διαλεγόμενοι ὅτι οὐκ ἦν τότε δούλων χρεία τοιάδε ἐκτίθενται· Κρατῖνος μὲν ἐν Πλούτοις (I 64 K)·
Κράτης δ’ ἐν Θηρίοις (I 133 K)·
- οἷς δὴ βασιλεὺς Κρόνος ἦν τὸ παλαιόν,
- ὅτε τοῖς ἄρτοις ἠστραγάλιζον, μᾶζαι δ’ ἐν ταῖσι
- παλαίστραις
- Αἰγιναῖαι κατεβέβληντο δρυπεπεῖς βώλοις τε κομῶσαι.
ἑξῆς δὲ μετὰ ταῦτα ὁ τὸν ἐναντίον τούτῳ παραλαμβάνων λόγον φησίν·
- ἔπειτα δοῦλον οὐδὲ εἷς κεκτήσετ’ οὐδὲ δούλην,
- ἀλλ’ αὐτὸς αὑτῷ δῆτ’ ἀνὴρ γέρων διακονήσει;
- Β. οὐ δῆθ᾽· ὁδοιποροῦντα γὰρ τὰ πάντ’ ἐγὼ ποιήσω.
- Α. τί δῆτα τοῦτ’ αὐτοῖς πλέον; Β. πρόσεισιν αὔθ᾽
- ἕκαστον
- τῶν σκευαρίων, ὅταν καλῇ τι· παρατίθου τράπεζα·
- αὕτη παρασκεύαζε σαυτήν. μάττε θυλακίσκε.
v.2.p.95- ἔγχει κύαθε. ποὖσθ’ ἡ κύλιξ; διάνιζ’ ἰοῦσα σαυτήν.
- ἀνάβαινε μᾶζα. τὴν χύτραν χρῆν ἐξερᾶν τὰ τεῦτλα.
- ἰχθύ, βάδιζ᾽. ἀλλ’ οὐδέπω ᾽πὶ θάτερ’ ὀπτός εἰμι.
- οὔκουν μεταστρέψας σεαυτὸν ἁλὶ πάσεις ἀλείφων;
- ἀλλ’ ἀντίθες τοι· ἐγὼ γὰρ αὐτὰ τἄμπαλιν
- τὰ θερμὰ λουτρὰ πρῶτον ἄξω τοῖς ἐμοῖς
- ἐπὶ κιόνων, ὥσπερ διὰ τοῦ Παιωνίου,
- ἀπὸ τῆς θαλάττης, ὥσθ’ ἑκάστῳ ῥεύσεται
- εἰς τὴν πύελον· ἐρεῖ δὲ θὔδωρ ‘ἀνέχετε’.
- εἶτ’ ἁλάβαστος εὐθέως ἥξει μύρου
- αὐτόματος ὁ σπόγγος τε καὶ τὰ σάνδαλα.
- βέλτιον δὲ τούτων Τηλεκλείδης Ἀμφικτύοσι
- (I 209 K)·
- λέξω τοίνυν βίον ἐξ ἀρχῆς ὃν ἐγὼ θνητοῖσι παρεῖχον·
- εἰρήνη μὲν πρῶτον ἁπάντων ἦν ὥσπερ ὕδωρ κατὰ χειρός.
- ἡ γῆ δ’ ἔφερ’ οὐ δέος οὐδὲ νόσους, ἀλλ’ αὐτόματ’ ἦν τὰ δέοντα·
- οἴνῳ γὰρ ἅπασ’ ἔρρει χαράδρα, μᾶζαι δ’ ἄρτοις ἐμάχοντο
- περὶ τοῖς στόμασιν τῶν ἀνθρώπων ἱκετεύουσαι καταπίνειν,
v.2.p.96- εἴ τι φιλοῖεν τὰς λευκοτάτας. οἱ δ’ ἰχθύες οἴκαδ᾽ ἰόντες
- ἐξοπτῶντες σφᾶς αὐτοὺς ἂν παρέκειντ’ ἐπὶ ταῖσι τραπέζαις.
- ζωμοῦ δ’ ἔρρει παρὰ τὰς κλίνας ποταμὸς κρέα θερμὰ κυλίνδων·
- ὑποτριμματίων δ’ ὀχετοὶ τούτων τοῖς βουλομένοισι παρῆσαν,
- ὥστ’ ἀφθονία τὴν ἔνθεσιν ἦν ἄρδονθ’ ἁπαλὴν καταπίνειν.
- λεκανίσκαισιν δ’ ἂν ψαιστὰ παρῆν ἡδυσματίοις κατάπαστα,
- ὀπταὶ δὲ κίχλαι μετ’ ἀμητίσκων εἰς τὸν φάρυγ᾽ εἰσεπέτοντο·
- τῶν δὲ πλακούντων ὠστιζομένων περὶ τὴν γνάθον ἦν ἀλαλητός.
- μήτρας δὲ τόμοις καὶ χναυματίοις οἱ παῖδες ἂν ἠστραγάλιζον.
- οἱ δ’ ἄνθρωποι πίονες ἦσαν τότε καὶ μέγα χρῆμα γιγάντων.
πρὸς τῆς Δήμητρος ὑμῖν, ὦ ἑταῖροι, εἰ ταῦτα οὕτως ἐγίνετο, χρεία τίς ἡμῖν ἦν οἰκετῶν; ἀλλὰ γὰρ αὐτουργοὺς εἶναι ἐθίζοντες ἡμᾶς οἱ ἀρχαῖοι διὰ τῶν ποιημάτων ἐπαίδευον εὐωχοῦντες λόγοις. ἐγὼ δ’ ἐπειδὴ ὥσπερ λαμπάδιον κατασείσαντος τοῦ θαυμασιωτάτου Κρατίνου τὰ προκείμενα ἔπη καὶ οἱ μετ’ αὐτὸν γενόμενοι μιμησάμενοι ἐπεξειργάσαντο, ἐχρησάμην τῇ τάξει
Α. τί δῆτα λέξεις, τἀπίλοιπ’ ἤνπερ πύθῃ; ὀπταὶ κίχλαι γὰρ εἰς ἀνάβραστ’ ἠρτυμέναι περὶ τὸ στόμ’ ἐπέτοντ᾽ ἀντιβολοῦσαι καταπιεῖν, ὑπὸ μυρρίναισι κἀνεμώναις κεχυμέναι. τὰ δὲ μῆλ’ ἐκρέματο τὰ καλὰ τῶν καλῶν ἰδεῖν ὑπὲρ κεφαλῆς, ἐξ οὐθενὸς πεφυκότα. κόραι δ’ ἐν ἀμπεχόναις τριχάπτοις ἀρτίως ἡβυλλιῶσαι καὶ τὰ ῥόδα κεκαρμέναι πλήρεις κύλικας οἴνου μέλανος ἀνθοσμίου ἤντλουν διὰ χώνης τοῖσι βουλομένοις πιεῖν. καὶ τῶνδ’ ἑκάστοτ’ εἰ φάγοι τις ἢ πίοι, διπλάσι’ ἐγίνετ’ εὐθὺς ἐξ ἀρχῆς πάλιν.
- πλούτῳ δ’ ἐκεῖν’ ἦν πάντα συμπεφυρμένα,
- ἐν πᾶσιν ἀγαθοῖς πάντα τρόπον εἰργασμένα.
- ποταμοὶ μὲν ἀθάρης καὶ μέλανος ζωμοῦ πλέῳ
- διὰ τῶν στενωπῶν τονθολυγοῦντες ἔρρεον
- αὐταῖσι μυστίλαισι καὶ ναστῶν τρύφη,
- ὥστ’ εὐμαρῆ γε καὐτομάτοις τὴν ἔνθεσιν
- χωρεῖν λιπαρὰν κατὰ τοῦ λάρυγγος τοῖς νεκροῖς.
- φύσκαι δὲ καὶ σίζοντες ἀλλάντων τόμοι
- παρὰ τοῖς ποταμοῖσιν ἐξεκέχυντ’ ἀντ’ ὀστράκων.
- καὶ μὴν παρῆν τεμάχη μὲν ἐξωπτημένα,
- καταχυσματίοισι παντοδαποῖσιν εὐτρεπῆ·
- σχελίδες δ’ ὁλόκνημοι πλησίον τακερώταται
- ἐπὶ πινακίσκοις καὶ δίεφθ’ ἀκροκώλια
- ἥδιστον ἀπατμίζοντα καὶ χόλικες βοὸς
- καὶ πλευρὰ δελφάκει’ ἐπεξανθισμένα
- χναυρότατα παρέκειτ’ ἐπ’ ἀμύλοις καθήμενα.
- παρῆν δὲ χόνδρος γάλατι κατανενιμμένος
- ἐν καταχύτλοις λεκάναισι καὶ πύου τόμοι.
- Β. οἴμ’ ὡς ἀπολεῖς μ’ ἐνταῦθα διατρίβουσ’ ἔτι,
- παρὸν κολυμβᾶν ὡς ἔχω ᾽ς τὸν Τάρταρον.
v.2.p.98
κἀν τοῖς Πέρσαις δέ φησιν (I 182 K)· τίς δ᾽ ἔσθ’ ἡμῖν τῶν σῶν ἀροτῶν ἢ ζυγοποιῶν ἔτι χρεία ἢ δρεπανουργῶν ἢ χαλκοτύπων ἢ σπέρματος ἢ
αὐτόματοι γὰρ διὰ τῶν τριόδων ποταμοὶ λιπαροῖς
- χαρακισμοῦ;
ζωμοῦ μέλανος καὶ Ἀχιλλείοις μάζαις κοχυδοῦντες
- ἐπιπάστοις
ἀπὸ τῶν πηγῶν τῶν τοῦ Πλούτου ῥεύσονται, σφῶν
- ἐπιβλὺξ
ὁ Ζεὺς δ’ ὕων οἴνῳ καπνίᾳ κατὰ τοῦ κεράμου
- ἀρύτεσθαι.
ἀπὸ τῶν δὲ τεγῶν ὀχετοὶ βοτρύων μετὰ ναστίσκων
- βαλανεύσει,
- πολυτύρων
v.2.p.99- ὀχετεύσονται θερμῷ σὺν ἔτνει καὶ λειριοπολφανεμώναις.
- τὰ δὲ δὴ δένδρη τἀν τοῖς ὄρεσιν χορδαῖς ὀπταῖς
- ἐριφείοις
- φυλλοροήσει καὶ τευθιδίοις ἁπαλοῖσι κίχλαις τ᾽
- ἀναβράστοις.
τί δεῖ πρὸς τούτοις ἔτι παρατίθεσθαι τὰ ἐκ Ταγηνιστῶν τοῦ χαρίεντος Ἀριστοφάνους (I 523 K) ;ʼ πάντες γὰρ τῆς καταχήνης αὐτοῦ πλήρεις ἐστέ. τῶν δὲ Μεταγένους ἐκ Θουριοπερσῶν μνημονεύσας καταπαύσω τὸν λόγον, μακρὰ χαίρειν εἰπὼν ταῖς Νικοφῶντος Σειρῆσιν, ἐν αἷς τάδε γέγραπται (I 777 K)·
ἀλλ’ ὅ γε Μεταγένης τάδε φησίν (I 706 K)·
- νιφέτω μὲν ἀλφίτοις,
- ψακαζέτω δ’ ἄρτοισιν, ὑέτω δ’ ἔτνει,
- ζωμὸς διὰ τῶν ὁδῶν κυλινδείτω κρέα,
- πλακοῦς ἑαυτὸν ἐσθίειν κελευέτω.
οἶδα δὲ ὅτι καὶ οἱ Θουριοπέρσαι καὶ τὸ τοῦ Νικοφῶντος δρᾶμα ἀδίδακτά ἐστι, διόπερ καὶ τελευταίων αὐτῶν ἐμνήσθην.’
- ὁ μὲν ποταμὸς ὁ Κρᾶθις ἡμῖν καταφέρει
- μάζας μεγίστας αὐτομάτας μεμαγμένας,
- ὁ δ’ ἕτερος ὠθεῖ κῦμα ναστῶν καὶ κρεῶν
- ἑφθῶν τε βατίδων εἰλυομένων αὐτόσε·
- τὰ δὲ μικρὰ ταυτὶ ποτάμι’ ἐνμεντευθενὶ
- ῥεῖ τευθίσιν ὀπταῖς καὶ φάγροις καὶ καράβοις,
- ἐντευθενὶ δ’ ἀλλᾶσι καὶ περικόμμασι,
v.2.p.100- τῃδὶ δ’ ἀφύαισι, τῇδε δ’ αὖ ταγηνίαις.
- τεμάχη δ’ ἄνωθεν αὐτόματα πεπνιγμένα
- εἰς τὸ στόμ’ ᾄττει, τὰ δὲ παρ’ αὐτὼ τὼ πόδε.
- ἄμυλοι δὲ περινέουσιν ἡμῖν ἐν κύκλῳ.
ταῦτα τοῦ Δημοκρίτου σαφῶς καὶ τορῶς διεξελθόντος ἐπῄνουν μὲν οἱ δαιταλεῖς, ὁ δὲ Κύνουλκος ἔφη· ‘ἄνδρες σύσσιτοι, σφόδρα με λιμώττοντα οὐκ ἀηδῶς ὁ Δημόκριτος εἱστίασεν ποταμοὺς διαπερανάμενος ἀμβροσίας καὶ νέκταρος, ὑφ’ ὧν ‘ἀρδευθεὶς τὴν ψυχὴν πάνυ πειναλέος γεγένημαι’ λόγους αὐτὸ μόνον καταβροχθίσας· ὥστε ἤδη παυσάμενοί ποτε τῆς τοσαύτης ἀπεραντολογίας καὶ κατὰ τὸν Παιανιέα ῥήτορα τοιούτων τινῶν μεταλάβωμεν ἃ μήτ’ ἰσχὺν ἐντίθησι μήτ᾽ ἀποθνῄσκειν ἐᾷ (3, 33)·
Ἀχαιός φησιν ἐν Αἴθωνι σατυρικῷ (fr. 6 N). παρ’ οὗ ὁ σοφὸς Εὐριπίδης λαβὼν ἔφη (fr. 887 N)·
- ἐν κενῇ γὰρ γαστρὶ τῶν καλῶν ἔρως
- οὐκ ἔστι· πεινῶσιν γὰρ ἡ Κύπρις πικρά,
πρὸς ὃν ὁ Οὐλπιανὸς ἀεί ποτε διαπολεμῶν ἔφη·
- ἐν πλησμονῇ τοι Κύπρις, ἐν πεινῶντι δ’ οὔ.’
σὺ δέ, ὦ κύον, ἀεὶ λιμώττεις καὶ οὐκ ἐᾷς ἡμᾶς λόγων καλῶν καὶ ἀφθόνων μεταλαμβάνειν, μᾶλλον δὲ σιτεῖσθαι· τροφὴ γὰρ ψυχῆς λόγοι καλοί.’ καὶ ἅμα
- ‘πλήρης μὲν λαχάνων ἀγορή, πλήρης δὲ καὶ ἄρτων,
κατὰ τὸν Μένανδρον (IV 265 M). διὸ παραχωρῶ σοι, ὦ γάστρων, τῆς τοιαύτης ἐμφορεῖσθαι σιτήσεως·
- μικρὰς τίθημι συμβολὰς ἀκροώμενος
κατὰ τὸν τοῦ Ἐρετριέως Ἀχαιοῦ Κύκνον (fr. 23 N).’
- πεινῶντι γὰρ ἀνδρὶ μᾶζα τιμιωτέρα
- χρυσοῦ τε κἀλέφαντος,
καὶ ἅμα ταῦτα λέγων οἷος ἦν ἀπανίστασθαι· ἐπιστραφεὶς δὲ καὶ θεασάμενος πλῆθος ἰχθύων καὶ ἄλλων παντοδαπῶν ὄψων παρασκευὴν εἰσκυκλουμένην τύψας τῇ χειρὶ τὸ προσκεφάλαιον ἀνέκραγεν (A 586. 61)·
ἐγὼ γὰρ ἤδη ὑπὸ τῆς ἐνδείας οὐ διθυράμβους φθέγγομαι κατὰ τὸν Σωκράτην (Phaedr. p. 238), ἀλλ’ ἤδη καὶ ἔπη· ‘λιμῶδες’ γὰρ ὄντως ‘ἡ ῥαψῳδία’. κατὰ γὰρ Ἀμειψίαν, ὃς ἐν Σφενδόνῃ ἔφη (I 675 K) περὶ σοῦ μαντευσάμενος, ὦ Λαρήνσιε,
- ‘τέτλαθι δή, πενίη, καὶ ἀνάσχεο μωρολογούντων·
- ὄψων γὰρ πλῆθός σε δαμᾷ καὶ λιμὸς ἀτερπής.
φησὶν Ἡνίοχος ἐν Πολυπράγμονι (II 432 K)· δεῖ οὖν κἀμὲ κατὰ τὸν κωμικὸν Μεταγένην ἐπειπόντα (I 709 K)
- κοὐδ’ εἷς σοὐστὶν τῶν πλουτούντων, μὰ τὸν Ἥφαιστον, προσόμοιος,
- καλλιτράπεζος καὶ βουλόμενος λιπαρὸν ψωμὸν καταπίνειν.
v.2.p.102- ὁρῶ γὰρ θαῦμ’ ἄπιστον, ἰχθύων γένη
- περὶ τὴν ἄκραν παίζοντα, κωβιούς, σπάρους,
- ψήττας, ἐρυθίνους, κεστρέας, πέρκας, ὄνους,
- θύννους, μελανούρους, σηπίας, αὐλωπίας,
- τρίγλας, ἑλεδώνας, σκορπίους,
τετλάναι.’
- εἷς οἰωνὸς ἄριστος, ἀμύνεσθαι περὶ δείπνου