Deipnosophistae
Athenaeus of Naucratis
Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.
αἱ δὲ γαμεταὶ ἡμῶν γυναῖκες οὔκ εἰσι τοιαῦται οἵας Εὔβουλός φησιν ἐν Στεφανοπώλισιν (II 198 K)·
v.3.p.230
Ἀναξίλας δὲ ἐν Νεοττίδι φησίν (ib. 270)·
- μὰ Δί’ οὐχὶ περιπεπλασμέναι ψιμυθίοις
- οὐδ’ ὥσπερ ὑμεῖς συκαμίνῳ τὰς γνάθους
- κεχριμέναι. κἂν ἐξίητε τοῦ θέρους,
- ἀπὸ τῶν μὲν ὀφθαλμῶν ὑδρορρόαι δύο
- ῥέουσι μέλανος, ἐκ δὲ τῶν γνάθων ἱδρὼς
- ἐπὶ τὸν τράχηλον ἄλοκα μιλτώδη ποιεῖ,
- ἐπὶ τῷ προσώπῳ δ’ αἱ τρίχες φορούμεναι
- εἴξασι πολιαῖς, ἀνάπλεῳ ψιμυθίου.
- ὅστις ἀνθρώπων ἑταίραν ἠγάπησε πώποτε,
- οὐ γένος τίς ἂν δύναιτο παρανομώτατον φράσαι·
- τίς γὰρ ἢ δράκαιν’ ἄμικτος ἢ Χίμαιρα πυρπνόος
- ἢ Χάρυβδις ἢ τρίκρανος Σκύλλα, ποντία κύων,
- Σφίγξ, Ὕδρα, λέαιν᾽, ἔχιδνα, πτηνά θ’ Ἁρπυιῶν γένη,
- εἰς ὑπερβολὴν ἀφῖκται τοῦ καταπτύστου γένους;
- οὐκ ἔνεσθ᾽· αὗται δ’ ἁπάντων ὑπερέχουσι τῶν κακῶν.
- ἔστι δὲ σκοπεῖν ἀπ’ ἀρχῆς πρῶτα μὲν τὴν Πλαγγόνα,
- ἥτις ὥσπερ ἡ Χίμαιρα πυρπολεῖ τοὺς βαρβάρους·
- εἷς μόνος δ’ ἱππεύς τις αὐτῆς τὸν βίον παρείλετο·
- πάντα τὰ σκεύη γὰρ ἕλκων ᾤχετ’ ἐκ τῆς οἰκίας.
- οἱ Σινώπῃ δ’ αὖ συνόντες οὐχ Ὕδρᾳ σύνεισι νῦν;
- γραῦς μὲν αὐτή, παραπέφυκε δ’ ἡ Γνάθαινα πλησίον,
- ὥστ’ ἀπαλλαγεῖσι ταύτης ἔστι διπλάσιον κακόν.
- ἡ δὲ Νάννιον τί νυνὶ διαφέρειν Σκύλλης δοκεῖ;
- οὐ δύ’ ἀποπνίξασ’ ἑταίρους τὸν τρίτον θηρεύεται
- ἔτι λαβεῖν; ἀλλ’ ἐξέπεσεν ἡ πορθμὶς ἐλατίνῳ πλάτῃ·
v.3.p.231- ἡ δὲ Φρύνη τὴν Χάρυβδιν οὐχὶ πόρρω που ποιεῖ
- τόν τε ναύκληρον λαβοῦσα καταπέπωκ’ αὐτῷ σκάφει.
- ἡ Θεανὼ δ’ οὐχὶ Σειρήν ἐστιν ἀποτετιλμένη;
- βλέμμα καὶ φωνὴ γυναικός, τὰ σκέλη δὲ κοψίχου.
- Σφίγγα Θηβαίαν δὲ πάσας ἔστι τὰς πόρνας καλεῖν,
- αἳ λαλοῦσ’ ἁπλῶς μὲν οὐδέν, ἀλλ’ ἐν αἰνιγμοῖς τισιν,
- ὡς ἐρῶσι καὶ φιλοῦσι καὶ σύνεισιν ἡδέως.
- εἶτα ‘τετράπους μοι γένοιτο, φησὶ τήνπρος ἢ, θρόνος,’
- εἶτα δὴ ‘τρίπους τις’, εἶτα, φησί, ‘παιδίσκη δίπους.’
- εἶθ’ ὃ μὲν γνοὺς ταῦτ’ ἀπῆλθεν εὐθὺς ὥσπερ Οἰδίπουσ,
- οὐδ’ ἰδεῖν δόξας ἐκείνην, σῴζεται δ’ ἄκων μόνος.
- οἳ δ’ ἐρᾶσθαι προσδοκῶντες εὐθύς εἰσιν ἠρμένοι
- καὶ φέρονθ’ ὑψοῦ πρὸς αἴθραν. συντεμόντι δ’ οὐδὲ ἓν
- ἔσθ’ ἑταίρας ὅσα περ ἔστιν θηρί’ ἐξωλέστερον.