Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

πολλάκις οὖν, ὡς ἔφην, τῶν τοιούτων ἡμῖν παρατιθεμένων ἐπιδορπισμάτων ἔφη τις τῶν παρόντων (Eur. Hipp. 436)·

  1. αἱ δεύτεραί πως φροντίδες σοφώτεραι. —
  2. τί γὰρ ποθεῖ τράπεζα; τῷ δ’ οὐ βρίθεται;
  3. πλήρης μὲν ὄψων ποντίων, πάρεισι δὲ
  4. μόσχων τέρειναι σάρκες ἀρνεία τε δαὶς
  5. καὶ πεπτὰ καὶ κροτητὰ τῆς ξουθοπτέρου
  6. πελάνῳ μελίσσης ἀφθόνως δεδευμένα,
φησὶν ὁ Εὐριπίδης ἐν Κρήσσαις (fr. 467 N). καὶ ὡς ὁ Εὔβουλος δ’ ἐν Ὀλβίᾳ ἔφη (II 190 K)·
  1. ἐν τῷ γὰρ αὐτῷ πάνθ’ ὁμοῦ πωλήσεται
  2. ἐν ταῖς Ἀθήναις, σῦκα, κλητῆρες, βότρυς,
  3. γογγυλίδες, ἄπιοι, μῆλα, μάρτυρες, ῥόδα,
  4. μέσπιλα, χόρια, σχαδόνες, ἐρέβινθοι, δίκαι,
    v.3.p.414
  5. πυός, πυριάτη, μύρτα, κληρωτήρια,
  6. ὑάκινθος, ἄρνες, κλεψύδραι, νόμοι, γραφαί.
μέλλοντος οὖν τοῦ Ποντιανοῦ λέγειν περὶ ἑκάστου τῶν παρακειμένων, ‘οὐ πρότερόν γε, ἔφη ὁ Οὐλπιανός, ἀκουσόμεθα περὶ τούτων, ἕως ἂν περὶ ἐπιδορπισμάτων εἴπῃς.’ καὶ ὁ Ποντιανός· ‘τραγήματα Κράτης φησὶ (p. 65 W) Φιλιππίδην λέγειν ἐν Φιλαργύρῳ οὕτως (III 307 K)·
  1. πλακοῦντες, ἐπιδορπίσματ᾽, ᾠά, σήσαμα·
  2. ὅλην λέγοντα με ἐπιλείποι τὴν ἡμέραν.
καὶ Δίφιλος ἐν Τελεσίᾳ (II 567)·
  1. τράγημα, μυρτίδες, πλακοῦς, ἀμύγδαλα.
  2. Β. ἐγὼ δὲ ταῦθ’ ἥδιστά γ’ ἐπιδορπίζομαι.
Σώφιλος ἐν Παρακαταθήκῃ (II 445)·
  1. ἡδύ γε μετ’ ἀνδρῶν ἐστιν Ἑλλήνων αἰεὶ
  2. συνάγειν· τὸ πρᾶγμα χάριεν. ‘οὐχὶ δώδεκα
  3. κυάθους’, ἀνεβόησέν τις, ‘ὑποχεῖς; κωμάσαι
  4. πρὸς τὴν Ταναγρικὴν δεῖ γάρ, ἵν’ ἐκεῖ κατακλιθεὶς
  5. ἐπιδορπίσηται τὰς ὀνείας ματτύας.’
Πλάτων ἐν τῷ Ἀτλαντικῷ μεταδόρπια αὐτὰ καλεῖ ἐν τούτοις (Critiae p. 115a)· ‘πάντα τε εὐώδη ἔφερέ που τοῖς κατοικοῦσιν ἡ γῆ, καὶ τὸν ἥμερον δὲ καρπὸν πλεῖστον ἔφερεν καὶ ἀκροδρύων πλῆθος καὶ ὅσα παραμύθια ἡδονῆς μεταδόρπια.’

[Τρύφων δέ φησι (fr. 136 V) τὸ παλαιὸν πρὶν εἰσελθεῖν τοὺς δαιτυμόνας, ἐπὶ τῶν τραπεζῶν κεῖσθαι τὴν ἑκάστου μοῖραν,

v.3.p.415
ὕστερον δὲ πολλά τε καὶ ποικίλα ἐπεισφέρεσθαι διὸ καὶ ἐπιφορήματα κληθῆναι. Φιλύλλιος δ’ ἐν Φρεωρύχῳ φησὶν περὶ τῶν δευτέρων τραπεζῶν λέγων·
  1. ἀμυγδάλια, καρύδι’ , ἐπιφορήματα.
καὶ Ἄρχιππος ἐν Ἡρακλεῖ καὶ Ἡρόδοτος ἐν αʹ. καὶ ἐπιδορπίσασθαι δ’ ἔλεγον τὸ ἐντραγεῖν καὶ ἐπιδειπνῆσαι.] ἅπερ Ἄρχιππος ἐν Ἡρακλεῖ Γαμοῦντι ἐπιφορήματα καλεῖ διὰ τούτων (I 680 K)·
  1. ἰτρίοις ἐπιφορήμασί τ᾽
  2. ἄλλοις γέμουσα.
καὶ Ἡρόδοτος δὲ ἐν τῇ πρώτῃ (c. 133)· ‘σιτίοις δὲ ὀλίγοισι χρέονται, ἐπιφορήμασι δὲ πολλοῖς.’ τὸ μέντοι κατὰ τὴν παροιμίαν λεγόμενον ‘Ἀβυδηνὸν ἐπιφόρημα’ τέλος τί ἐστιν καὶ ἐλλιμένιον, ὡς Ἀριστείδης φησὶν ἐν γʹ περὶ Παροιμιῶν. Διονύσιος δ’ ὁ τοῦ Τρύφωνος· ‘τὸ μὲν παλαιὸν πρὶν εἰσελθεῖν τοὺς δαιτυμόνας ἐπὶ τῶν τραπεζῶν κεῖσθαι τὴν ἑκάστου μοῖραν, ὕστερον δὲ πολλὰ καὶ ποικίλα ἐπιφέρεσθαι. διὸ καὶ ἐπιφορήματα κληθῆναι.’ Φιλύλλιος δ’ ἐν Φρεωρύχῳ τὰ ἐπιφερόμενα μετὰ τὸ δειπνῆσαι λέγων ὧδε (I 787 K)·
  1. ἀμυγδάλια, καρύδι’ , ἐπιφορήματα.
Πλάτων δ’ ἐν Μενέλεῳ ἐπιτραπεζώματα αὐτὰ καλεῖ οἷον τὰ ἐπιτιθέμενα ταῖς τραπέζαις βρώματα, λέγων οὕτως (I 622 K)·
  1. εἰπέ μοι,
  2. ὡς ὀλίγα λοιπὰ τῶν ἐπιτραπεζωμάτων;
  3. Β. ὁ γὰρ θεοῖσιν ἐχθρὸς αὐτὰ κατέφαγεν.
    v.3.p.416
Ἀριστοτέλης δ’ ἐν τῷ περὶ Μέθης (fr. 91 R) τὰ τραγήματά φησι λέγεσθαι ὑπὸ τῶν ἀρχαίων τρωγάλια· ὡσεὶ γὰρ ἐπιδορπισμὸν εἶναι. Πίνδαρος δέ ἐστιν ὁ εἰπών (fr. 124, 3 B4)·
  1. δείπνου δὲ λήγοντος γλυκὺ τρωγάλιον,
  2. καίπερ πεδ’ ἄφθονον βοράν.
ὄντως γὰρ κατὰ τὸν Εὐριπίδην ἀποβλέψαντα ἔστιν εἰς τὰ παρακείμενα εἰπεῖν (fr. 1052, 3 N)·
  1. ὁρᾷς τὸν εὐτράπεζον ὡς ἡδὺς βίος.

ὅτι γὰρ ἦσαν καὶ παρὰ τοῖς ἀρχαίοις αἱ δεύτεραι τράπεζαι πολυτελῶς μεμεριμνημέναι, παρίστησιν Πίνδαρος ἐν Ὀλυμπιονίκαις περὶ τῆς Πέλοπος κρεουργίας διηγούμενος (I 50)·

  1. τραπέζαισι δ’ ἀμφὶ δεύτερα κρεῶν
  2. σέθεν διεδάσαντο καὶ φάγον.
  3. ἐμοὶ δ’ ἄπορα γαστρίμαργον μακάρων τιν’ εἰπεῖν.
οἱ δὲ παλαιότεροι ἁπλῶς τραπέζας ἔλεγον, ὡς Ἀχαιὸς ἐν Ἡφαίστῳ σατυρικῷ (fr. 17 N)·
  1. θοίνῃ σε πρῶτον τέρψομεν· πάρεστι δέ.
  2. Β. τὸ δεύτερον δὲ τῷ με κηλήσεις τρόπῳ;
  3. Α. μύρῳ σε χρίσω πάμπαν εὐόσμῳ δέμας.
  4. Β. ὕδωρ δὲ νῖψαι χεῖρας οὐ πρόσθεν δίδως;
  5. Α. ἡνίκα τράπεζά γ’ ἐκποδὼν ἀπαίρεται.
Ἀριστοφάνης Σφηξίν (1216)·
  1. ὕδωρ κατὰ χειρός, τὰς τραπέζας εἰσφέρειν.
    v.3.p.417
Ἀριστοτέλης δ’ ἐν τῷ περὶ Μέθης παραπλησίως ἡμῖν δευτέρας τραπέζας προσαγορεύει διὰ τούτων (fr. 91 R)· ‘τὸ μὲν οὖν ὅλον διαφέρειν τράγημα βρώματος νομιστέον ὅσον ἔδεσμα τρωγαλίου. τοῦτο γὰρ πάτριον τοὔνομα τοῖς Ἕλλησιν, ἐπεὶ ἐν τραγήμασι τὰ βρώματα παρατίθενται. διόπερ οὐ κακῶς ἔοικεν εἰπεῖν ὁ πρῶτος δευτέραν προσαγορεύσας τράπεζαν· ὄντως γὰρ ἐπιδορπισμός τις ὁ τραγηματισμός ἐστιν, καὶ δεῖπνον ἕτερον παρατίθεται τὰ τραγήματα.’ Δικαίαρχος δ’ ἐν πρώτῳ τῆς εἰς Τροφωνίου Καταβάσεώς φησιν οὕτως (FHG II 266)· ‘ἥ γε τὴν πολλὴν δαπάνην ἐν τοῖς δείπνοις παρέχουσα δευτέρα τράπεζα προσεγένετο, καὶ στέφανοι καὶ μύρα καὶ θυμιάματα καὶ τὰ τούτοις ἀκόλουθα πάντα.’

ἐδίδοτο δὲ καὶ ᾠὸν ἐν τῇ δευτέρᾳ τραπέζῃ, ὥσπερ καὶ λαγῷα καὶ κίχλαι κοινῇ μετὰ τῶν μελιπήκτων εἰσεφέρετο, ὡς Ἀντιφάνης ἐν Λεπτινίσκῳ φησὶν οὕτως (II 68 K)·

  1. οἶνον Θάσιον πίνοις ἄν; Β. εἴ τις ἐγχέοι.
  2. Α. πρὸς ἀμυγδάλας δὲ πῶς ἔχεις; Β. εἰρηνικῶς ...
  3. μαλακὰς σφόδρα, διας μέλιτι προσπαίζειν βίαι.
  4. Α. μελίπηκτα δ’ εἴ σοι προσφέροι; Β. τρώγοιμι καί.
  5. Α. ᾠὸν δέ; Β. καταπίνοιμ’ ἄν. Α. ἄλλου δεῖ τινος;
ἐν δὲ Ὁμοίοις (ib. 82)·
v.3.p.418
  1. εἶτ’ ἐπεισῆγεν χορείαν ἢ τράπεζαν δευτέραν,
  2. καὶ παρέθηκε γέμουσαν πέμμασι παντοδαποῖς.
Ἄμφις δὲ ἐν Γυναικομανίᾳ (ib. 238)·
  1. ἤδη ποτ’ ἤκουσας βίον
  2. ἀληλεμένον; Β. ναί. Α. τοῦτ’ ἐκεῖν’ ἔστιν σαφῶς·
  3. ἄμητες, οἶνος ἡδύς, ᾠά, σησαμαῖ,
  4. μύρον, στέφανος, αὐλητρίς. Β. ὦ Διοσκόρω,
  5. ὀνόματα τῶν δώδεκα θεῶν διελήλυθας.
Ἀναξανδρίδης Ἀγροίκοις (ib. 136)·
  1. ὡς δ’ ἐστεφανώθην, ἡ τράπεζ’ εἰσήγετο
  2. τοσαῦτ’ ἔχουσα βρώμαθ’ ὅσα μὰ τοὺς θεοὺς
  3. καὶ τὰς θεὰς οὐδ’ ἔνδον ὄντ’ ᾔδειν ἐγώ·
  4. οὕτως παρέζων χρηστῶς οὐκ ἔζων τότε.
Κλέαρχος Πανδρόσῳ (ib. 409)·
  1. λάβ’ ὕδωρ κατὰ χειρός. Β. μηδαμῶς· καλῶς ἔχει.
  2. Α. λάβ᾽, ὦγάθ᾽, οὐδὲν χεῖρον. ἡ παῖς, ἐπιτίθει
  3. ἐπὶ τὴν τράπεζαν κάρυα καὶ τραγήματα.
Εὔβουλος Καμπυλίωνι (ib. 180)·
  1. τραγημάτων δ’ ἔσθ’ ἡ τράπεζά σοι πλέα.
  2. Β. οὐ φιλοτραγήμων εἰμί πως ἑκάστοτε.
Ἄλεξις Πολυκλείᾳ — ἑταίρας δ’ ὄνομα Πολύκλεια — (ib. 366)·
  1. ὁ πρῶτος εὑρὼν κομψὸς ἦν τραγήματα.
  2. τοῦ συμποσίου γὰρ διατριβὴν ἐξεῦρε καὶ
  3. ἀργοὺς ἔχειν μηδέποτε τὰς σιαγόνας.
    v.3.p.419
καὶ ἐν Ὁμοίᾳ — τὸ δ’ αὐτὸ δρᾶμα καὶ ὡς Ἀντιδότου φέρεται — (ib. 357)·
  1. οὐδὲ φιλόδειπνός εἰμι, μὰ τὸν Ἀσκληπιόν,
  2. τραγήμασιν χαίρω δὲ μᾶλλον. Β. εὖ πάνυ.
  3. Α. τραγήματ’ αἰσθάνομαι γὰρ ὅτι νομίζεται
  4. τοῖς νυμφίοις μετιοῦσι τὴν νύμφην λέγεις
  5. παρέχειν, ἄμητας καὶ λαγῷα καὶ κίχλας.
  6. τούτοισι χαίρω, τοῖς δὲ κεκαρυκευμένοις
  7. ὄψοισι καὶ ζωμοῖσιν ἡδ’ ὀμωθεοι.
Ἀπίων δὲ καὶ Διόδωρος, ὥς φησι Πάμφιλος, ἐπαίκλειά φησι καλεῖσθαι τὰ μετὰ τὸ δεῖπνον τραγήματα.

  1. Ἔφιππος Ἐφήβοις (II 255 K)·
  2. χόνδρος μετὰ ταῦτ’ εἰσῆλθε, μύρον Αἰγύπτιον,
  3. φοινικίνου βῖκός τις ὑπανεῴγνυτο,
  4. ἴτρια τραγήμαθ’ ἧκε, πυραμοῦς, ἄμης,
  5. ᾠῶν ἑκατόμβη· πάντα ταῦτ’ ἐχναύομεν,
  6. ἐμασώμεθ’ οὕτως ἀνδρικῶς ὅσ’ εἴχομεν·
  7. καὶ γὰρ παραμασύντας τινὰς παραβόσκομεν.
καὶ ἐν Κύδωνι (ib. 256)·
  1. καὶ μετὰ δεῖπνον κόκκος ....
  2. ἐρέβινθος ...... κύαμος,
  3. χόνδρος, τυρός, μέλι, σησαμίδες,
  4. βράχος, βρυγμός, μνοῦς, πυραμίδες,
    v.3.p.420
  5. μῆλον, κάρυον, γάλα, κανναβίδες,
  6. κόγχαι, χυλός, Διὸς ἐγκέφαλος.
Ἄλεξις Φιλίσκῳ (ibid. 389)·
  1. ἀρτέα
  2. τράπεζ᾽, ἀπονίψασθαι δοτέον, προσοιστέος,
  3. στέφανος, μύρον, σπονδή, λιβανωτός, ἐσχαρίς,
  4. τραγήματα δοτέον ἔτι, πλακοῦντος ἁπτέον.
ἐπεὶ δὲ καὶ ὁ Κυθήριος Φιλόξενος ἐν τῷ Δείπνῳ δευτέρων τραπεζῶν μνημονεύων πολλὰ καὶ τῶν ἡμῖν παρακειμένων ὠνόμασεν, φέρε καὶ τούτων ἀπομνημονεύσωμεν (fr. 3 B4)·
  1. τὰς δὲ δὴ πρόσθεν μολούσας .... λιπαραυγεῖς
  2. πορθμίδας πολλῶν ἀγαθῶν πάλιν εἴσφερον γεμούσας,
  3. τὰς ἐφήμεροι καλέοντι νῦν τραπέζας δευτέρας,
  4. ἀθάνατοι δέ τ’ Ἀμαλθείας κέρας. ταῖσιν δὲ μέσσαις
  5. ἐγκαθιδρύθη μέγα χάρμα βροτοῖς, λευκὸς μυελὸς
  6. γλυκερός, λεπτοῖς ἀράχνας ἐναλιγκίοισι πέπλοις
  7. συγκαλύπτων ὄψιν αἰσχύνας ὕπο, μὴ κατίδῃ τις
  8. μηλογενὲς ..... πῶυ λιπόντα .. ἀνάγκαις
  9. ξηρὸν ἐν ξηροῖς Ἀρισταίου μελιρρύτοισι παγαῖς·
  10. τῷ δ’ ὄνομ’ ἦς ἄμυλος. χερσὶν δ’ ἐπέθεντο ....
  11. στόμιον μαλεραῖς
    v.3.p.421
... ταν δεξαμένην ὅ τι κα διδῷ τις. ἃ Ζανὸς καλέοντι τρώγματ᾽. ἔπειτ’ ἐπένειμεν ἐνκατακνακομιγὲς πεφρυγμένον πυρβρομολευκερεβινθοακανθουμικτριτυαδυ βρῶμα τοπανταναμικτον. ἀμπυκικηροιδηστίχας παρεγίνετο τούτοις σταιτινοκογχομαγὴς τοξαισελαιοξανθεπιπαγκαπύρωτος χοιρίνας· ἅδεα δ’ ἐν κύκλῳ ..... τ’ ὀπόφωκτ’ ἀνάριθμα καὶ μελίπακτα τετυγμέν’ ἄφθονα σασαμόφωκτα. τυρακίνας τε γάλακτι καὶ μέλι συγκατάφυρτος ἦς
  1. ἄμυλος πλαθανίτας.
σασαμοτυροπαγῆ δὲ καὶ ζεσελαιοπαγῆ πλατύνετο σασαμόπαστα πέμματα κἆτ’ ἐρεβινθοκνακοσυμμιγεῖς .... ἁπαλαῖς
  1. θάλλοντες ὥραις,
ᾠά τ’ ἀμυγδαλίδες τε τᾶν μαλακοφλοίδων ... τετο
  1. τρωκτά τε παισὶν
αδυιδη κάρυ᾽, ἄλλα θ’ ὅσσα πρέπει παρὰ θοίναν ὀλβιόπλουτον ἔμεν· πόσις δ’ ἐπεραίνετο κότταβοί
  1. τε λόγοι τ’ ἐπὶ κοινᾶς·
    v.3.p.422
  2. ἔνθα τι καινὸν ἐλέχθη κομψὸν ἀθυρμάτιον καὶ θαύμασαν αὔτ’ ἐπί τ’ ᾔνησαν ...
ταῦτα καὶ ὁ Κυθήριος Φιλόξενος· ὃν ἐπαινῶν Ἀντιφάνης ἐν τῷ Τριταγωνιστῇ φησι (II 102)·
  1. πολύ γ’ ἐστὶ πάντων τῶν ποιητῶν διάφορος
  2. ὁ Φιλόξενος. πρώτιστα μὲν γὰρ ὀνόμασιν
  3. ἰδίοισι καὶ καινοῖσι χρῆται πανταχοῦ.
  4. ἔπειτα τὰ μέλη μεταβολαῖς καὶ χρώμασιν
  5. ὡς εὖ κέκραται. θεὸς ἐν ἀνθρώποισιν ἦν
  6. ἐκεῖνος, εἰδὼς τὴν ἀληθῶς μουσικήν.
  7. οἱ νῦν δὲ κισσόπλεκτα καὶ κρηναῖα καὶ
  8. ἀνθεσιπότατα μέλεα μελέοις ὀνόμασι
  9. ποιοῦσιν ἐμπλέκοντες ἀλλότρια μέλη.

πλακούντων δὲ ὀνόματα πολλῶν καταλεξάντων, ὅσων μέμνημαι τούτων σοι καὶ μεταδώσω. οἶδα δὲ καὶ Καλλίμαχον ἐν τῷ τῶν παντοδαπῶν συγγραμμάτων Πίνακι (fr. 100d 7 Schn) ἀναγράψαντα πλακουντοποιικὰ συγγράμματα Αἰγιμίου καὶ Ἡγησίππου καὶ Μητροβίου, ἔτι δὲ Φαίτου. ἡμεῖς δὲ ἃ μετεγράψαμεν ὀνόματα πλακούντων τούτων σοι καὶ μεταδώσομεν, οὐχ ὡς τοῦ ὑπ᾽ Ἀλκιβιάδου πεμφθέντος Σωκράτει· ὃν Ξανθίππης κατακλασάσης ὁ Σωκράτης ‘οὐκοῦν, ἔφη, οὐδὲ σὺ μεθέξεις τούτου.’ τοῦτο δὲ ἱστόρησεν Ἀντίπατρος ἐν τῷ πρώτῳ περὶ Ὀργῆς. ‘ἐγὼ δὲ φιλοπλάκουντος

v.3.p.423
ὢν οὐκ ἂν περιεῖδον’ τὸν θεῖον ἐκεῖνον ἐξυβριζόμενον πλακοῦντα. μνημονεύων οὖν ὁ κωμικὸς Πλάτων εἴρηκεν ἐν τῷ Ποιητῇ οὕτως (I 631 K)·
  1. μόνος δ’ ἄγευστος,
  2. ἄσπλαγχνος ἐνιαυτίζομαι, ἀπλάκουντος, ἀλιβάνωτος.
ἀλλὰ μὴν οὐδὲ τῆς κώμης ἀμνήμων εἰμὶ ἣν Πλακοῦντά φησι καλεῖσθαι Δημήτριος ὁ Σκήψιος ἐν δωδεκάτῳ Τρωικοῦ Διακόσμου (fr. 7 Gaede), τῶν Ὑποπλακίων Θηβῶν φάσκων αὐτὴν ἀπέχειν σταδίους ἕξ. περισπαστέον δὲ λέγοντας πλακοῦς τὴν ὀνομαστικήν· συνῄρηται γὰρ ἐκ τοῦ πλακόεις, ὡς τυρόεις τυροῦς, σησαμόεις σησαμοῦς. εἴρηται δὲ κατ᾽ ἔλλειψιν τοῦ ἄρτος. ὅτι δὲ καλοὺς πλακοῦντας ἐν Παρίῳ τοῦ Ἑλλησπόντου φαγεῖν ἔστιν οἱ ἐπιδημήσαντες μαρτυρήσουσιν. Ἄλεξις γὰρ πεπλάνηται λέγων τοὺς ἐκ Πάρου· λέγει δὲ οὕτως ἐν τῷ ἐπιγραφομένῳ Ἀρχιλόχῳ (II 305 K)·
  1. ὦ τὴν εὐτυχῆ ναίων Πάρον, ὄλβιε πρέσβυ,
  2. ἣ κάλλιστα φέρει χώρα δύο τῶν συναπασῶν,
  3. κόσμον μὲν μακάρεσσι λίθον, θνητοῖς δὲ πλακοῦντας.
ὅτι δὲ καὶ οἱ Σάμιοι διαφέροντές εἰσι πλακοῦντες Σώπατρος ὁ φλυακογράφος φησὶν ἐν Βακχίδος Μνηστῆρσιν·
  1. πλακουντοποιὸν ὠνομασμένην Σάμον.

ΕΓΧΥΤΩΝ δὲ πλακούντων μνημονεύει Μένανδρος μὲν ἐν Ψευδηρακλεῖ (III 148 K)·

  1. οὐκ ἔστι κανδύλους ποιεῖν οὐδ’ οἷα σὺ
    v.3.p.424
  2. εἴωθας εἰς ταὐτὸν καρυκεύειν, μέλι,
  3. σεμίδαλιν, ᾠά· πάντα γὰρ τἀναντία
  4. νῦν ἐστιν· ὁ μάγειρος γὰρ ἐγχύτους ποιεῖ,
  5. πλακοῦντας ὀπτᾷ, χόνδρον ἕψει καὶ φέρει
  6. μετὰ τὸ τάριχος, εἶτα θρῖον καὶ βότρυς·
  7. ἡ δημιουργὸς δ’ ἀντιπαρατεταγμένη
  8. κρεᾴδι’ ὀπτᾷ καὶ κίχλας.
Εὐάγγελος δὲ Ἀνακαλυπτομένῃ (ib. 376)·
  1. τέτταρας .... τραπέζας τῶν γυναικῶν εἶπά σοι,
  2. ἓξ δὲ τῶν ἀνδρῶν· τὸ δὲ δεῖπνον ἐντελὲς καὶ μηδὲ ἓν
  3. ἐλλιπές. λαμπροὺς γενέσθαι βουλόμεσθα τοὺς γάμους.
  4. οὐ παρ’ ἑτέρου δεῖ πυθέσθαι· πάντα δ’ αὐτόπτης ἐρῶ.
  5. τῶν μὲν ἐλαῶν ἄφελε πάνθ’ ὅσ’ ἂν βούλῃ γένη.
  6. εἰς δὲ τὰ κρέα μόσχον ἔλαβες, δέλφακας, χοίρους, λαγώς·
  7. Α. ὡς ἀλαζὼν ὁ κατάρατος. Β. θρῖα, τυρόν, ἐγχύτους.
  8. Α. παῖ Δρόμων. Β. κάνδυλον ᾠά τ᾽, ἀμύλιον ....
  9. τὸ πέρας, ὕψος τῆς τραπέζης πήχεων ἔσται τριῶν,
  10. ὥστε τὸν δειπνοῦντ’ ἐπαίρειν, ἄν τι βούληται λαβεῖν.
  11. ΑΜΗΣ πλακοῦντος γένος. Ἀντιφάνης (II 130 K)·
  12. ἄμητες, ἄμυλοι.
Μένανδρος ἐν Ὑποβολιμαίῳ (III 141 K)·
  1. τὸν ἄμητα, Χαίριππ᾽, οὐκ ἐᾷς πέττειν τινά.
Ἴωνες δέ, ὥς φησι Σιληνὸς ἐν ταῖς Γλώσσαις, ἄμην
v.3.p.425
αὐτὸν καλοῦσιν, καὶ τοὺς μικροὺς ἀμητίσκους Τηλεκλείδης (I 209, 1 v. 12 K)·
  1. αὐτόμαται δὲ κίχλαι μετ’ ἀμητίσκων εἰς τὸν φάρυγ᾽
  2. εἰσεπέτοντο.

  1. ΔΙΑΚΟΝΙΟΝ. Φερεκράτης (I 194 K)·
  2. ὑπὸ τῆς ἀπληστίας
  3. διακόνιον ἐπήσθι᾽, ἀμφιφῶντ’ ἔχων.
  4. ΑΜΦΙΦΩΝ πλακοῦς Ἀρτέμιδι ἀνακείμενος, ἔχει δ’ ἐν
κύκλῳ καόμενα δᾴδια. Φιλήμων ἐν Πτωχῇ ἢ Ῥοδίᾳ (II 495 K)·
  1. Ἄρτεμι, φίλη δέσποινα, τοῦτόν σοι φέρω,
  2. ὦ πότνι᾽, ἀμφιφῶντα καὶ σπονδήσιμα.
μνημονεύει αὐτοῦ καὶ Δίφιλος ἐν Ἑκάτῃ (ib. 548). Φιλόχορος (FHG I 412) δ᾽ ἀμφιφῶντα αὐτὸν κληθῆναι καὶ εἰς τὰ τῆς Ἀρτέμιδος ἱερὰ φέρεσθαι ἔτι τε καὶ εἰς τὰς τριόδους, ἐπεὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐπικαταλαμβάνεται ἡ σελήνη ἐπὶ ταῖς δυσμαῖς ὑπὸ τῆς τοῦ ἡλίου ἀνατολῆς καὶ ὁ οὐρανὸς ἀμφιφῶς γίνεται.

ΒΑΣΥΝΙΑΣ. Σῆμος ἐν βʹ Δηλιάδος (ib. IV 493) ‘ἐν τῇ τῆς Ἑκάτης, φησίν, νήσῳ τῇ Ἴριδι θύουσι Δήλιοι τοὺς βασυνίας καλουμένους. ἐστὶν δὲ ἑφθὸν πύρινον, σταῖς σὺν μέλιτι καὶ τὰ καλούμενα κόκκωρα ἰσχὰς καὶ κάρυα τρία.’

ΣΤΡΕΠΤΟΙ καὶ ΝΕΗΛΑΤΑ. τούτων μνημονεύει Δημοσθένης ὁ ῥήτωρ ἐν τῷ ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου (260).

v.3.p.426
  1. ΕΠΙΧΥΤΩΝ Νικοφῶν ἐν Χειρογάστορσιν (I 778 K)·
  2. ἐγὼ μὲν ἄρτους, μᾶζαν, ἀθάρην, ἄλφιτα,
  3. κόλλικας, ὀβελίαν, μελιτοῦτταν, ἐπιχύτους,
  4. πτισάνην, πλακοῦντας, δενδαλίδας, ταγηνίας.
Πάμφιλος δὲ τὸν ΑΤΤΑΝΙΤΗΝ καλούμενον ἐπίχυτόν φησι καλεῖσθαι. τοῦ δὲ ἀττανίτου Ἱππῶναξ ἐν τούτοις μνημονεύει (fr. 36 B4)·
  1. οὐκ ἀτταγᾶς τε καὶ λαγὼς καταβρύκων,
  2. οὐ τηγανίτας σησάμοισι φαρμάσσων,
  3. οὐδ’ ἀττανίτας κηρίοισιν ἐμβάπτων.
ΚΗΡΙΟΝ πλακοῦς ἄρτος, ὃν Ἀργεῖοι παρὰ τῆς νύμφης πρὸς τὸν νυμφίον φέρουσιν. ‘ὀπτᾶται δ’ ἐν ἄνθραξιν, καὶ καλοῦνται ἐπ’ αὐτὸν οἱ φίλοι, παρατίθεται δὲ μετὰ μέλιτος’, ὥς φησιν Φιλητᾶς ἐν Ἀτάκτοις (fr. 47 B).

ΓΛΥΚΙΝΑΣ ὁ διὰ γλυκέος οἴνου καὶ ἐλαίου πλακοῦς παρὰ Κρησίν, ὥς φησι Σέλευκος ἐν Γλώσσαις.

ΕΜΠΕΠΤΑΣ, ὁ αὐτός φησι, πύρινος ἄρτος κοῖλος καὶ σύμμετρος, ὅμοιος ταῖς λεγομέναις κρηπῖσιν, εἰς ἃς ἐντίθεται τὰ διὰ τοῦ τυροῦ σκευαζόμενα πλακούντια.

ΕΓΚΡΙΔΕΣ πεμμάτιον ἑψόμενον ἐν ἐλαίῳ καὶ μετὰ τοῦτο μελιτούμενον. μνημονεύει αὐτῶν Στησίχορος διὰ τούτων (fr. 2 B)·

  1. χόνδρον τε καὶ ἐγκρίδας
  2. ἄλλα τε πέμματα καὶ μέλι χλωρόν.
    v.3.p.427
μνημονεύει αὐτῶν καὶ Ἐπίχαρμος (p. 231 L) καὶ ἐν τοῖς Ἐγχειρογάστορσι Νικοφῶν (I 779 K). Ἀριστοφάνης δ’ ἐν Δαναίσιν καὶ πωλητήν φησιν αὐτῶν εἶναι ἐν τούτοις (I 457 K)·
  1. μήτ’ αρμα εἶναι ἐγκριδοπώλην.
Φερεκράτης δ’ ἐν Κραπατάλλοις (ib. 168)·
  1. ταῦτ’ ἔχων ἐν ταῖς ὁδοῖς ἁρπαζέτω τὰς ἐγκρίδας.
  2. ΕΠΙΚΥΚΛΙΟΣ πλακοῦς τις παρὰ Συρακοσίοις οὕτως
καλούμενος. καὶ μέμνηται αὐτοῦ Ἐπίχαρμος ἐν Γᾷ καὶ Θαλάσσᾳ (p. 224 L).

ΓΟΥΡΟΣ ὅτι πλακοῦντος εἶδος ὁ Σόλων ἐν τοῖς Ἰάμβοις φησίν (fr. 38 B)·

  1. πίνουσι καὶ τρώγουσιν οἳ μὲν ἴτρια,
  2. οἳ δ’ ἄρτον αὐτῶν, οἳ δὲ συμμεμιγμένους
  3. γούρους φακοῖσι. κεῖθι δ’ οὔτε πεμμάτων
  4. ἄπεστιν οὐδ’ ἑνασσεν ἀνθρώποισι γῆ
  5. φέρει μέλαινα, πάντα δ’ ἀφθόνως πάρα.
ΚΡΙΒΑΝΑΣ πλακοῦντάς τινας ὀνομαστικῶς Ἀπολλόδωρος παρ’ Ἀλκμᾶνι (fr. 20). ὁμοίως καὶ Σωσίβιος ἐν γʹ περὶ Ἀλκμᾶνος, τῷ σχήματι μαστοειδεῖς εἶναι φάσκων αὐτούς, χρῆσθαι δ’ αὐτοῖς Λάκωνας πρὸς τὰς τῶν γυναικῶν ἑστιάσεις, περιφέρειν τ’ αὐτούς, ὅταν μέλλωσιν ᾄδειν τὸ παρεσκευασμένον ἐγκώμιον τῆς Παρθένου αἱ ἐν τῷ χορῷ ἀκόλουθοι.

ΚΡΙΜΝΙΤΗΣ πλακοῦς ποιὸς διὰ κρίμνων γινόμενος, ὡς Ἰατροκλῆς ἐν τῷ περὶ Πλακούντων ἀναγράφει.

v.3.p.428

ΣΤΑΙΤΙΤΑΣ πλακοῦς ποιὸς ἐκ σταιτὸς καὶ μέλιτος. μνημονεύει Ἐπίχαρμος ἐν Ἥβας Γάμῳ (p. 231 L). σταῖς δ᾽ ἐστὶν ὑγρὸν εἰς τήγανον ὑποχεόμενον, μέλιτος ἐπιβαλλομένου καὶ σησάμης καὶ τυροῦ, ὡς Ἰατροκλῆς φησίν.

ΧΑΡΙΣΙΟΣ. τούτου μνημονεύει Ἀριστοφάνης ἐν Δαιταλεῦσιν (I 442 K)·

  1. ἐγὼ δ’ ἑλὼν
  2. πέμψω πλακοῦντ’ ἐσ ἑσπέραν χαρίσιον.
Εὔβουλος δ’ ἐν Ἀγκυλίωνι ὡς περὶ ἄρτου αὐτοῦ ὄντος οὑτωσὶ λέγει (II 165 K)·
  1. ἐξεπήδησ’ ἀρτίως πέττουσα τὸν χαρίσιον.
  2. ΕΠΙΔΑΙΤΡΟΝ πλακουντῶδες μάζιον ἐπὶ τῷ δείπνῳ
ἐσθιόμενον, ὥς φησι Φιλήμων ἐν τῷ περὶ Ἀττικῶν Ὀνομάτων.

ΝΑΝΟΣ ἄρτος πλακουντώδης διὰ τυροῦ καὶ ἐλαίου σκευαζόμενος.

ΨΩΘΙΑ τὰ ψαθύρια. Φερεκράτης Κραπατάλλοις (I 168 K)·

  1. λήψει δ’ ἐν Ἅιδου κραπάταλον τριωβόλου καὶ ψωθία.
Ἀπολλόδωρος δ’ ὁ Ἀθηναῖος καὶ Θεόδωρος δ’ ἐν Ἀττικαῖς Γλώσσαις τοῦ ἄρτου τὰ ἀποθραυόμενα ψωθία καλεῖσθαι, ἃ τινὰς ὀνομάζειν ἀτταράγους.

ΙΤΡΙΟΝ πεμμάτιον λεπτὸν διὰ σησάμου καὶ μέλιτος γινόμενον. μνημονεύει αὐτοῦ Ἀνακρέων οὕτως (fr. 17 B)·

v.3.p.429
  1. ἠρίστησα μὲν ἰτρίου λεπτοῦ μικρὸν ἀποκλάς,
  2. οἴνου δ’ ἐξέπιον κάδον.
Ἀριστοφάνης Ἀχαρνεῦσιν (1092)·
  1. πλακοῦντες, σησαμοῦντες, ἴτρια.
Σοφοκλῆς Ἔριδι (fr. 189 N)·
  1. ἐγὼ δὲ πεινῶσ’ αὖ πρὸς ἴτρια βλέπω.
  2. ΑΜΟΡΑΙ. τὰ μελιτώματα Φιλητᾶς ἐν Ἀτάκτοις (fr. 34 B)
ἀμόρας φησὶν καλεῖσθαι. μελιτώματα δ’ ἐστὶν πεπεμμένα.

ΤΑΓΗΝΙΤΗΣ πλακοῦς ἐν ἐλαίῳ τετηγανισμένος. μνημονεύει Μάγνης ἢ ὁ ποιήσας τὰς εἰς αὐτὸν ἀναφερομένας κωμῳδίας ἐν Διονύσῳ δευτέρῳ (I 7 K)·

  1. ταγηνίας ἤδη τεθέασαι χλιαροὺς
  2. σίζοντας, ὅταν αὐτοῖσιν ἐπιχέῃς μέλι;
καὶ Κρατῖνος ἐν Νόμοις (ib. 52)·
  1. καὶ δρόσον βάλλων ἕωθεν χλιαρὸς ταγηνίας.
ΕΛΑΦΟΣ πλακοῦς ὁ τοῖς Ἐλαφηβολίοις ἀναπλασσόμενος διὰ σταιτὸς καὶ μέλιτος καὶ σησάμου.

ΝΑΣΤΟΣ πλακοῦντος εἶδος, ἔχων ἔνδον καρυκκείας.

ΧΟΡΙΑ βρώματα διὰ μέλιτος καὶ γάλακτος γινόμενα.

  1. ΑΜΟΡΒΙΤΗΣ πλακοῦντος εἶδος παρὰ Σικελοῖς. οἳ δὲ ...
ΠΑΙΣΑ πλακούντια παρὰ Κῴοις, ὥς φησιν Ἰατροκλῆς.

ΣΗΣΑΜΙΔΕΣ ἐκ μέλιτος καὶ σησάμων πεφρυγμένων καὶ ἐλαίου σφαιροειδῆ πέμματα. Εὔπολις Κόλαξιν (I 304 K)·

v.3.p.430
  1. ὃς χαρίτων μὲν ὄζει,
  2. καλλαβίδας δὲ βαίνει,
  3. σησαμίδας δὲ χέζει,
  4. μῆλα δὲ χρέμπτεται.
Ἀντιφάνης Δευκαλίωνι (II 43 K)·
  1. σησαμίδας ἢ μελίπηκτα ἢ τοιοῦτό τι.
μνημονεύει αὐτῶν καὶ Ἔφιππος ἐν Κύδωνι· πρόκειται τὸ μαρτύριον (p. 642f).
  1. ΓΕΛΩΝΕΙΟΣ πλακοῦς .....
  2. ΜΥΛΛΟΙ. Ἡρακλείδης ὁ Συρακόσιος ἐν τῷ περὶ
Θεσμῶν ἐν Συρακούσαις φησὶ τοῖς Παντελείοις τῶν Θεσμοφορίων ἐκ σησάμου καὶ μέλιτος κατασκευάζεσθαι ἐφήβαια γυναικεῖα, ἃ καλεῖσθαι κατὰ πᾶσαν Σικελίαν μυλλοὺς καὶ περιφέρεσθαι ταῖς θεαῖς.

ΕΧΙΝΟΣ. Λυγκεὺς ὁ Σάμιος ἐν τῇ πρὸς Διαγόραν Ἐπιστολῇ ἐκ παραλλήλου τιθεὶς τὰ κατὰ τὴν Ἀττικὴν ἐξαιρέτως γινόμενα τοῖς ἐν τῇ Ῥόδῳ γράφει οὕτως· ‘τῇ δὲ περὶ τὸν ἄμητα δόξῃ τὸν καινὸν ἀνταγωνιστὴν ἐπὶ τῆς δευτέρας εἰσάγουσι τραπέζης ἐχῖνον. ὑπὲρ οὗ νῦν μὲν ἐπὶ κεφαλαίου· παραγενομένου δὲ σοῦ καὶ συντεθέντος κατὰ τοὺς ἐν Ῥόδῳ νόμους ἀπομασησαμένου πειράσομαι πλείω περιθεῖναι λόγον.’

ΚΟΤΥΛΙΣΚΟΙ. Ἡρακλέων ὁ Ἐφέσιος πλακοῦντάς

v.3.p.431
τινάς φησιν οὕτω καλεῖσθαι τοὺς ἐκ τρίτου μέρους τῆς χοίνικος γινομένους.

ΧΟΙΡΙΝΑΙ. τούτων μνημονεύει Ἰατροκλῆς ἐν τῷ περὶ Πλακούντων καὶ τοῦ ΠΥΡΑΜΟΥΝΤΟΣ καλουμένου, οὐ διαφέρειν λέγων τῆς πυραμίδος καλουμένης. γίνεσθαι γὰρ ταύτην ἐκ πυρῶν πεφωσμένων καὶ μέλιτι δεδευμένων. αὗται δὲ ἆθλα τίθενται ταῖς παννυχίσι τῷ διαγρυπνήσαντι.

Χρύσιππος δ’ ὁ Τυανεὺς ἐν τῷ ἐπιγραφομένῳ Ἀρτοκοπικῷ εἴδη πλακούντων καὶ γένη τάδε ἀναγράφει· ‘Τερεντῖνον, Κρασσιανόν, Τουτιανόν, Σαβελλικὸν κλοῦστρον, Ἰουλιανόν, Ἀπικιανόν, Κανωπικά, περλούκιδον, Καππαδοκικόν, ἡδύβια, μαρυπτόν, πλίκιον, γουττᾶτον, Μοντιανόν. τοῦτον, φησί, μάξεις ἐξ οἴνου σκληρόν· εἰ δέ σοι τυρίον παρέσται, ἥμισυ μάξεις ἐξ οἴνου καὶ ἥμισυ ἐκ τυροῦ· ἡδονικώτερον γὰρ γίνεται. κλοῦστρον Κυριανόν, κλοῦστρον γουττᾶτον, κλοῦστρον Φαβωνιανόν. μουστάκια ἐξ οἰνομέλιτος, μουστάκια σησαμᾶτα, κλοῦστρον πούριον, γωσλωανιον, Παυλινιανόν. ἐκ τυροῦ δέ, φησί, γίνεται πλακουντηρὰ τάδε· ἔγχυτος, σκριβλίτης, σουβίτυλλος. γίνεται δὲ καὶ ἐξ ἄλικος σουβίτυλλος. σπῖρα· καὶ οὗτος ἐκ τυροῦ γίνεται. λούκουντλοι, ἀργυροτρύφημα, λίβος, κίρκλος λιξόλας, κλουστροπλακοῦς. γίνεται δέ, φησί, καὶ ὀρυζίτης πλακοῦς.

v.3.p.432
ὁ δὲ φθοῖς οὕτω γίγνεται· τυρὸν ἐκπιέσας τρῖβε καὶ ἐμβαλὼν ἐς κόσκινον χάλκεον διήθει, εἶτ’ ἐπίβαλε μέλι καὶ σελίγνεως ἡμίναν καὶ συμμάλαξον εἰς ἕν. κάτιλλος δὲ ὀρνᾶτος ὁ λεγόμενος παρὰ Ῥωμαίοις οὕτως γίγνεται· θρίδακας πλύνας ξέσον καὶ ἐμβαλὼν οἶνον εἰς θυίαν τρῖβε τὰς θρίδακας, εἶτα τὸν χυλὸν ἐκπιέσας σελίγνιον συμφύρασον αὐτῷ καὶ συμπεσεῖν ἐάσας μετ’ ὀλίγον τρῖψον εὐτόνως, προσβαλὼν ὀλίγον στέατος χοιρείου καὶ πέπερι, καὶ πάλιν τρίψας ἕλκυσον λάγανον καὶ λειάνας ἐκτεμὼν κατάτεμνε καὶ ἕψε εἰς ἔλαιον θερμότατον εἰς ἠθμὸν βαλὼν τὰ κατακεκομμένα. ἄλλα πλακούντων γένη· ὀστρακίτης, ἀττανῖται, ἄμυλον, τυροκόσκινον. τυρὸν ἐκπιάσας καλῶς θὲς εἰς ἄγγος, εἶτ’ ἄνω κόσκινον χαλκοῦν ἐπιθεὶς δίαγε τὸν τυρόν. ὅταν δὲ μέλλῃς προσφέρειν, βάλε μέλιτος αὔταρκες ἐπάνω. ὑποτυρίδες δὲ οὕτως γίνονται· εἰς γάλα βαλὼν μέλι ἐκπίεσον καὶ βάλε εἰς σκεῦος καὶ ἔα παγῆναι. ἐὰν δέ σοι παρῇ κοσκίνια μικρά, ἐπίβαλε εἰς αὐτὰ τὸ σκεῦος, καὶ ἔα ἐκρεῖν τὸν ὀρόν. καὶ ὅταν σοὶ δόξῃ πεπηγέναι, ἄρας τὸ σκεῦος μετάβαλε εἰς ἀργύρωμα, καὶ ἔσται ἡ ὄψις ἄνωθεν. ἐὰν δὲ μὴ ᾖ κοσκίνια, φλαβιλλίοις καινοῖς χρῶ, ἐν οἷς τὸ πῦρ ῥιπίζεται· τὴν γὰρ αὐτὴν ποιεῖ χρείαν. κοπτοπλακοῦς. ἐν Κρήτῃ δέ, φησίν, πλακουντάριον ποιοῦσιν, ὅπερ ὀνομάζουσι γάστριν. γίνεται δὲ οὕτως· κάρυα Θάσια καὶ Ποντικὰ καὶ ἀμύγδαλα, ἔτι δὲ μήκων, ἃ ὃν φρύξας θεράπευσον καλῶς καὶ εἰς θυίαν καθαρὰν τρῖψον ἐπιμελῶς· συμμίξας τε τὴν
v.3.p.433
ὀπώραν μάλαξον μέλιτι ἡψημένῳ, προσβαλὼν πέπερι πλέον καὶ μάλαξον· γίνεται δὲ μέλαν διὰ τὴν μήκωνα. διαπλατύνας ποίησον τετράγωνον. εἶτα σήσαμον λευκὸν τρίψας μάλαξον μέλιτι ἡψημένῳ καὶ ἕλκυσον λαγάνια δύο καὶ ἓν θὲς ὑποκάτω καὶ τὸ ἄλλο ἐπάνω, ἵνα τὸ μέλαν εἰς μέσον γένηται, εὖ ῥύθμισόν τε αὐτό.’ ταῦτα καὶ ὁ σοφὸς πεμματολόγος Χρύσιππος.

Ἁρποκρατίων δὲ ὁ Μενδήσιος ἐν τῷ περὶ Πλακούντων τὴν παρ᾽ Ἀλεξανδρεῦσι καλουμένην ΠΑΓΚΑΡΠΙΑΝ .... καλεῖ. ἴτρια δ᾽ ἐστὶ ταῦτα συντεθρυμμένα μετὰ μέλιτος ἑψόμενα· καὶ μετὰ τὴν ἕψησιν σφαιρηδὸν συντεθέντα περιδεῖται βύβλῳ λεπτῇ ἕνεκα τοῦ συμμένειν. ΠΟΛΤΟΥ δὲ μνημονεύει Ἀλκμὰν οὕτως (fr. 75 B4)·

  1. ἤδη παρέξει πυάνιόν τε πολτὸν
  2. χίδρον τε λευκὸν κηρίναν τ’ ὀπώραν.
ἐστὶ δὲ τὸ πυάνιον, ὥς φησι Σωσίβιος, πανσπερμία ἐν γλυκεῖ ἡψημένη· χίδρον δὲ οἱ ἑφθοὶ πυροί. κηρίναν δὲ ὀπώραν λέγει τὸ μέλι. καὶ Ἐπίχαρμος δὲ οὕτως λέγει ἐν Γῇ καὶ Θαλάσσῃ (p. 225 L)·
  1. πολτὸν ἕψειν ὄρθριον.
καὶ τῶν καλουμένων δὲ ΜΕΛΙΚΗΡΙΔΩΝ μνημονεύει Φερεκράτης ἐν Αὐτομόλοις οὕτως (I 152 K)·
  1. ὥσπερ τῶν αἰγιδίων ὄζειν ἐκ τοῦ στόματος μελικήρας.’

λεχθέντων καὶ τούτων ὁ σοφὸς Οὐλπιανὸς ἔφη· ‘πόθεν ὑμῖν, ὦ πολυμαθέστατοι γραμματικοί, καὶ ἐκ ποίας βιβλιοθήκης ἀνεφάνησαν οἱ σεμνότατοι οὗτοι

v.3.p.434
συγγραφεῖς Χρύσιππος καὶ Ἁρποκρατίων, διαβάλλοντες καλῶν ὀνόματα φιλοσόφων τῇ ὁμωνυμίᾳ; τίς δὲ καὶ ἡμίναν Ἑλλήνων ὠνόμασεν ἢ τίς ἀμύλου μνημονεύει;’ ἀπαντήσαντος δ’ αὐτῷ τοῦ Λαρηνσίου καὶ εἰπόντος· ‘τὴν μὲν ἡμίναν οἱ τὰ εἰς Ἐπίχαρμον ἀναφερόμενα ποιήματα πεποιηκότες οἴδασι, κἀν τῷ Χείρωνι ἐπιγραφομένῳ οὕτως λέγεται (p. 296 L)·
  1. καὶ πιεῖν ὕδωρ διπλάσιον χλιαρόν, ἡμίνας δύο.
τὰ δὲ ψευδεπιχάρμεια ταῦτα ὅτι πεποιήκασιν ἄνδρες ἔνδοξοι Χρυσόγονός τε ὁ αὐλητής, ὥς φησιν Ἀριστόξενος ἐν ὀγδόῳ Πολιτικῶν Νόμων (FHG II 289), τὴν Πολιτείαν ἐπιγραφομένην· Φιλόχορος δ’ ἐν τοῖς περὶ Μαντικῆς (ib. I 416) Ἀξιόπιστον τὸν εἴτε Λοκρὸν γένος ἢ Σικυώνιον τὸν Κανόνα καὶ τὰς Γνώμας πεποιηκέναι φησίν. ὁμοίως δὲ ἱστορεῖ καὶ Ἀπολλόδωρος. τοῦ δὲ ἀμύλου μνημονεύει Τηλεκλείδης ἐν Στερροῖς οὑτωσὶ λέγων (I 217 K)·
  1. φιλῶ πλακοῦντα θερμόν, ἀχράδας οὐ φιλῶ,
  2. χαίρω λαγῴοις ἐπ’ ἀμύλῳ καθημένοις.’

τούτων ἀκούσας ὁ Οὐλπιανὸς ἔφη· ‘ἀλλ’ ἐπειδὴ καὶ κοπτήν τινα καλεῖτε, ὁρῶ δὲ ἑκάστῳ κειμένην ἐπὶ τῆς τραπέζης, λέγετε ἡμῖν, ὦ λίχνοι, τίς τοῦ ὀνόματος τούτου τῶν ἐνδόξων μνημονεύει.’ καὶ ὁ Δημόκριτος ἔφη· ‘τὸ μὲν θαλάσσιον πράσον κοπτήν φησι καλεῖσθαι Διονύσιος ὁ Ἰτυκαῖος ἐν ἑβδόμῳ Γεωργικῶν. τοῦ δὲ ἡμῖν παρακειμένου μελιπήκτου μέμνηται Κλέαρχος

v.3.p.435
ὁ Σολεὺς ἐν τῷ περὶ Γρίφων (FHG II 322) οὑτωσὶ λέγων· ‘σκεύη κελεύοντι λέγειν ὅμοια εἰπεῖν·
  1. τρίπους, χύτρα, λυχνεῖον, ἀκταία, βάθρον,
  2. σπόγγος, λέβης, σκαφεῖον, ὅλμος, λήκυθος,
  3. σπυρίς, μάχαιρα, τρυβλίον, κρατήρ, ῥαφίς.
ἢ πάλιν ὄψων οὕτως·
  1. ἔτνος, φακῆ, τάριχος, ἰχθύς, γογγυλίς,
  2. σκόροδον, κρέας, θύννειον, ἅλμη, κρόμμυον,
  3. σκόλυμος, ἐλαία, κάππαρις, βολβός, μύκης.
ἐπί τε τῶν τραγημάτων ὁμοίως·
  1. ἄμης, πλακοῦς, ἔντιλτος, ἴτριον, ῥόα,
  2. ᾠόν, ἐρέβινθος, σησάμη, κοπτή, βότρυς,
  3. ἰσχάς, ἄπιος, πέρσεια, μῆλ᾽, ἀμύγδαλα.’
ταῦτα μὲν ὁ Κλέαρχος. ὁ δὲ φλυακογράφος Σώπατρος ἐν τῷ ἐπιγραφομένῳ Πύλαι δράματί φησιν·
  1. τίς δ’ ἀναρίθμου μήκωνος εὗρε κοπτὰς
  2. ἢ κνηκοπύρους ἡδονὰς τραγημάτων ἔμιξεν;
ἀπέχεις, ὦ καλέ μου λογιστὰ Οὐλπιανέ, τὴν κοπτήν· ἧς συμβουλεύω σοι ἀπεσθίειν.’ καὶ ὃς οὐδὲν μελλήσας ἀνελόμενος ἤσθιεν. γελασάντων δὲ πάντων ἔφη ὁ Δημόκριτος· ‘ἀλλ’ οὐκ ἐσθίειν σοι προσέταξα, καλὲ ὀνοματοθήρα, ἀλλὰ μὴ ἐσθίειν· τὸ γὰρ ἀπεσθίειν οὕτως εἴρηκεν ἐν Φινεῖ ὁ κωμῳδιοποιὸς Θεόπομπος (I 749 K)·
  1. παῦσαι κυβεύων, μειράκιον, καὶ τοῖς βλίτοις
  2. διαχρῶ τὸ λοιπόν. κοιλίαν σκληρὰν ἔχεις·
    v.3.p.436
  3. τὰ πετραῖα τῶν ἰχθυδίων ἀπέσθιε·
  4. ἡ τρὺξ ἄριστόν ἐστιν εἰς εὐβουλίαν.
ταῦτ’ ἢν ποῇς, ῥᾴων ἔσει τὴν οὐσίαν. χρῶνται δὲ τῷ ἀπεσθίειν καὶ ἀντὶ τοῦ ἀπό τινος ἐσθίειν, ὡς Ἕρμιππος ἐν Στρατιώταις (I 239 K)·
  1. οἴμοι τάλας, δάκνει, δάκνει,
  2. ἀπεσθίει μου τὴν ἀκοήν.’

ἐπὶ τούτῳ ἐλεγχθεὶς ὁ Σύρος καὶ δηχθεὶς σφόδρα ‘ἀλλὰ μήν, ἔφη, παράκειται ἡμῖν ἐπὶ τῆς τραπέζης καὶ ψιττάκια· ἅπερ ἢν εἴπῃς παρὰ τίνι κεῖται, ‘δώσω σοι’ οὐ ‘χρυσέους δέκα στατῆρας’ κατὰ τὸν Ποντικὸν λεσχηνευτήν, ἀλλὰ τουτὶ τὸ ἔκπωμα.’ σιωπήσαντος δὲ τοῦ Δημοκρίτου ‘ἀλλ’ ἐπεὶ ἀπορεῖς, ἔφη, ἐγώ σε διδάξω. Νίκανδρος μὲν ὁ Κολοφώνιος ἐν τοῖς Θηριακοῖς μνημονεύων αὐτῶν φησιν (891)·

  1. φιττάκι’ ἀκρεμόνεσσιν ἀμυγδαλέοισιν ὅμοια.
γράφεται δὲ καί ‘βιστάκια ...... ἀμυγδαλόεντα πέφανται.’ καὶ Ποσειδώνιος δὲ ὁ ἀπὸ τῆς στοᾶς ἐν τῇ τρίτῃ τῶν Ἱστοριῶν γράφει οὕτως (FHG III 253)· ‘φέρει δὲ καὶ τὸ πέρσειον ἡ Ἀραβία καὶ ἡ Συρία καὶ τὸ καλούμενον βιστάκιον· ὃ δὴ βοτρυώδη τὸν καρπὸν ἀφίησι λευκόφαιον ὄντα καὶ μακρόν, παρεμφερῆ τοῖς δακρύοις, ἃ δὴ ῥαγῶν τρόπον ἀλλήλοις ἐπιβάλλει, τὰ δ’ ἔνδον ἔγχλωρον καὶ τοῦ κωνίου τῶν στροβίλων ἧττον μὲν εὔχυμον, εὐώδη δὲ μᾶλλον.’ οἱ δὲ τὰ
v.3.p.437
Γεωργικὰ συγγράψαντες ἀδελφοὶ ἐν τῷ γʹ γράφουσιν οὕτως· ‘καὶ τὴν μελίαν καὶ τὴν τέρμινθον, ἃ δὴ νῦν πιστάκια οἱ Σύροι καλοῦσιν.’ καὶ οὗτοι μὲν διὰ τοῦ π πιστάκια ταῦτα ὠνόμασαν, ὁ δὲ Νίκανδρος δασέως φιττάκια, Ποσειδώνιος δὲ βιστάκια.’

περιβλέψας οὖν ἐπὶ τούτοις τοὺς παρόντας καὶ τυχὼν ἐπαίνου ἔφη· ‘ἀλλὰ μὴν καὶ περὶ τῶν ἄλλων πάντων τῶν παρακειμένων λελέξεταί μοι, ἵνα με τῆς πολυμαθίας ἀγασθῆτε· ἐρῶ δὲ πρότερον περὶ τῶν παρὰ Ἀλεξανδρεῦσιν καλουμένων κοννάρων καὶ παλιούρων. μνημονεύει δ’ αὐτῶν Ἀγαθοκλῆς ὁ Κυζικηνὸς ἐν γʹ τῶν περὶ τῆς πατρίδος λέγων οὕτως (FHG IV 289)· ‘κεραυνοῦ δὲ σκήψαντος εἰς τὸν τάφον ἀνεβλάστησεν ἐκ τοῦ σήματος δενδρίον, ὃ ἐκεῖνοι κόνναρον ἐπονομάζουσιν. ἐστὶ δὲ τὸ δενδρίον μεγέθει μὲν πτελέης καὶ πεύκης οὐθέν τι μεῖον, ἀκρεμόνας δὲ ἔχει θαμέας καὶ δολιχοὺς καὶ ἐπ’ ὀλίγον ἀκανθώδεας, τὸ δὲ φύλλον τέρεν καὶ χλωρόν, τῇ φυῇ περιφερές. καρποφορεῖ δὲ δὶς τοῦ ἔτεος, ἦρός τε καὶ φθινοπώρου. γλυκὺς δὲ πάνυ ὁ καρπός, μέγεθος κατὰ φαυλίην ἐλάην καὶ τὴν σάρκα καὶ τὸ ὀστέον ταύτῃ προσείκελον, διαλλάσσον δὲ τῇ τοῦ χυμοῦ ἡδονῇ. καὶ τρώγεται ἔτι χλωρὸς ὁ καρπός· καὶ ἐπὴν αὐανθῇ, ποιοῦσιν ἐξ αὐτοῦ ἄλευρα, καὶ πατέονται ταῦτα οὐ μάξαντες οὐδ’ ὕδατι δεύοντες, ἀλλὰ φαύλως ὁκοῖά περ πέφυκεν.’ καὶ Εὐριπίδης ἐν Κύκλωπί φησι (393)· ‘παλιούρου κλάδῳ.’ Θεόπομπός τε ἐν εἰκοστῇ πρώτῃ Φιλιππικῶν (FHG I 303) μνημονεύει αὐτῶν καὶ Δίφιλος ὁ Σίφνιος ἰατρὸς ἐν τῷ περὶ

v.3.p.438
τῶν Προσφερομένων τοῖς ὑγιαίνουσι καὶ τοῖς νοσοῦσιν. τούτων δὲ πρῶτον ἐμνήσθην, ἄνδρες φίλοι, οὐχ ὅτι ἡμῖν παράκειται νῦν, ἀλλ᾽ ὅτι πολλάκις ἐν τῇ καλῇ Ἀλεξανδρείᾳ ἐπὶ τῶν δευτέρων τραπεζῶν παρακείμενα ἔλαβον καὶ ζητηθέντος ἐκεῖ τοῦ ὀνόματος ἐνθάδε τῷ βιβλίῳ ἐντυχὼν ἀνελεξάμην.

ἑξῆς οὖν λέξω περὶ τῶν παρακειμένων ΑΠΙΩΝ· ἐπεὶ ἀπ’ αὐτῶν καὶ ἡ Πελοπόννησος Ἀπία ἐκλήθη διὰ τὸ ἐπιδαψιλεύειν ἐν αὐτῇ τὸ φυτόν, φησὶν Ἴστρος ἐν τοῖς Ἀργολικοῖς (FHG I 424). ὅτι δὲ τὰς ἀπίους ἐν ὕδατι εἰσέφερον εἰς τὰ συμπόσια Ἄλεξις ἐν Βρεττίᾳ παρίστησι διὰ τούτων (II 309 K)·

  1. εἶδές ποτε
  2. πίνουσιν ἀνθρώποις ἀπίους παρακειμένας
  3. ἐν ὕδατι; Β. πολλοῖς πολλάκις δήπου. τί οὖν;
  4. Α. οὐκοῦν ἕκαστος ἐκλεγόμενος λαμβάνει
  5. τῶν ἐπινεουσῶν τὴν πεπαιτάτην ἀεί;
  6. Β. δηλονότι.
αἱ δ’ ἁμαμηλίδες οὔκ εἰσιν ἄπιοι, ὥς τινες οἴονται, ἀλλ’ ἕτερόν τι καὶ ἥδιον καὶ ἀπύρηνον. Ἀριστομένης ἐν Διονύσῳ φησίν (I 692 K)
  1. ὁ Χῖος οὐκ οἶσθ’ ὡς ἁμαμηλίδας ποιεῖ;
ὅτι δ’ ἐστὶν ἕτερον τῆς ἀπίου καὶ ἥδιον καὶ ἀπύρηνον Αἰσχυλίδης παρίστησιν ἐν τρίτῳ Γεωργικῶν. περὶ Κέω γοῦν τῆς νήσου λέγων γράφει οὕτως· ‘ἀπίους ἡ νῆσος φέρει κρατίστας κατὰ τὰς ἐν Ἰωνίᾳ καλουμένας ἁμαμηλίδας· εἰσὶ γὰρ ἀπύρηνοί τε καὶ ἡδεῖαι καὶ
v.3.p.439
γλυκεῖαι.’ Ἀέθλιος δ’ ἐν εʹ Ὥρων Σαμίων (cf. p. 653f), εἰ γνήσια τὰ συγγράμματα, ὁμομηλίδας αὐτὰς καλεῖ. Πάμφιλος δ’ ἐν τοῖς περὶ Γλωσσῶν καὶ Ὀνομάτων ‘ἐπιμηλίς, φησίν, ἀπίου γένος.’ Ἀνδροτίων δ᾽ ἐν τῷ περὶ Γεωργικῶν φωκίδας φησὶν εἶδος ἀπίων εἶναι.

ΡΟΩΝ. ... δὲ σκληροκόκκων. τῶν γὰρ ἀπυρήνων Ἀριστοφάνης ἐν Γεωργοῖς (I 421 K) μνημονεύει. καὶ ἐν Ἀναγύρῳ (ib. 404)·

  1. πλὴν ἀλεύρου καὶ ῥόας.
καὶ ἐν Γηρυτάδῃ (ib. 433). Ἕρμιππος δ’ ἐν Κέρκωψί φησιν (ib. 234)·
  1. ἤδη τεθέασαι κόκκον ἐν χιόνι ῥόας;
(ῥοίδιον μέντοι ὡς βοίδιον τὸ ὑποκοριστικόν.ʼ Ἀντιφάνης ἐν Βοιωτίᾳ (II 36 K)·
  1. ἐνεγκεῖν ἐξ ἀγροῦ μοι τῶν ῥοιῶν
  2. τῶν σκληροκόκκων.
Ἐπίλυκος Κωραλίσκῳ (I 803 K)·
  1. μῆλα καὶ ῥόας λέγεις.
Ἄλεξις Μνηστῆρσιν (II 321 K)·
  1. ῥόαν γὰρ ἐκ τῆς χειρὸς αὐτῶν ...
σίδας δ’ ὅτι τὰς ῥοιὰς καλοῦσι Βοιωτοὶ Ἀγαθαρχίδης ἐν τῇ ἐννεακαιδεκάτῃ τῶν Εὐρωπιακῶν οὕτως γράφει (FHG III 192)· ‘ἀμφισβητούντων Ἀθηναίων πρὸς Βοιωτοὺς περὶ τῆς χώρας ἣν καλοῦσι Σίδας, Ἐπαμινώνδας δικαιολογούμενος ἐξαίφνης ἐκ τῆς ἀριστερᾶς
v.3.p.440
μεταλαβὼν κεκρυμμένην ῥόαν καὶ δείξας ἤρετο τί καλοῦσι τοῦτο. τῶν δ’ εἰπόντων ‘ῥόαν’, ‘ἀλλ᾽ ἡμεῖς, εἶπε, σίδαν’ (ὁ δὲ τόπος τοῦτ’ ἔχει τὸ φυτὸν ἐν αὑτῷ πλεῖστον, ἀφ’ οὗ τὴν ἐξ ἀρχῆς εἴληφε προσηγορίαν) καὶ ἐνίκησεν.’ (Μένανδρος δ’ ἐν Αὑτὸν Τιμωρουμένῳ ῥοίδια αὐτὰς ὠνόμασεν διὰ τούτων (III 43 K)·
  1. μετ’ ἄριστον γὰρ ὡς ἀμυγδάλας ἐγὼ
  2. παρέθηκα καὶ τῶν ῥοιδίων ἐτρώγομεν.ʼ
λέγεται δέ τι καὶ φυτὸν σίδη ὅμοιον ῥοιᾷ, γινόμενον ἐν τῇ περὶ Ὀρχομενὸν λίμνῃ ἐν αὐτῷ τῷ ὕδατι, οὗ τὰ μὲν φύλλα τὰ πρόβατα ἐσθίει, τὸν δὲ βλαστὸν αἱ ὕες, ὡς ἱστορεῖ Θεόφραστος ἐν τετάρτῳ περὶ Φυτῶν (c. 4, 10), γίνεσθαι λέγων κἀν τῷ Νείλῳ ὁμώνυμόν τι αὐτῇ ἄνευ ῥιζῶν.

ΦΟΙΝΙΚΕΣ Ξενοφῶν μὲν ἐν βʹ Ἀναβάσεώς φησιν (c. 3, 14)· ‘ἐν δὲ σῖτος πολὺς καὶ οἶνος φοινίκων καὶ ὄξος καὶ ἑψητὸν ἀπὸ τῶν αὐτῶν. αὐταὶ δὲ αἱ βάλανοι τῶν φοινίκων οἵας μὲν ἐν τοῖς Ἕλλησιν ἔστιν ἰδεῖν τοῖς οἰκέταις ἀπέκειντο· αἱ δὲ τοῖς δεσπόταις ἀποκείμεναι ἦσαν ἀπόλεκτοι, θαυμάσιοι τὸ κάλλος καὶ τὸ μέγεθος, ἡ δὲ ὄψις ἠλέκτρου οὐδὲν διέφερεν· τὰς δέ τινας ξηραίνοντες τραγήματα παρετίθεντο. καὶ ἦν παρὰ πότον ἡδὺ μέν, κεφαλαλγὲς δέ.’ Ἡρόδοτος δ’ ἐν τῇ αʹ περὶ Βαβυλῶνος λέγων φησίν (c. 193)· ‘εἰσὶ δ᾽ αὐτόθι φοίνικες πεφυκότες ἀνὰ πᾶν τὸ πεδίον, οἱ πλεῦνες αὐτῶν καρποφόροι, ἐκ τῶν καὶ σιτία καὶ οἶνον

v.3.p.441
καὶ μέλι ποιέονται· τοὺς συκέων τρόπον θεραπεύουσιν. τῶν γὰρ φοινίκων οὓς ἔρσενας καλέουσι, τούτων τὸν καρπὸν περιδέουσι τῇσι βαλανηφόροισι τῶν φοινίκων, ἵνα τε πεπαίνῃ σφιν ὁ ψὴν τὴν βάλανον ἐνδύνων καὶ μὴ ἀπορρείῃ ὁ καρπὸς τοῦ φοίνικος. ψῆνας γὰρ δὴ φορέουσιν ἐν τῷ καρπῷ οἱ ἔρσενες καθάπερ οἱ ὄλονθοι.’ τὰ παραπλήσια τοῖς περὶ τὸν Ἡρόδοτον ἱστορεῖ περὶ τοῦ ἐν Λιβύῃ καλουμένου λωτοῦ αὐτόπτης γενόμενος ὁ Μεγαλοπολίτης Πολύβιος ἐν τῇ ιβʹ τῶν Ἱστοριῶν λέγων οὕτως (c. 2 Hu)· ‘ἐστὶ δὲ τὸ δένδρον ὁ λωτὸς οὐ μέγα, τραχὺ δὲ καὶ ἀκανθῶδες, ἔχει δὲ φύλλον χλωρὸν παραπλήσιον τῇ ῥάμνῳ, μικρὸν βαθύτερον καὶ πλατύτερον. ὁ δὲ καρπὸς τὰς μὲν ἀρχὰς ὅμοιός ἐστιν καὶ τῇ χρόᾳ καὶ τῷ μεγέθει ταῖς λευκαῖς μυρτίσι ταῖς τετελειωμέναις, αὐξανόμενος δὲ τῷ μὲν χρώματι γίνεται φοινικοῦς, τῷ δὲ μεγέθει ταῖς γογγύλαις ἐλαίαις παραπλήσιος, πυρῆνα δὲ ἔχει τελέως μικρόν. ἐπὰν δὲ πεπανθῇ, συνάγουσι καὶ τὸν μὲν τοῖς οἰκέταις μετὰ χόνδρου κόψαντες σάττουσιν εἰς ἀγγεῖα, τὸν δὲ τοῖς ἐλευθέροις ἐξελόντες τὸν πυρῆνα συντιθέασιν ὡσαύτως καὶ σιτεύονται τοῦτον. ἐστὶ δὲ τὸ βρῶμα παραπλήσιον σύκῳ καὶ φοινικοβαλάνῳ, τῇ δὲ εὐωδίᾳ βέλτιον. γίνεται δὲ καὶ οἶνος ἐξ αὐτοῦ βρεχομένου καὶ τριβομένου δι’ ὕδατος, κατὰ μὲν τὴν γεῦσιν ἡδὺς καὶ ἀπολαυστικός, οἰνομέλιτι χρηστῷ παραπλήσιος, ᾧ χρῶνται χωρὶς ὕδατος· οὐ δύναται δὲ πλέον δέκα μένειν ἡμερῶν, διὸ καὶ ποιοῦσι κατὰ βραχὺ πρὸς τὴν χρείαν. ποιοῦσι δὲ καὶ ὄξος ἐξ αὐτῶν.’