Deipnosophistae
Athenaeus of Naucratis
Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.
τὸ πολὺ τῆς ἡμέρας προσεπιμετρεῖ τῷ ὕπνῳ.
ποικίλοι ὕπνῳ διδόναι σχολήν.
- οὐκ εἴων με οἱ λόγοι, οὓς ἀπεμνημόνευσας, ὄντες
ὅτι τὸν οἶνον ὁ Κολοφώνιος Νίκανδρος ὠνομάσθαι φησὶν ἀπὸ Οἰνέως (fr. 86 Sch)·
- οὐκ ἀπὸ σκοποῦ τοξεύειν.
v.1.p.81
φησὶ δὲ καὶ Μελανιππίδης ὁ Μήλιος (III 591 B4)·
- Οἰνεὺς δ’ ἐν κοίλοισιν ἀποθλίψας δεπάεσσιν
- οἶνον ἔκλησε.
Ἑκαταῖος δ’ ὁ Μιλήσιος τὴν ἄμπελον ἐν Αἰτωλίᾳ λέγων εὑρεθῆναί φησι καὶ τάδε (FHG I 26)· ‘Ὀρεσθεὺς ὁ Δευκαλίωνος ἦλθεν εἰς Αἰτωλίαν ἐπὶ βασιλείᾳ, καὶ κύων αὐτοῦ στέλεχος ἔτεκε· καὶ ὃς ἐκέλευσεν αὐτὸ κατορυχθῆναι, καὶ ἐξ αὐτοῦ ἔφυ ἄμπελος πολυστάφυλος, διὸ καὶ τὸν αὑτοῦ παῖδα Φύτιον ἐκάλεσε. τούτου δ’ Οἰνεὺς ἐγένετο κληθεὶς ἀπὸ τῶν ἀμπέλων.’ οἱ γὰρ παλαιοί, φησίν, Ἕλληνες οἴνας ἐκάλουν τὰς ἀμπέλους. ‘Οἰνέως δ’ ἐγένετο Αἰτωλός.’ Πλάτων δ’ ἐν Κρατύλῳ (p. 406 c) ἐτυμολογῶν τὸν οἶνον οἰόνουν αὐτόν φησιν εἶναι διὰ τὸ οἰήσεως ἡμῶν τὸν νοῦν ἐμπιπλᾶν. ἢ τάχα ἀπὸ τῆς ὀνήσεως κέκληται· παρετυμολογῶν γὰρ Ὅμηρος τὴν φωνὴν ὧδέ πώς φησιν (Z 260)·
- ἐπώνυμον, δέσποτ᾽, οἶνον Οἰνέως.
καὶ γὰρ τὰ βρώματα ὀνείατα καλεῖν εἴωθεν ἀπὸ τοῦ ὀνίσκειν ἡμᾶς.
- ἔπειτα δὲ καὐτὸς ὀνήσεαι, αἴ κε πίῃσθα.
ὁ τῶν Κυπρίων τοῦτό φησι ποιητής (fr. 10 Ki), ὅστις ἂν εἴη. Δίφιλος δ’ ὁ κωμικός φησιν (II 569 K)·
- οἶνόν τοι, Μενέλαε, θεοὶ ποίησαν ἄριστον
- θνητοῖς ἀνθρώποισιν ἀποσκεδάσαι μελεδῶνας.
ὁ δὲ Κυθήριος Φιλόξενος λέγει (fr. 16 B4)· ‘εὐρείτας οἶνος πάμφωνος.’ Χαιρήμων δὲ ὁ τραγῳδὸς (p. 611 N) παρασκευάζειν φησὶ τὸν οἶνον τοῖς χρωμένοις
- ὦ πᾶσι τοῖς φρονοῦσι προσφιλέστατε
- Διόνυσε καὶ σοφώταθ᾽, ὡς ἡδύς τις εἶ·
- ὃς τὸν ταπεινὸν μέγα φρονεῖν ποιεῖς μόνος,
- τὸν τὰς ὀφρῦς αἴροντα συμπείθεις γελᾶν
- τόν τ’ ἀσθενῆ τολμᾶν τι, τὸν δειλὸν θρασύν ...
Ἴων δ’ ὁ Χῖός φησιν (II 255 B4)·
- γέλωτα, σοφίαν, ἀμαθίαν, εὐβουλίαν.
ἡ δὲ Πυθία εἴρηκέ τισι Διόνυσον ὑγιάτην καλεῖν.
- ἄδαμνον
- παῖδα ταυρωπόν, νέον οὐ νέον, ἥδιστον πρόπολον
- βαρυγδούπων ἐρώτων, οἶνον ἀερσίνοον,
- — — ἀνθρώπων πρύτανιν. —
- ὁ Μνησίθεος δ’ ἔφη τὸν οἶνον τοὺς θεοὺς
- θνητοῖς καταδεῖξαι τοῖς μὲν ὀρθῶς χρωμένοις
- ἀγαθὸν μέγιστον, τοῖς δ’ ἀτάκτως τοὔμπαλιν,
- (τροφήν τε γὰρ δίδωσι τοῖσι χρωμένοις
- ἰσχύν τε ταῖς ψυχαῖσι καὶ τοῖς σώμασιν)
- εἰς τὴν ἰατρικήν τε χρησιμώτατον·
- καὶ τοῖς ποτοῖς γὰρ φαρμάκοις κεράννυται
- καὶ τοῖσιν ἑλκωθεῖσιν ὠφελίαν ἔχει.
- ἐν ταῖς συνουσίαις τε ταῖς καθ’ ἡμέραν
- τοῖς μὲν μέτριον πίνουσι καὶ κεκραμένον
v.1.p.83- εὐθυμίαν· ἐὰν δ’ ὑπερβάλῃς, ὕβριν·
- ἐὰν δ’ ἴσον ἴσῳ προσφέρῃ, μανίαν ποιεῖ·
- ἐὰν δ’ ἄκρατον, παράλυσιν τῶν σωμάτων.
- διὸ καὶ καλεῖσθαι τὸν Διόνυσον πανταχοῦ
- ἰατρόν.
Ἐπίχαρμος δέ φησιν (p. 271 L)·
- Εὔβουλος δὲ ποιεῖ τὸν Διόνυσον λέγοντα (II 196 K)·
- τρεῖς γὰρ μόνους κρατῆρας ἐγκεραννύω
- τοῖς εὖ φρονοῦσι· τὸν μὲν ὑγιείας ἕνα,
- ὃν πρῶτον ἐκπίνουσι· τὸν δὲ δεύτερον
- ἔρωτος ἡδονῆς τε· τὸν τρίτον δ’ ὕπνου,
- ὃν ἐκπιόντες οἱ σοφοὶ κεκλημένοι
- οἴκαδε βαδίζουσ᾽. ὁ δὲ τέταρτος οὐκ ἔτι
- ἡμέτερός ἐστ᾽, ἀλλ’ ὕβρεος· ὁ δὲ πέμπτος βοῆς·
- ἕκτος δὲ κώμων· ἕβδομος δ’ ὑπωπίων·
- ὁ δ᾽ ὄγδοος κλητῆρος· ὁ δ’ ἔνατος χολῆς·
- δέκατος δὲ μανίας, ὥστε καὶ βάλλειν ποιεῖ.
- πολὺς γὰρ εἰς ἓν μικρὸν ἀγγεῖον χυθεὶς
- ὑποσκελίζει ῥᾷστα τοὺς πεπωκότας.
ἐκ δὲ θοίνας πόσις ἐγένετο. Β. χάριεν, ὥς γ’ ἐμοὶ
- ἐκ μὲν θυσίας θοίνα ...,
Πανύασις δ’ ὁ ἐποποιὸς τὴν μὲν πρώτην πόσιν ἀπονέμει Χάρισιν, Ὥραις καὶ Διονύσῳ, τὴν δὲ δευτέραν Ἀφροδίτῃ καὶ πάλιν Διονύσῳ, Ὕβρει δὲ καὶ Ἄτῃ τὴν τρίτην. Πανύασίς φησι (fr. 13 Ki)·
- δοκεῖ.
v.1.p.84- Α. ἐκ δὲ πόσιος μῶκος, ἐκ μώκου δ’ ἐγένεθ’ ὑανία·
- ἐκ δ’ ὑανίας δίκα ..., ἐκ δίκας δὲ καταδίκα,
- ἐκ δὲ καταδίκας πέδαι τε καὶ σφαλὸς καὶ ζαμία.
καὶ ἑξῆς περὶ ἀμέτρου οἴνου (fr. 14, 6 Ki)·
- πρῶται μὲν Χάριτές τ’ ἔλαχον καὶ ἐύφρονες Ὧραι
- μοῖραν καὶ Διόνυσος ἐρίβρομος, οἵπερ ἔτευξαν.
- τοῖς δ’ ἔπι Κυπρογένεια θεὰ λάχε καὶ Διόνυσος.
- ἔνθα τε κάλλιστος πότος ἀνδράσι γίνεται οἴνου·
- εἴ τις τόν γε πίοι καὶ ἀπότροπος οἴκαδ᾽ ἀπέλθοι
- δαιτὸς ἀπὸ γλυκερῆς, οὐκ ἄν ποτε πήματι κύρσαι·
- ἀλλ’ ὅτε τις μοίρης τριτάτης πρὸς μέτρον ἐλαύνοι
- πίνων ἀβλεμέως, τότε δ’ Ὕβριος αἶσα καὶ Ἄτης
- γίνεται ἀργαλέα, κακὰ δ’ ἀνθρώποισιν ὀπάζει.
- ἀλλὰ πέπον, μέτρον γὰρ ἔχεις γλυκεροῖο ποτοῖο,
- στεῖχε παρὰ μνηστὴν ἄλοχον, κοίμιζε δ’ ἑταίρους·
- δείδια γὰρ τριτάτης μοίρης μελιηδέος οἴνου
- πινομένης, μή σ’ Ὕβρις ἐνὶ φρεσὶ θυμὸν ἀέρσῃ,
- ἐσθλοῖς δὲ ξενίοισι κακὴν ἐπιθῇσι τελευτήν.
- ἀλλὰ πιθοῦ καὶ παῦε πολὺν πότον.
v.1.p.85
κατὰ γὰρ τὸν Εὐριπίδην (Cycl. 534)·
- ἐκ γάρ οἱ Ἄτης τε καὶ Ὕβριος αἶσ’ ἅμ᾽ ὀπηδεῖ.
ὅθεν τινὲς τὴν Διονύσου γένεσιν καὶ τὴν τῆς Ὕβρεως κατὰ ταὐτὰ γενέσθαι φασίν.
- πληγὰς ὁ κῶμος λοίδορόν θ’ ὕβριν φέρει.
Ἄλεξις δέ πού φησιν (II 313 K) ὡς
κατὰ δὲ τὸν Κυρηναῖον ποιητὴν (Eratosth. fr. 34 Hi)·
- ὁμοιότατος ἄνθρωπος οἴνῳ τὴν φύσιν
- τρόπον τιν’ ἐστί. τὸν γὰρ οἶνον τὸν νέον
- πολλή ᾽στ’ ἀνάγκη καὶ τὸν ἄνδρ’ ἀποζέσαι
- πρώτιστον ἀφυβρίσαι τ᾽, ἀπανθήσαντα δὲ
- σκληρὸν γενέσθαι, παρακμάσαντα δ’ ὧν λέγω
- τούτων ἁπάντων, ἀπαρυθέντα τὴν ἄνω
- ταύτην ἄνοιαν ἐπιπολάζουσαν, τότε
- πότιμον γενέσθαι καὶ καταστῆναι πάλιν
- ἡδύν θ’ ἅπασι τοὐπίλοιπον διατελεῖν.
ἀλλαχοῦ δὲ τοὐναντίον φησὶν Ἄλεξις (II 399 K)·
- οἶνός θ’ ὃς πυρὶ ἶσον ἔχει μένος, εὖτ’ ἂν ἐς ἄνδρας
- ἔλθῃ· κυμαίνει δ’ οἷα Λίβυσσαν ἅλα
- βορρῆς ἠὲ νότος· τὰ δὲ καὶ κεκρυμμένα φαίνει
- βυσσόθεν· ἐκ δ’ ἀνδρῶν πάντ’ ἐτίναξε νόον.
Πανύασις δὲ λέγει (fr. 12, 12 Ki)·
- οὐδέν .. ἔοικ’ ἄνθρωπος οἴνῳ τὴν φύσιν.
- ὃ μὲν γὰρ ἀπογηρὰς ἀηδὴς γίνεται,
v.1.p.86- οἶνον δὲ τὸν παλαιότατον σπουδάζομεν.
- ὃ μὲν δάκνει γάρ, ὃ δ’ ἱλαροὺς ἡμᾶς ποιεῖ.
καὶ πάλιν (fr. 14)·
- οἶνος γὰρ πυρὶ ἶσον ἐπιχθονίοισιν ὄνειαρ,
- ἐσθλόν, ἀλεξίκακον, πάσῃ συνοπηδὸν ἀνίῃ.
- ἐν μὲν γὰρ θαλίης ἐρατὸν μέρος ἀγλαίης τε,
- ἐν δὲ χοροιτυπίης, ἐν δ’ ἱμερτῆς φιλότητος.
- τῷ σε χρὴ παρὰ δαιτὶ δεδεγμένον εὔφρονι θυμῷ
- πίνειν, μηδὲ βορῆς κεκορημένον ἠύτε παῖδα
- ἧσθαι πλημμύροντα, λελησμένον εὐφροσυνάων.
- .. οἶνος θνητοῖσι θεῶν πάρα δῶρον ἄριστον,
- ἀγλαός· ᾧ πᾶσαι μὲν ἐφαρμόζουσιν ἀοιδαί,
- πάντες δ’ ὀρχησμοί, πᾶσαι δ’ ἐραταὶ φιλότητες.
- πάσας δ’ ἐκ κραδίας ἀνίας ἀνδρῶν ἀλαπάζει
- πινόμενος κατὰ μέτρον· ὑπὲρ μέτρον δὲ χερείων.
Τίμαιος δὲ ὁ Ταυρομενίτης (FHG I 221) ἐν Ἀκράγαντι οἰκίαν τινά φησι καλεῖσθαι τριήρη ἐξ αἰτίας τοιαύτης. νεανίσκους τινὰς ἐν αὐτῇ μεθυσκομένους ἐς τοσοῦτον ἐλθεῖν μανίας ἐκθερμανθέντας ὑπὸ τῆς μέθης ὡς νομίζειν μὲν ἐπὶ τριήρους πλεῖν, χειμάζεσθαι δὲ χαλεπῶς κατὰ τὴν θάλασσαν· καὶ τοσοῦτον ἔκφρονας γενέσθαι ὡς τὰ ἀπὸ τῆς οἰκίας πάντα σκεύη καὶ στρώματα ῥίπτειν ὡς εἰς τὴν θάλασσαν, τὴν ναῦν διὰ τὸν χειμῶνα ἀποφορτίζεσθαι δόξαν αὐτοῖς λέγειν
Φιλόχορος δέ φησιν (FHG I 387) ὅτι οἱ πίνοντες οὐ μόνον ἑαυτοὺς ἐμφανίζουσιν οἵτινές εἰσιν, ἀλλὰ καὶ τῶν ἄλλων ἕκαστον ἀνακαλύπτουσι παρρησίαν ἄγοντες. ὅθεν ‘οἶνος καὶ ἀλήθεια’ (Alcaei fr. 57) λέγεται καὶ ‘ἀνδρὸς δ’ οἶνοσ ἔδειξε νόον’ (Theogn. 500) καὶ τὸ νικητήριον ἐν Διονύσου τρίπους. καὶ γὰρ ἐκ τρίποδος λέγειν φαμὲν τοὺς ἀληθεύοντας· δεῖ δὲ νοεῖν τρίποδα τοῦ Διονύσου τὸν κρατῆρα. ἦν γὰρ τὸ ἀρχαῖον
ὁ δ’ ἕτερος κρατὴρ καλούμενος. Ὅμηρος (Il. 9.122)· ‘ἕπτ’ ἀπύρους τρίποδας.’ ἐν τούτοις δὲ τὸν οἶνον ἐκίρνων· καὶ οὗτός ἐστιν ὁ τῆς ἀληθείας οἰκεῖος τρίπους. διὸ Ἀπόλλωνος μὲν οἰκεῖος διὰ τὴν ἐκ μαντικῆς ἀλήθειαν, Διονύσου δὲ διὰ τὴν ἐν μέθῃ. Σῆμος δ’ ὁ Δήλιός φησι (FHG IV 495)· ‘τρίπους χαλκοῦς, οὐχ ὁ Πυθικός, ἀλλ’ ὃν νῦν λέβητα καλοῦσιν. οὗτοι δ’ ἦσαν οἳ μὲν ἄπυροι, εἰς οὓς τὸν οἶνον εἰσεκεράννυον, οἳ δὲ λοετροχόοι, ἐν οἷς τὸ ὕδωρ ἐθέρμαινον, καὶ ἐμπυριβῆται. καὶ τούτων ἔνιοι ὠτώεντες, τρίποδα δὲ τὴν ὑπόβασιν ἔχοντες τρίποδες ὠνομάζοντο.’
- τὸν μὲν τρίπους ἐδέξατ’ οἰκεῖος λέβης
- αἰεὶ φυλάσσων τὴν ὑπὲρ πυρὸς στάσιν.
Ἀντιφάνης (II 114 K)·
- φησί που Ἔφιππος (II 263 K)·
- οἴνου σε πλῆθος πόλλ’ ἀναγκάζει λαλεῖν.
- Β. οὐκοῦν μεθύοντάς φασι τἀληθῆ λέγειν.
- κρύψαι, Φειδία,
- ἅπαντα τἄλλα τις δύναιτ’ ἂν πλὴν δυοῖν,
- οἶνόν τε πίνων εἰς ἔρωτά τ’ ἐμπεσών.
- ἀμφότερα μηνύει γὰρ ἀπὸ τῶν βλεμμάτων
- καὶ τῶν λόγων ταῦθ᾽· ὥστε τοὺς ἀρνουμένους,
- μάλιστα τούτους .... καταφανεῖς ποιεῖ.
v.1.p.89
Φιλόχορος δέ φησιν (FHG I 387) Ἀμφικτύονα τὸν Ἀθηναίων βασιλέα μαθόντα παρὰ Διονύσου τὴν τοῦ οἴνου κρᾶσιν πρῶτον κεράσαι. διὸ καὶ ὀρθοὺς γενέσθαι τοὺς ἀνθρώπους οὕτω πίνοντας, πρότερον ὑπὸ τοῦ ἀκράτου καμπτομένους· καὶ διὰ τοῦτο ἱδρύσασθαι βωμὸν ὀρθοῦ Διονύσου ἐν τῷ τῶν Ὡρῶν ἱερῷ· αὗται γὰρ καὶ τὸν τῆς ἀμπέλου καρπὸν ἐκτρέφουσι. πλησίον δ᾽ αὐτοῦ καὶ ταῖς Νύμφαις βωμὸν ἔδειμεν, ὑπόμνημα τοῖς χρωμένοις τῆς κράσεως ποιούμενος· καὶ γὰρ Διονύσου τροφοὶ αἱ Νύμφαι λέγονται. καὶ θέσμιον ἔθετο προσφέρεσθαι μετὰ τὰ σιτία ἄκρατον μόνον ὅσον γεύσασθαι, δεῖγμα τῆς δυνάμεως τοῦ ἀγαθοῦ θεοῦ, τὸ δὲ λοιπὸν ἤδη κεκραμένον, ὁπόσον ἕκαστος βούλεται· προσεπιλέγειν δὲ τούτῳ τὸ τοῦ Διὸς σωτῆρος ὄνομα διδαχῆς καὶ μνήμης ἕνεκα τῶν πινόντων, ὅτι οὕτω πίνοντες ἀσφαλῶς σωθήσονται. Πλάτων δ’ ἐν δευτέρῳ Νόμων (674b) τὴν τοῦ οἴνου χρῆσίν φησιν ὑγιείας ἕνεκα ὑπάρχειν.
ἀπὸ τοῦ κατὰ μέθην δὲ καταστήματος καὶ ταύρῳ παρεικάζουσι τὸν Διόνυσον καὶ παρδάλει διὰ τὸ πρὸς βίαν τρέπεσθαι τοὺς ἐξοινωθέντας. Ἀλκαῖος (fr. 47 B4)·
εἰσὶ δ’ οἳ καὶ θυμικοὶ γίνονται· τοιοῦτος δ’ ὁ ταῦρος. Εὐριπίδης (Bacch. 743)·
- ἄλλοτε μὲν μελιαδέος, ἄλλοτε δ᾽
- ὀξυτέρου τριβόλων ἀρυτημένοι.
διὰ δὲ τὸ μάχιμον καὶ θηριώδεις ἔνιοι γίνονται· ὅθεν καὶ τὸ παρδαλῶδες.
- ταῦροι δ’ ὑβρισταὶ κεἰς κέρας θυμούμενοι.
v.1.p.90
καλῶς οὖν Ἀρίστων ὁ Κεῖός φησιν ἥδιστον ποτὸν εἶναι τὸν ἅμα μὲν γλυκύτητος, ἅμα δ’ εὐωδίας κοινωνοῦντα. διὸ καὶ τὸ καλούμενον νέκταρ κατασκευάζειν τινὰς περὶ τὸν Λυδίας Ὄλυμπον οἶνον καὶ κηρία συγκιρνάντας εἰς ταὐτὰ καὶ τὰ τῶν ἀνθῶν εὐώδη. οἶδα δ’ ὅτι Ἀναξανδρίδης τὸ νέκταρ οὐ ποτόν, ἀλλὰ τροφὴν εἶναι λέγει θεῶν (II 160 K)·
καὶ Ἀλκμὰν δέ φησι (fr. 100 B4) ‘τὸ νέκταρ ἔδμεναι’ αὐτούς. καὶ Σαπφὼ δέ φησιν (fr. 51)·
- τὸ νέκταρ ἐσθίω πάνυ
- μάττων διαπίνω τ’ ἀμβροσίαν καὶ τῷ Διὶ
- διακονῶ καὶ σεμνός εἰμ’ ἑκάστοτε
- Ἥρᾳ λαλῶν καὶ Κύπριδι παρακαθήμενος.
ὁ δ’ Ὅμηρος θεῶν πόμα τὸ νέκταρ οἶδεν. Ἴβυκος δέ φησι (fr. 33) τὴν ἀμβροσίαν τοῦ μέλιτος κατ᾽ ἐπίτασιν ἐννεαπλασίαν ἔχειν γλυκύτητα, τὸ μέλι λέγων ἔνατον εἶναι μέρος τῆς ἀμβροσίας κατὰ τὴν ἡδονήν.
- ἀμβροσίας μὲν
- κρατὴρ ἐκέκρατο,
- Ἑρμᾶς δ’ ἕλεν ὄλπιν
- θεοῖς οἰνοχοῆσαι.
φησὶν Ἄλεξις (II 400 K), καὶ ὅτι οἶνος
- οὐδεὶς φιλοπότης ἐστὶν ἄνθρωπος κακός.
- ὁ γὰρ διμάτωρ Βρόμιος οὐ χαίρει συνὼν
- ἀνδράσι πονηροῖς οὐδ’ ἀπαιδεύτῳ βίῳ,
ὁ δὲ ποιήσας τὸ εἰς Κρατῖνον ἐπίγραμμά φησιν (AP XIII 29)·
- φιλολόγους πάντας ποιεῖ τοὺς πλείονα
- πίνοντας αὐτόν.
Πολέμων φησὶν (fr. 40 Pr) ἐν Μουνυχίᾳ ἥρωα Ἀκρατοπότην τιμᾶσθαι, παρὰ δὲ Σπαρτιάταις Μάττωνα καὶ Κεράωνα ἥρωας ὑπό τινων μαγείρων ἱδρῦσθαι ἐν τοῖς φειδιτίοις. τιμᾶται δὲ καὶ ἐν Ἀχαίᾳ Δειπνεὺς ἀπὸ τῶν δείπνων σχὼν τὴν προσηγορίαν.
- ‘οἶνός τοι χαρίεντι πέλει μέγας ἵππος ἀοιδῷ,
- ὕδωρ δὲ πίνων χρηστὸν οὐδὲν ἂν τέκοις.’
- ταῦτ’ ἔλεγεν, Διόνυσε, καὶ ἔπνεεν οὐχ ἑνὸς ἀσκοῦ
- Κρατῖνος, ἀλλὰ παντὸς ὠδώδει πίθου.
- τοιγάρ οἱ στεφάνων δόμος ἔβρυεν, εἶχε δὲ κιττῷ
- μέτωπον οἷα καὶ σὺ κεκροκωμένον.
ἐκ τροφῆς ξηρᾶς ‘οὔτ’ ἂν σκώμματα γένοιτο, οὔτ’ αὐτοσχέδια ποιήματα,’ ἀλλὰ μὴν οὐδὲ κόμπος οὐδὲ ψυχῆς ἀλαζονεία. καλῶς οὖν ἐν τῷ (Il. 8.229) ‘πῆ ἔβαν εὐχωλαὶ ἃς ἐν Λήμνῳ ἠγοράασθε, ἔσθοντες κρέα πολλὰ καὶ πίνοντες οἴνου κρατῆρας ἐπιστεφέας’ ἐπεσημήνατο ὁ γραμματικὸς Ἀρίσταρχος περιγράφων τὸν στίχον, ὃς περὶ κρεωφαγίας αὐχεῖν ποιεῖ τοὺς Ἕλληνας. οὐ γὰρ ἀπὸ πάσης εὐθυμίας καὶ πληρώσεως τὸ καυχᾶσθαι καὶ σκώπτειν καὶ γελοιάζειν, ἀπὸ δὲ τῆς
διὸ Βακχυλίδης φησί (fr. 27)·
Σοφοκλῆς δέ φησι (fr. 687 N)·
- γλυκεῖ’ ἀνάγκα
- σευομένα κυλίκων θάλπησι θυμόν·
- Κύπριδος δ’ ἐλπὶς διαιθύσσει φρένας
- ἀμμιγνυμένα Διονυσίοισι δώροις.
- ἀνδράσι δ’ ὑψοτάτω πέμπει μερίμνας·
- αὐτίκα μὲν πόλεων κρήδεμνα λύει,
- πᾶσι δ’ ἀνθρώποις μοναρχήσειν δοκεῖ.
- χρυσῷ δ’ ἐλέφαντί τε μαρμαίρουσιν οἶκοι·
- πυροφόροι δὲ κατ’ αἰγλήεντα . . .
- νῆες ἄγουσιν ἀπ’ Αἰγύπτου μέγιστον
- πλοῦτον· ὣς πίνοντος ὁρμαίνει κέαρ.
οἱ δ’ ἄλλοι ποιηταί φασι τὸν ‘οἶνον ἐύφρονα καρπὸν ἀρούρης (Il. 3.246).’ καὶ ὁ τῶν ποιητῶν δὲ βασιλεὺς τὸν Ὀδυσσέα παράγει λέγοντα (Il. 19.167)· ‘ὃς δέ κ’ ἀνὴρ οἴνοιο κορεσσάμενος καὶ ἐδωδῆς πανημέριος πολεμίζῃ, θαρσαλέον νύ οἱ ἦτορ’ καὶ τὰ ἑξῆς.
- ... τὸ μεθύειν πημονῆς λυτήριον.
ὅτι Σιμωνίδης (fr. 221) τὴν αὐτὴν ἀρχὴν τίθησιν οἴνου καὶ μουσικῆς. ἀπὸ μέθης καὶ ἡ τῆς κωμῳδίας καὶ ἡ τῆς τραγῳδίας εὕρεσις ἐν Ἰκαρίῳ τῆς Ἀττικῆς εὑρέθη, καὶ κατ’ αὐτὸν τὸν τῆς τρύγης
Εὐριπίδης ἐν Βάκχαις φησί (771). καὶ Ἀστυδάμας δέ φησι (p. 605 N)·
- τὴν παυσίλυπον ἄμπελον δοῦναι βροτοῖς.
- οἴνου δὲ μηκέτ’ ὄντος οὐκ ἔστιν Κύπρις
- οὐδ’ ἄλλο τερπνὸν οὐδὲν ἀνθρώποις ἔτι,
Ἀντιφάνης φησίν (II 123 K).
- θνητοῖσι τὴν ἀκεσφόρον
- λύπης ἔφηνεν οἰνομήτορ’ ἄμπελον. —
- συνεχῶς μὲν γὰρ ἐμπιπλάμενος ἀμελὴς γίνεται
- ἄνθρωπος, ὑποπίνων δὲ πάνυ φροντιστικός,
φησὶν Ἄλεξις (II 403 K).
- οὐ μεθύω τὴν φρόνησιν, ἀλλὰ τὸ τοιοῦτον μόνον,
- τὸ διορίζεσθαι βεβαίως τῷ στόματι τὰ γράμματα,
Σέλευκος δέ φησι τὸ παλαιὸν οὐκ εἶναι ἔθος οὔτ’ οἶνον ἐπὶ πλεῖον οὔτ’ ἄλλην ἡδυπάθειαν προσφέρεσθαι, μὴ θεῶν ἕνεκα τοῦτο δρῶντας. διὸ καὶ θοίνας καὶ θαλείας καὶ μέθας ὠνόμαζον· τὰς μὲν ὅτι διὰ θεοὺς οἰνοῦσθαι δεῖν ὑπελάμβανον, τὰς δ’ ὅτι θεῶν χάριν ἡλίζοντο καὶ συνῄεσαν. τοῦτο γάρ ἐστι τὸ ‘δαῖτα θάλειαν.’ τὸ δὲ μεθύειν φησὶν Ἀριστοτέλης (fr. 89 R) τὸ μετὰ τὸ θύειν αὐτῷ χρῆσθαι.
Εὐριπίδης φησί (fr. 329 N). καὶ σημαίνει ὧδε τὸ τέλος τὴν θυσίαν. καὶ Ὅμηρος· Od. 9.5
- θεοῖσι μικρὰ θύοντας τέλη,
- τῶν βουθυτούντων ὄντας εὐσεβεστέρους,
v.1.p.94
τελετάς τε καλοῦμεν τὰς ἔτι μείζους καὶ μετά τινος μυστικῆς παραδόσεως ἑορτὰς τῶν εἰς αὐτὰς δαπανημάτων ἕνεκα. τελεῖν γὰρ τὸ δαπανᾶν καὶ πολυτελεῖς οἱ πολλὰ ἀναλίσκοντες καὶ εὐτελεῖς οἱ ὀλίγα. φησὶν Ἄλεξις (II 394 K)·
- οὐ γὰρ ἔγωγέ τί φημι τέλος χαριέστερον εἶναι
- ἢ ὅταν εὐφροσύνη μὲν ἔχῃ κατὰ δῆμον ἅπαντα.
- τοὺς εὐτυχοῦντας ἐπιφανῶς
- δεῖ ζῆν φανεράν τε τὴν δόσιν τὴν τοῦ θεοῦ
- ποιεῖν· ὁ γὰρ θεὸσ δεδωκὼς τἀγαθὰ
- ὧν μὲν πεποίηκεν οἴεται χάριν τινὰ
- ἔχειν ἑαυτῷ· τοὺς ἀποκρυπτομένους δὲ καὶ
- πράττειν μετρίως φάσκοντας ἀχαρίστους ὁρῶν
- ἀνελευθέρως τε ζῶντας ἐπὶ καιροῦ τινος
- λαβὼν ἀφείλεθ’ ὅσα δεδωκὼς ἦν πάλαι.
τοσαῦτα οἰνολογήσαντος ἤτοι περὶ οἴνων εἰπόντος· λαφύσσοντος οἴνων ὀνόματα.
οὐ χαίρει τῷ πόματι ἐκ πρώτης ἐθισθεὶς ἀνατροφῆς ὑδροποτεῖν.
Ἡσίοδος ἐν τῇ Μελαμποδίᾳ φησίν (fr. 192 Rz).
- ἡδὺ .. ἐστ’ ἐν δαιτὶ καὶ εἰλαπίνῃ τεθαλυίῃ
- τέρπεσθαι μύθοισιν, ἐπὴν δαιτὸς κορέσωνται,
ἀφ’ ὧν καὶ ὁ οἶνος ἀφύεται, καίτοι Πινδάρου τοῦ μεγαλοφωνοτάτου ἄριστον πάντων εἶναι τὸ ὕδωρ φήσαντος (ol. 1, 1). Ὅμηρος μὲν οὖν ὁ θειότατος καὶ τροφιμώτατον αὐτὸ οἶδεν ἐν οἷς ( Od. 17.208) ‘αἰγείρων ὑδατοτρεφέων’ ἄλσος λέγει. ἐπαινεῖ δὲ καὶ τὸ διαυγὲς αὐτοῦ ( Od. 5.70)· ‘κρῆναι πίσυρες ῥέον ὕδατι λευκῷ.’ τὸ δὲ δὴ κοῦφον καὶ πλείονος τιμῆς ἄξιον ἱμερτὸν καλεῖ· ἱμερτὸν οὖν φησι τὸν Τιταρήσιον, ὃς τῷ ‘Πηνειῷ συμμίσγεται (Il. 2.753).’ καὶ τοῦ ῥυπτικοῦ δὲ ὕδατος μέμνηται· ὃ ἀποδεχόμενος καὶ Πραξαγόρας ὁ Κῷος ... καλὸν εἶναι λέγει· Od. 6.87
- οὔ τινι ὑμῶν ἐπῆλθε περὶ ὕδατος εἰπεῖν τι .....
διαστέλλει δὲ καὶ γλυκὺ ὕδωρ ἀπὸ πλατέος, τὸν μὲν Ἑλλήσποντον εἶναι λέγων πλατύν (Il. 7.26), ὑπὲρ δὲ θατέρου φράζων (Od. 12.305) ‘στήσαμεν νῆας ἀγχοῦ ὕδατος γλυκεροῖο.’
- καλὸν ὑπεκπρορέει μάλα περ ῥυπόωντα καθῆραι.
οἶδε δὲ καὶ τὴν τοῦ χλιαροῦ φύσιν πρὸς τὰ τραύματα. τὸν γοῦν Εὐρύπυλον (Il. 11.830) τρωθέντα ἐκ τούτου καταιονᾷ· καίτοι εἰ ἐπισχεῖν ἔδει τὴν αἱμορραγίαν, τὸ ψυχρὸν ἐπιτήδειον ἦν συστρέφον καὶ συσφίγγον. εἰς δὲ τὸ παρηγορῆσαι τὰς ὀδύνας τῷ θερμῷ ἐπαιονᾷ θέλγειν δυναμένῳ. ἐστὶ δὲ παρ’ αὐτῷ τὸ λιαρὸν θερμόν. ἐναργῶς δὲ τοῦτο δείκνυσιν ἐν τῷ περὶ τῶν Σκαμάνδρου πηγῶν· Il. 23.149
ἆρά γε τοῦτο λιαρόν ἐστιν ἀφ’ οὗ πυρὸς ἀτμὶς καὶ καπνὸς ἔμπυρος ἀναφέρεται; περὶ δὲ τῆς ἑτέρας πηγῆς λέγει ὡς θέρους
- ἣ μὲν γάρ, φησίν, ὕδατι λιαρῷ ῥέει, ἀμφὶ δὲ καπνὸς
- γίνεται ἐξ αὐτῆς ὡσεὶ πυρὸς αἰθομένοιο.
v.1.p.96
εἰωθὼς δὲ λέγειν καὶ τοὺς νεοτρώτους θερμῷ περιρρεῖσθαι αἵματι ἐπὶ μὲν Ἀγαμέμνονός φησιν· Il. 11.266
- ῥέει εἰκυῖα χαλάζῃ
- ἢ χιόνι ψυχρῇ ἢ ἐξ ὕδατος κρυστάλλῳ.
ἐπὶ δὲ τοῦ φεύγοντος μετὰ τὸ βληθῆναι ἐλάφου μεταφράζων φησίν· Il. 11.477
- ὄφρα οἱ αἷμ’ ἔτι θερμὸν ἀνήνοθεν ἐξ ὠτειλῆς.
Ἀθηναῖοι δὲ μετάκερας καλοῦσι τὸ χλιαρόν, ὡς Ἐρατοσθένης φησίν.
- ὄφρ’ αἷμα λιαρὸν καὶ γούνατ’ ὀρώρῃ.
ὑδαρῆ φησὶ καὶ μετάκερας.
τῶν δ’ ἄλλων ὑδάτων τὰ μὲν ἐκ πετρῶν φερόμενα δνοφερὰ καλεῖ (Il. 9.15) ὡς ἀχρεῖα δηλονότι· τὰ δὲ κρηναῖα καὶ διὰ πλείονος γῆς καὶ εὐκάρπου φερόμενα τῶν ἄλλων προκρίνει, ὡς καὶ Ἡσίοδος (opp. 595)·
καὶ Πίνδαρος (fr. 198 B4)·
- κρήνης ἀενάου καὶ ἀπορρύτου, ἥ τ’ ἀθόλωτος.
κρήνη δ’ ἐν Βοιωτίᾳ ἡ Τιλφῶσσα· ἀφ’ ἧς Ἀριστοφάνης φησὶ (om. FHG) Τειρεσίαν πιόντα διὰ γῆρας οὐχ ὑπομείναντα τὴν ψυχρότητα ἀποθανεῖν. Θεόφραστος δέ φησιν ἐν τῷ περὶ ὑδάτων (fr. 159 W) τὸ Νείλου ὕδωρ πολυγονώτατον καὶ γλυκύτατον· διὸ καὶ
- μελιγαθὲς ἀμβρόσιον ὕδωρ
- Τιλφώσσας ἀπὸ καλλικρήνου.
ἄλλα δὲ τῶν ὑδάτων καὶ σωματώδη ἐστὶ καὶ ἔχει ὥσπερ τι βάρος ἐν ἑαυτοῖς, ὡς τὸ ἐν Τροιζῆνι· τοῦτο γὰρ καὶ τῶν γευομένων εὐθὺς ποιεῖ πλῆρες τὸ στόμα. τὰ δὲ πρὸς τοῖς περὶ Πάγγαιον μετάλλοις τοῦ μὲν χειμῶνος τὴν κοτύλην ἄγουσαν ἔχει ἐνενήκοντα ἕξ, θέρους δὲ τεσσαράκοντα ἕξ. συστέλλει δὲ αὐτὸ καὶ πυκνοῖ μᾶλλον τὸ ψῦχος. διὸ καὶ ἐν τοῖς γνώμοσι ῥέον οὐκ ἀναδίδωσι τὰς ὥρας ἐν τῷ χειμῶνι, ἀλλὰ περιττεύει βραδυτέρας οὔσης τῆς ἐκροῆς διὰ τὸ πάχος. καὶ ταὐτὰ περὶ Αἰγύπτου φησίν, ὅπου μαλακώτερος ὁ ἀήρ. τὸ δὲ ἁλυκὸν ὕδωρ γεωδέστερόν ἐστι καὶ πλείονος δεῖται κατεργασίας, ὡς καὶ τὸ θαλάσσιον, θερμοτέραν ἔχον τὴν φύσιν καὶ μὴ ὁμοίως πάσχον. μόνον δ’ ἀτέραμνον τῶν ἁλυκῶν τὸ τῆς
πολλαχοῦ δ’ εἰσὶ κρῆναι αἳ μὲν ποτιμώτεραι καὶ οἰνωδέστεραι, ὡς ἡ περὶ Παφλαγονίαν, πρὸς ἥν φασι τοὺς ἐγχωρίους ὑποπίνειν
σταθμήσας τὸ ἀπὸ τῆς ἐν Κορίνθῳ Πειρήνης καλουμένης ὕδωρ κουφότερον πάντων εὗρον τῶν κατὰ
κωμῳδιοποιὸς (II 214 K) εἰρηκέναι Χαιρήμονα τὸν τραγικόν (p. 611 N)·
- οἷα δ’ ἡ χώρα φέρει
- διαφέροντα πάσης, Ἱππόνικε, τῆς οἰκουμένης,
- τὸ μέλι, τοὺς ἄρτους, τὰ σῦκα. Β. σῦκα μέν, νὴ
- τὸν Δία,
- πάνυ φέρει. Α. βοσκήματ᾽, ἔρια, μύρτα, θύμα,
- πυρούς, ὕδωρ,
- ὥστε καὶ γνοίην ἂν εὐθὺς Ἀττικὸν πίνων ὕδωρ.
- τὸ ὕδωρ ποταμοῦ σῶμά φησί που Εὔβουλος ὁ
καὶ ἡμῶν δὲ πᾶσα δύναμις ἐξ ὑδάτων ἄρδεται.
- ἐπεὶ δὲ σηκῶν περιβολὰς ἠμείψαμεν
- ὕδωρ τε ποταμοῦ σῶμα διεπεράσαμεν.
ἐν Τήνῳ κρήνη ἐστὶν ἧς τῷ ὕδατι οἶνος οὐ μίγνυται. Ἡρόδοτος δὲ ἐν τετάρτῃ (c. 52) τὸν Ὕπανίν φησιν ἀπὸ μὲν τῶν πηγῶν φερόμενον ἐπὶ πέντε ἡμέρας βραχὺν εἶναι καὶ γλυκύν, μετὰ δὲ ἄλλων τεσσάρων ἡμερῶν πλόον πικρὸν γίνεσθαι ἐκδιδούσης εἰς αὐτὸν κρήνης τινὸς πικρᾶς. Θεόπομπος (FGH I 316) δέ φησι περὶ τὸν Ἐριγῶνα ποταμὸν ὀξὺ εἶναι ὕδωρ καὶ τοὺς πίνοντας αὐτὸ μεθύσκεσθαι καθὰ καὶ τοὺς τὸν οἶνον.
Ἀριστόβουλος δ’ ὁ Κασανδρεύς φησιν (fr. 3 M) ἐν
Εὔβουλος εὑρετικούς φησι τὸ ὕδωρ ποιεῖν τοὺς πίνοντας αὐτὸ μόνον (II 211 K),
τὰ αὐτὰ δ’ ἰαμβεῖα καὶ Ὠφελίων φησί (II 294 K).
- τὸν δ’ οἶνον ἡμῶν τῷ φρονεῖν ἐπισκοτεῖν.
τοιαῦτα ὥσπερ οἱ ῥήτορες πρὸς ὕδωρ εἰπὼν καὶ βραχὺ ἀναπαυσάμενος αὖθις ἔφη· ‘Ἄμφις ὁ κωμικός πού φησιν (II 248 K)·
Ἀντιφάνης δέ (II 129 K)·
- ἐνῆν ἄρ᾽, ὡς ἔοικε, κἀν οἴνῳ λόγος·
- ἔνιοι δ’ ὕδωρ πίνοντές εἰσ’ ἀβέλτεροι.
ὅτι καὶ ἐπὶ τοῦ ὕδατος ἔταττον οἱ παλαιοὶ τὸ ἄκρατον. Σώφρων (fr. 22 Bo)· ‘ὕδωρ ἄκρατον εἰς τὰν κύλικα.’
- οἴνῳ .... τὸν οἶνον ἐξελαύνειν,
- σάλπιγγι τὴν σάλπιγγα, τῷ κήρυκι τὸν βοῶντα,
- κόπῳ κόπον, ψόφῳ ψόφον, τριωβόλῳ δὲ πόρνην,
- αὐθαδίαν αὐθαδίᾳ, Καλλίστρατον μαγείρῳ,
- στάσιν στάσει, μάχῃ μάχην, ὑπωπίοις δὲ πύκτην,
- πόνῳ πόνον, δίκην δίκῃ, γυναικὶ τὴν γυναῖκα.