Adversus Coloten

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.

Κωλώτης, ὃν Εʼπίκουρος εἰώθει Κωλωταρᾶν ὑποκορίζεσθαι καὶ Κωλωτάριον, ὦ Σατορνῖνε, βιβλίον ἐξέδωκεν, ἐπιγράψας περὶ τοῦ ὅτι κατὰ τὰ τῶν ἄλλων φιλοσόφων δόγματα οὐδὲ ζῆν ἔστιν. ἐκεῖνο μὲν οὖν Πτολεμαίῳ τῷ βασιλεῖ προσπεφώνηται· ἃ δʼ ἡμῖν ἐπῆλθεν εἰπεῖν πρὸς τὸν Κωλώτην, ἡδέως ἂν οἶμαί σε γεγραμμένα διελθεῖν, φιλόκαλον καὶ φιλάρχαιον ὄντα καὶ τὸ μεμνῆσθαι καὶ διὰ χειρῶν ἔχειν ὡς μάλιστα δυνατόν ἐστι τοὺς λόγους τῶν παλαιῶν βασιλικωτάτην διατριβὴν ἡγούμενον.

ἔναγχος οὖν ἀναγιγνωσκομένου τοῦ συγγράμματος, εἷς τῶν ἑταίρων, Ἀριστόδημος ὁ Αἰγιεύς, οἶσθα γὰρ τὸν ἄνδρα τῶν ἐξ Ἀκαδημείας οὐ ναρθηκοφόρον ἀλλʼ ἐμμανέστατον ὀργιαστὴν Πλάτωνος, οὐκ οἶδʼ ὅπως παρὰ τὸ εἰωθὸς ἐγκαρτερήσας σιωπῇ καὶ παρασχὼν ἑαυτὸν ἀκροατὴν ἄχρι τέλους κόσμιον, ὡς τέλος ἔσχεν ἡ ἀνάγνωσις εἶεν ἔφη τίνα τούτῳ

μαχούμενον ἀνίσταμεν ὑπὲρ τῶν φιλοσόφων; οὐ γὰρ ἄγαμαι τὸ τοῦ Νέστορος, ἑλέσθαι δέον ἐκ τῶν ἐννέα τὸν ἄριστον, ἐπὶ τῇ τύχῃ ποιουμένου καὶ διακληροῦντος, ἀλλʼ ὁρᾷς, ἔφην, ὅτι κἀκεῖνος ἐπὶ τὸν κλῆρον ἑαυτὸν ἔταξεν, ὥστε τοῦ φρονιμωτάτου βραβεύοντος γενέσθαι τὸν κατάλογον·
  1. ἐκ δʼ ἔθορε κλῆρος κυνέης, ὃν ἄρʼ ἤθελον αὐτοί,
  2. Αἴαντος.
οὐ μὴν ἀλλʼ εἰ σὺ προστάττεις ἑλέσθαι,
πῶς ἂν ἔπειτʼ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην;
ὅρα δὴ καὶ σκόπει, πῶς ἀμυνῇ τὸν ἄνδρα καὶ ὁ Ἀριστόδημος ἀλλʼ οἶσθα ἔφη τὸ τοῦ Πλάτωνος, ὅτι τῷ παιδὶ χαλεπήνας οὐκ αὐτὸς ἐνέτεινε πληγὰς ἀλλὰ Σπεύσιππον ἐκέλευσεν, εἰπὼν αὐτὸς ὀργίζεσθαι καὶ σὺ τοίνυν παραλαβὼν κόλαζε τὸν ἄνθρωπον ὅπως βούλει· ἐγὼ γὰρ ὀργίζομαι. ταύτὰ δὴ καὶ τῶν ἄλλων παρακελευομένων λεκτέον μέν ἔφην ἄρα, φοβοῦμαι δὲ μὴ δόξω καὶ αὐτὸς ἐσπουδακέναι μᾶλλον ἢ δεῖ πρὸς τὸ βιβλίον ὑπʼ ὀργῆς, διʼ ἀγροικίαν καὶ βωμολοχίαν καὶ ὕβριν τάνθρώπου χόρτον τινὰ προβάλλοντος --- ήσεως· Σωκράτει, καὶ πῶς εἰς τὸ στόμα τὸ σιτίον οὐκ. εἰς τὸ οὖς ἐντίθησιν, ἐρωτῶντος. ἀλλʼ ἴσως ἂν ἐπὶ
τούτοις καὶ γελάσειέ τις ἐννοήσας τὴν Σωκράτους πραότητα καὶ χάριν, ὑπέρ γε μέντοι παντὸς Ἑλλήνων στρατοῦ τῶν ἄλλων φιλοσόφων, ἐν οἷς Δημόκριτὸς ἐστι καὶ Πλάτων καὶ Στίλπων καὶ Ἐμπεδοκλῆς καὶ Παρμενίδης καὶ Μέλισσος, οἱ κακῶς ἀκηκοότες, οὐ μόνον αἰσχρὸν σιωπᾶν ἀλλʼ οὐδʼ ὅσιον ἐνδοῦναί τι καὶ ὑφελέσθαι τῆς ἄκρας ὑπὲρ αὐτῶν παρρησίας, εἰς τοῦτο δόξης φιλοσοφίαν προαγαγόντων. καίτοι τὸ μὲν ζῆν οἱ γονεῖς μετὰ τῶν θεῶν ἡμῖν ἔδωκαν, παρὰ δὲ τῶν φιλοσόφων δίκης καὶ νόμου συνεργὸν οἰόμεθα λόγον ἐπιθυμιῶν κολαστὴν λαβόντες εὖ ζῆν· τὸ δʼ εὖ ζῆν ἐστι κοινωνικῶς ζῆν καὶ φιλικῶς καὶ σωφρόνως καὶ δικαίως. ὧν οὐδὲν ἀπολείπουσιν οἱ περὶ γαστέρα τἀγαθὸν εἶναι βοῶντες οὐκ ἂν δὲ τὰς ἀρετὰς ὁμοῦ πάσας τετρημένου χαλκοῦ πριάμενοι δίχα τῆς ἡδονῆς πάσης πανταχόθεν ἐξελαθείσης· ἐνδεῖν δʼ αὐτοῖς τὸν περὶ θεῶν καὶ ψυχῆς λόγον, ὡς ἡ μὲν ἀπόλλυται διαλυθεῖσα, τοῖς δʼ οὐδενὸς μέλει τῶν καθʼ ἡμᾶς. τοῖς μὲν γὰρ ἄλλοις φιλοσόφοις ἐγκαλοῦσιν οὗτοι διὰ τὸ σωφρόνως τὸ ζῆν ἀναιροῦσιν ἐκεῖνοι δὲ τούτοις, ὅτι ζῆν ἀγεννῶς καὶ θηριωδῶς διδάσκουσι.

καίτοι ταῦτα μὲν ἐγκέκραται τοῖς Ἐπικούρου λόγοις καὶ διαπεφοίτηκεν αὐτοῦ τῆς φιλοσοφίας· ὁ δὲ Κωλώτης ὅτι φωνάς τινας ἐρήμους πραγμάτων ἀποσπῶν καὶ μέρη λόγων καὶ σπαράγματα κωφὰ τοῦ βεβαιοῦντος καὶ συνεργοῦντος πρὸς νόησιν καὶ πίστιν ἕλκων ὥσπερ ἀγορὰν ἢ πίνακα τεράτων συντίθησι τὸ βιβλίον, ἴστε δήπου παντὸς μᾶλλον ὑμεῖς,ἔφην, τὰ συγγράμματα τῶν παλαιῶν διὰ χειρὸς ἔχοντες. ἐμοὶ δὲ δοκεῖ καθάπερ ὁ Λυδὸς ἐφʼ αὑτὸν τὸν ἀνοίγειν οὐ θύραν μίαν ἀλλὰ ταῖς πλείσταις τῶν ἀποριῶν καὶ μεγίσταις περιβάλλειν τὸν Ἐπίκουρον. ἄρχεται γὰρ ἀπὸ Δημοκρίτου, καλὰ καὶ πρέποντα διδασκάλια κομιζομένου παρʼ αὐτοῦ· καίτοι πολὺν χρόνον αὐτὸς ἑαυτὸν ἀνηγόρευε Δημοκρίτειον ὁ Ἐπίκουρος, ὡς ἄλλοι τε λέγουσι καὶ Λεοντεύς, εἷς τῶν ἐπʼ ἄκρον Ἐπικούρου μαθητῶν, πρὸς Λυκόφρονα γράφων τιμᾶσθαὶ τέ φησι τὸν Δημόκριτον ὑπʼ Ἐπικούρου διὰ τὸ πρότερον ἅψασθαι τῆς ὀρθῆς γνώσεως, καὶ τὸ σύνολον τὴν πραγματείαν Δημοκρίτειον προσαγορεύεσθαι διὰ τὸ περιπεσεῖν αὐτὸν πρότερον ταῖς ἀρχαῖς περὶ φύσεως ὁ δὲ Μητρόδωρος ἄντικρυς περὶ φιλοσοφίας εἴρηκεν, ὡς, εἰ μὴ προκαθηγήσατο Δημόκριτος, οὐκ ἂν προῆλθεν Ἐπίκουρος ἐπὶ τὴν σοφίαν. ἀλλʼ εἰ κατὰ τὰ Δημοκρίτου δόγματα ζῆν οὐκ ἔστιν, ὡς οἴεται

Κωλώτης, γελοῖος ἦν ἐπὶ τὸ μὴ ζῆν ἄγοντι Δημοκρίτῳ κατακολουθῶν ὁ Ἐπίκουρος.

ἐγκαλεῖ δʼ αὐτῷ πρῶτον, ὅτι τῶν πραγμάτων ἕκαστον εἰπὼν οὐ μᾶλλον τοῖον ἢ τοῖον εἶναι συγκέχυκε τὸν βίον. ἀλλὰ τοσοῦτόν γε Δημόκριτος ἀποδεῖ τοῦ νομίζειν μὴ μᾶλλον εἶναι τοῖον ἢ τοῖον τῶν πραγμάτων ἕκαστον, ὥστε Πρωταγόρᾳ τῷ σοφιστῇ τοῦτʼ εἰπόντι μεμαχῆσθαι καὶ γεγραφέναι πολλὰ καὶ πιθανὰ πρὸς αὐτόν· οἷς οὐδʼ ὄναρ ἐντυχὼν ὁ Κωλώτης ἐσφάλη περὶ λέξιν τάνδρός, ἐν διορίζεται μὴ μᾶλλον τὸ δέν ἢ τὸ μηδέν εἶναι, δέν μὲν ὀνομάζων τὸ σῶμα μηδέν δὲ τὸ κενόν, ὡς καὶ τούτου φύσιν τινὰ καὶ ὑπόστασιν ἰδίαν ἔχοντος. ὁ δʼ οὖν δόξας τὸ μηδὲν μᾶλλον εἶναι τοῖον ἢ τοῖον Ἐπικουρείῳ δόγματι κέχρηται, τῷ πάσας εἶναι τὰς διʼ αἰσθήσεως φαντασίας ἀληθεῖς. εἰ γὰρ δυεῖν λεγόντων, τοῦ μὲν αὐστηρὸν εἶναι τὸν οἶνον τοῦ δὲ γλυκύν, οὐδέτερος ψεύδεται τῇ αἰσθήσει, τί μᾶλλον ὁ οἶνος αὐστηρὸς ἢ γλυκὺς ἐστι; καὶ μὴν λουτρῷ γε τῷ αὐτῷ τοὺς μὲν ὡς θερμῷ τοὺς δʼ ὡς ψυχρῷ χρωμένους ἰδεῖν ἔστιν· οἱ μὲν γὰρ ψυχρὸν οἱ δὲ θερμὸν ἐπιβάλλειν κελεύουσι. πρὸς δὲ Βερρονίκην τὴν Δηϊοτάρου τῶν Λακεδαιμονίων τινὰ γυναικῶν ἀφικέσθαι λέγουσιν. ὡς δʼ ἐγγὺς; ἀλλήλων προσῆλθον, εὐθὺς

ἀποστραφῆναι τὴν μὲν τὸ μύρον ὡς ἔοικε τὴν δὲ τὸ βούτυρον δυσχεράνασαν. εἴπερ οὖν μὴ μᾶλλόν ἐστιν ἡ ἑτέρα τῆς ἑτέρας ἀληθὴς αἴσθησις, εἰκός ἐστι καὶ τὸ ὕδωρ μὴ μᾶλλον εἶναι ψυχρὸν ἢ θερμὸν καὶ τὸ μύρον καὶ τὸ βούτυρον μὴ μᾶλλον εὐῶδες ἢ δυσῶδες. εἰ γὰρ ταὑτὸ φαινόμενον ἕτερον ἑτέρῳ φάσκει τις, ἀμφότερα εἶναι λέγων λέληθεν.

αἱ δὲ πολυθρύλητοι συμμετρίαι καὶ ἁρμονίαι τῶν περὶ τὰ αἰσθητήρια πόρων αἵ τε πολυμιξίαι τῶν σπερμάτων, ἃ δὴ πᾶσι χυμοῖς καὶ ὀσμαῖς καὶ χρόαις ἐνδιεσπαρμένα λέγουσιν ἑτέραν ἑτέρῳ ποιότητος κινεῖν αἴσθησιν, οὐκ ἄντικρυς εἰς τὸ μὴ μᾶλλον τὰ πράγματα συνελαύνουσιν αὐτοῖς; τοὺς γὰρ οἰομένους ψεύδεσθαι τὴν αἴσθησιν, ὅτι τἀναντία πάθη γιγνόμενα τοῖς χρωμένοις ἀπὸ τῶν αὐτῶν ὁρῶσι, παραμυθούμενοι διδάσκουσιν, ὡς ἀναπεφυρμένων καὶ συμμεμιγμένων ὁμοῦ τι πάντων, ἄλλου δʼ ἄλλῳ πεφυκότος ἐναρμόττειν, οὐκ ἔστι τῆς αὐτῆς ποιότητος ἐπαφὴ καὶ ἀντίληψις οὐδὲ πᾶσι τοῖς μέρεσι κινεῖ πάντας ὡσαύτως τὸ ὑποκείμενον· ἀλλʼ ἐκείνοις ἕκαστοι μόνοις ἐντυγχάνοντες, πρὸς ἃ σύμμετρον ἔχουσι τὴν αἴσθησιν, οὐκ ὀρθῶς διαμάχονται περὶ τοῦ χρηστὸν ἢ πονηρὸν ἢ λευκὸν ἢ μὴ λευκὸν εἶναι τὸ πρᾶγμα, τὰς αὑτῶν οἰόμενοι βεβαιοῦν αἰσθήσεις τῷ τὰς ἄλλων ἀναιρεῖν· δεῖν δʼ αἰσθήσει

μὲν μηδεμιᾷ μάχεσθαι πᾶσαι γὰρ ἅπτονταί τινος, οἷον ἐκ πηγῆς τῆς πολυμιξίας ἑκάστη λαμβάνουσα τὸ πρόσφορον καὶ οἰκεῖον· ὅλου δὲ μὴ κατηγορεῖν, ἁπτομένους μερῶν, μηδὲ ταὐτὸ δεῖν οἴεσθαι πάσχειν ἅπαντας, ἄλλους κατʼ ἄλλην ποιότητα καὶ δύναμιν αὐτοῦ πάσχοντας. ὥρα δὴ σκοπεῖν, τίνες μᾶλλον ἄνθρωποι τὸ μὴ μᾶλλον ἐπάγουσι τοῖς πράγμασιν ἢ οἳ πᾶν μὲν τὸ αἰσθητὸν κρᾶμα παντοδαπῶν ποιοτήτων ἀποφαίνουσι
σύμμικτον ὥστε γλεῦκος αὐλητήριον,
ἔρρειν δʼ ὁμολογοῦσι τοὺς κανόνας αὐτοῖς καὶ παντάπασιν οἴχεσθαι τὸ κριτήριον, ἄνπερ εἰλικρινὲς αἰσθητὸν ὁτιοῦν καὶ μὴ πολλὰ ἕκαστον ἀπέλιπον.

ὅρα δʼ ἃ περὶ τοῦ οἴνου τῆς θερμότητος ἐν τῷ Συμποσίῳ Πολύαινον αὑτῷ διαλεγόμενον

Ἐπίκουρος πεποίηκε λέγοντος γάρ οὐ φῂς εἶναι, ὦ Ἐπίκουρε, τὰς ὑπὸ τοῦ οἴνου διαθερμασίας; ὑπέλαβε τίς οὐ τὸ καθόλου θερμαντικὸν ἀποφαίνεσθαι τὸν οἶνον εἶναι, καὶ μετὰ σμικρὸν φαίνεται μὲν γὰρ δὴ τὸ καθόλου οὐκ εἶναι θερμαντικὸς ὁ οἶνος, τοῦδε δέ τινος ὁ τοσοῦτος εἶναι θερμαντικὸς ἂν ῥηθείη καὶ πάλιν αἰτίαν ὑπειπὼν θλίψεις τε καὶ διασπορὰς ἀτόμων, ἑτέρων δὲ συμμίξεις καὶ παραζεύξεις αἰτιασάμενος ἐν τῇ πρὸς τὸ σῶμα καταμίξει τοῦ οἴνου, ἐπιλέγει διὸ δὴ καθόλου μὲν οὐ ῥητέον τὸν οἶνον εἶναι θερμαντικόν, τῆς δὲ τοιαύτης φύσεως καὶ τῆς οὕτω διακειμένης θερμαντικὸν τὸν τοσοῦτον ἢ τῆσδε τὸν τοσοῦτον εἶναι ψυκτικόν· ἔνεισι γὰρ καὶ τοιαῦται ἐν τῷ τοιούτῳ ἀθροίσματι φύσεις, ἐξ ὧν ἂν ψυχρὸν συσταίη, εἰς δέον τε ἑτέραις παραζυγεῖσαι ψυχρασίας φύσιν ἀποτελέσειαν ὅθεν ἐξαπατώμενοι οἱ μὲν ψυκτικὸν τὸ καθόλου φασὶν εἶναι τὸν οἶνον οἱ δὲ θερμαντικόν ὁ δὴ λέγων ἐξηπατῆσθαι τοὺς πολλούς, τὸ θερμαῖνον θερμαντικὸν ἢ τὸ ψῦχον ψυκτικὸν ὑπολαμβάνοντας, εἰ μὴ νομίζοι τὸ μὴ μᾶλλον εἶναι τοῖον ἢ τοῖον ἕκαστον ἀκολουθεῖν οἷς εἴρηκεν, αὐτὸς ἐξηπάτηται. προστίθησι δʼ ὅτι πολλάκις οὐδʼ ἦλθεν εἰς τὸ σῶμα θερμαντικὴν ἐπιφέρων ἢ ψυκτικὴν δύναμιν ὁ
οἶνος, ἀλλὰ κινηθέντος τοῦ ὄγκου καὶ γενομένης τῶν σωμάτων μεταστάσεως, αἱ ποιοῦσαι τὸ θερμὸν ἄτομοι νῦν μὲν συνῆλθον εἰς ταὐτὸ καὶ παρέσχον ὑπὸ πλήθους θερμότητα καὶ πύρωσιν τῷ σώματι, νῦν δʼ ἐκπεσοῦσαι κατέψυξαν.