De communibus notitiis adversus Stoicos

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.

ΛΑΜΠΡΙΑΣ. σοὶ μὲν εἰκός, ὦ Διαδούμενε, μὴ πάνυ μέλειν, εἴ τινι δοκεῖτε παρὰ τὰς κοινὰς φιλοσοφεῖν ἐννοίας ὁμολογοῦντί γε καὶ τῶν αἰσθήσεων περιφρονεῖν, ἀφʼ ὧν σχεδὸν αἱ πλεῖσται γεγόνασιν ἔννοιαι, τήν γε περὶ τὰ φαινόμενα πίστιν ἕδραν ἔχουσαι καὶ ἀσφάλειαν. ἐμὲ δὲ πολλῆς, ὣς γʼ ἐμαυτῷ φαίνομαι, καὶ ἀτόπου μεστὸν ἥκοντα ταραχῆς εἴτε τισὶ λόγοις εἴτʼ ἐπῳδαῖς εἴτʼ ἄλλον ἐπίστασαι τρόπον παρηγορίας οὐκ ἂν φθάνοις ἰατρεύων οὕτω σοι διασέσεισμαι καὶ γέγονα μετέωρος ὑπὸ Στωικῶν ἀνδρῶν, τὰ μὲν ἄλλα βελτίστων καὶ νὴ Δία συνήθων καὶ φίλων, πικρῶς δʼ ἄγαν ἐγκειμένων τῇ Ἀκαδημίᾳ καὶ ἀπεχθῶς· οἵ γε πρὸς μικρὰ καὶ μετʼ αἰδοῦς τὰ παρʼ ἐμοῦ λεχθέντα σεμνῶς, οὐ γὰρ ψεύσομαι, οὐ πράως ᾐτιάσαντο· τοὺς δὲ πρεσβυτέρους μετʼ ὀργῆς σοφιστὰς καὶ λυμεῶνας τῶν ἐν φιλοσοφίᾳ δογμάτων ὁδῷ βαδιζόντων καὶ

δε ξομμιινιβης νοτιτιις. ἀνατροπέας καὶ πολλὰ τούτων ἀτοπώτερα λέγοντες καὶ νομίζοντες τέλος ἐπὶ τὰς ἐννοίας ἐρρύησαν, ὡς δή τινα σύγχυσιν καὶ ἀναδασμὸν αὐταῖς ἐπάγοντας τοὺς ἐκ τῆς Ἀκαδημείας. εἶτά τις εἶπεν αὐτῶν ὡς οὐκ ἀπὸ τύχης ἀλλʼ ἐκ προνοίας θεῶν νομίζοι μετʼ Ἀρκεσίλαον καὶ πρὸ Καρνεάδου γεγονέναι Χρύσιππον, ὧν ὁ μὲν ὑπῆρξε τῆς εἰς τὴν συνήθειαν ὕβρεως καὶ παρανομίας ὁ δʼ, ἤνθησε μάλιστα τῶν Ἀκαδημαϊκῶν· Χρύσιππος οὖν ἐν μέσῳ γενόμενος, ταῖς πρὸς Ἀρκεσίλαον ἀντιγραφαῖς καὶ τὴν Καρνεάδου δεινότητα ἐνέφραξε, πολλὰ μὲν τῇ αἰσθήσει καταλιπὼν ὥσπερ εἰς πολιορκίαν βοηθήματα, τὸν δὲ περὶ τὰς προλήψεις καὶ τὰς ἐννοίας τάραχον ἀφελὼν παντάπασι καὶ διορθώσας ἑκάστην καὶ θέμενος εἰς οἰκεῖον· ὥστε καὶ τοὺς αὖθις ἐκκρούειν τὰ πράγματα καὶ παραβιάζεσθαι βουλομένους μηδὲν περαίνειν ἀλλʼ ἐλέγχεσθαι κακουργοῦντας καὶ σοφιζομένους. ὑπὸ τοιούτων ἐγὼ λόγων διακεκαυμένος ἕωθεν σβεστηρίων δέομαι, καθάπερ τινὰ φλεγμονὴν ἀφαιρούντων τὴν ἀπορίαν τῆς ψυχῆς,

ΔΙΑΔΟΥΜΕΝΟΣ. ὅμοια πολλοῖς ἴσως πέπονθας. εἰ δʼ οἱ ποιηταί σε πείθουσι, λέγοντες ὡς ἐκ θεῶν προνοίας ἀνατροπὴν ἔσχεν ἡ παλαιὰ Σίπυλος τὸν Τάνταλον κολαζόντων, πείθου τοῖς ἀπὸ τῆς στοᾶς ἑταίροις, ὅτι καὶ Χρύσιππον οὐκ ἀπὸ τύχης ἀλλʼ ἐκ προνοίας ἡ φύσις ἤνεγκεν, ἄνω τὰ κάτω

καὶ τοὔμπαλιν ἀνατρέψαι δεομένη τὸν βίον· ὡς οὐ γέγονε πρὸς τοῦτο τῶν ὄντων οὐδεὶς εὐφυέστερος, ἀλλʼ ὥσπερ ὁ Κάτων ἔλεγε πρὸ Καίσαρος ἐκείνου μηδένα νήφοντα μηδὲ φρονοῦντα ἐπὶ συγχύσει τῆς πολιτείας τοῖς δημοσίοις προσελθεῖν πράγμασιν, οὕτως ἐμοὶ δοκεῖ μετὰ πλείστης ἐπιμελείας καὶ δεινότητος οὗτος ὁ ἀνὴρ ἀνατρέπειν καὶ καταβάλλειν τὴν συνήθειαν, ὡς ἐνιαχοῦ καὶ αὐτοὶ μαρτυροῦσιν οἱ τὸν ἄνδρα σεμνύνοντες, ὅταν αὐτῷ περὶ τοῦ ψευδομένου μάχωνται. τὸ γάρ, ὦ ἄριστε, συμπεπλεγμένον τι διʼ ἀντικειμένων μὴ φάναι ψεῦδος εὐπόρως εἶναι, λόγους δὲ πάλιν αὖ φάναι τινὰς ἀληθῆ τὰ λήμματα καὶ τὰς ἀγωγὰς ὑγιεῖς ἔχοντας ἔτι καὶ τὰ ἀντικείμενα τῶν συμπερασμάτων ἔχειν ἀληθῆ, ποίαν ἔννοιαν ἀποδείξεως ἢ τίνα πίστεως οὐκ ἀνατρέπει πρόληψιν; τὸν μέν γε πολύποδά φασι τὰς πλεκτάνας αὑτοῦ περιβιβρώσκειν ὥρᾳ χειμῶνος, ἡ δὲ Χρυσίππου διαλεκτικὴ τὰ κυριώτατα μέρη καὶ τὰς ἀρχὰς αὑτῆς ἀναιροῦσα καὶ περικόπτουσα τίνα τῶν ἄλλων ἐννοιῶν ἀπολέλοιπεν ἀνύποπτον; οὐ γὰρ οἷόν τε δήπου καὶ τὰ ἐποικοδομούμενα μὴ βέβαια κεῖσθαι καὶ πάγια, τῶν πρώτων μὴ μενόντων ἀπορίας δὲ καὶ ταραχὰς ἐχόντων τηλικαύτας. ἀλλʼ ὥσπερ οἱ πηλὸν ἢ κονιορτὸν ἐπὶ τοῦ σώματος ἔχοντες τὸν ἁπτόμενον αὐτῶν
καὶ προσαναχρωννύμενον οὐ κινεῖν ἀλλὰ προσβάλλειν τὸ τραχῦνον δοκοῦσιν· οὕτως ἔνιοι τοὺς Ἀκαδημαϊκοὺς αἰτιῶνται καὶ νομίζουσι τὰς αἰτίας παρέχειν ὧν ἀναπεπλησμένους ἀποδεικνύουσιν αὐτούς· ἐπεὶ τάς γε κοινὰς ἐννοίας τίνες μᾶλλον διαστρέφουσιν; εἰ δὲ βούλει, τὸ κατηγορεῖν ἐκείνων ἀφέντες, ὑπὲρ ὧν ἐγκαλοῦσιν ἡμῖν ἀπολογησώμεθα.

ΛΑΜΠΡ. Ἐγώ μοι δοκῶ τήμερον, ὦ Διαδούμενε, ποικίλος τις ἄνθρωπος γεγονέναι καὶ παντοδαπός· ἄρτι μὲν γὰρ ἀπολογίας δεόμενος προσῄειν ταπεινὸς καὶ τεθορυβημένος· νῦν δὲ μεταβάλλομαι πρὸς τὴν κατηγορίαν καὶ βούλομαι ἀπολαῦσαι τῆς ἀμύνης, ἐλεγχομένους εἰς ταὐτὸν τοὺς ἄνδρας ἐπιδών, τὸ παρὰ τὰς ἐννοίας καὶ τὰς προλήψεις τὰς κοινὰς φιλοσοφεῖν, ἀφʼ ὧν μάλιστα τὴν αἵρεσιν, ὥσπερ ἐπὶ τῶν ἀνα --- δοκοῦσι, καὶ μόνην ὁμολογεῖν τῇ φύσει λέγουσιν.

ΔΙΑΔΟΥΜ. Ἆρʼ οὖν ἐπὶ τὰ κοινὰ πρῶτα καὶ περιβόητα βαδιστέον, ἃ δὴ παράδοξα καὶ αὐτοὶ μετʼ εὐκολίας δεχόμενοι τὴν ἀτοπίαν ἐπονομάζουσι, τοὺς μόνους βασιλεῖς καὶ μόνους πλουσίους καὶ καλοὺς αὐτῶν καὶ πολίτας; καὶ δικαστὰς; μόνους; ἢ ταυτὶ μὲν εἰς τὴν τῶν ἑώλων καὶ ψυχρῶν ἀγορὰν βούλει παρῶμεν, ἐν δὲ τοῖς ὡς ἔνι μάλιστα πραγματικοῖς

καὶ μετὰ σπουδῆς λεγομένοις ποιησώμεθα τοῦ λόγου τὸν ἐξετασμόν;

ΛΑΜΠΡ. Ἐμοὶ γοῦν ἥδιον οὕτως· τῶν γὰρ πρὸς ἐκεῖνα γενομένων ἐλέγχων τίς οὐκ ἤδη διάπλεώς ἐστιν;

ΔΙΑΔΟΥΜ. ἤδη τοίνυν αὐτὸ τοῦτο σκόπει πρῶτον, εἰ κατὰ τὰς κοινάς ἐστιν ἐννοίας ὁμολογεῖν τῇ φύσει τοὺς τὰ κατὰ φύσιν ἀδιάφορα νομίζοντας, καὶ μήτʼ ὑγίειαν μήτʼ εὐεξίαν μήτε κάλλος μήτʼ ἰσχὺν ἡγουμένους αἱρετὰ μήδʼ ὠφέλιμα μηδὲ λυσιτελῆ μηδὲ συμπληρωτικὰ τῆς κατὰ φύσιν τελειότητος· μήτε τἀναντία φευκτὰ καὶ βλαβερά, πηρώσεις ἀλγηδόνας αἴσχη νόσους· ὧν αὐτοὶ λέγουσι πρὸς ἃ μὲν ἀλλοτριοῦν πρὸς ἃ δʼ οἰκειοῦν ἡμᾶς τὴν φύσιν· εὖ μάλα καὶ τούτου παρὰ τὴν κοινὴν ἔννοιαν ὄντος, οἰκειοῦν πρὸς τὰ μὴ συμφέροντα μηδʼ ἀγαθὰ τὴν φύσιν καὶ ἀλλοτριοῦν πρὸς τὰ μὴ κακὰ μηδὲ βλάπτοντα· καὶ ὃ μεῖζόν ἐστιν, οἰκειοῦν ἐπὶ τοσοῦτο καὶ ἀλλοτριοῦν, ὥστε τῶν μὲν μὴ τυγχάνοντας τοῖς δὲ περιπίπτοντας, εὐλόγως ἐξάγειν τοῦ ζῆν ἑαυτοὺς καὶ τὸν βίον ἀπολέγεσθαι.

ΔΙΑΔΟΥΜ. νομίζω δʼ ἐγὼ κἀκεῖνο παρὰ τὴν ἔννοιαν λέγεσθαι, τὸ τὴν μὲν φύσιν αὐτὴν ἀδιάφορον εἶναι τὸ δὲ τῇ φύσει ὁμολογεῖν ἀγαθὸν μέγιστον. οὐδὲ τῷ κατακολουθεῖν ἀστεῖον οὐδὲ τῷ πείθεσθαι σπουδαῖον, εἰ σπουδαῖος εἴη καὶ ἀστεῖος ὁ νόμος καὶ ὁ λόγος καὶ τοῦτο μὲν ἔλαττον

εἰ δέ, ὡς Χρύσιππος ἐν τῷ πρώτῳ περὶ τοῦ Προτρέπεσθαι γέγραφεν, ἐν τῷ κατʼ ἀρετὴν βιοῦν μόνον ἐστὶ τὸ εὐδαιμόνως, τῶν ἄλλων, φησίν, οὐδὲν ὄντων πρὸς ἡμᾶς οὐδʼ εἰς τοῦτο συνεργούντων οὐ μόνον οὔκ ἐστιν ἀδιάφορος ἡ φύσις, ἀλλʼ ἀνόητος καὶ ἀπόπληκτος, οἰκειοῦσα ἡμᾶς πρὸς τὰ μηδὲν πρὸς ἡμᾶς· ἀνόητοι δὲ καὶ ἡμεῖς εὐδαιμονίαν ἡγούμενοι τὸ τῇ φύσει ὁμολογεῖν ἀγούσῃ πρὸς τὰ μηδὲν συνεργοῦντα πρὸς εὐδαιμονίαν. καίτοι τί μᾶλλόν ἐστι κατὰ τὴν κοινὴν ἔννοιαν ἢ καθάπερ τὰ αἱρετὰ πρὸς τὸ ὠφελίμως, οὕτω τὰ κατὰ φύσιν πρὸς τὸ ζῆν κατὰ φύσιν; οἱ δʼ οὐχ οὕτω λέγουσιν, ἀλλὰ τὸ ζῆν κατὰ φύσιν τέλος εἶναι τιθέμενοι τὰ κατὰ φύσιν ἀδιάφορα εἶναι νομίζουσιν.

ΔΙΑΔΟΥΜ. οὐχ ἧττον δὲ τούτου παρὰ τὴν κοινὴν ἔννοιάν ἐστι τὸ ἔννουν καὶ φρόνιμον ἄνδρα πρὸς τὰ ἴσα τῶν ἀγαθῶν μὴ ἐπίσης ἔχειν, ἀλλὰ τὰ μὲν ἐν μηδενὶ λόγῳ τίθεσθαι, τῶν δʼ ἕνεκα πᾶν ὁτιοῦν ἂν ὑπομεῖναι καὶ παθεῖν, μηδὲν ἀλλήλων μικρότητι καὶ μεγέθει διαφερόντων ταὐτὸ δὲ λέγουσιν αὐτοί που τῷ --- τὸ σωφρόνως δυσθανατῶσαν ἀποτρίψασθαι πρεσβῦτιν· ὁμοίως γὰρ ἀμφότεροι κατορθοῦσιν. ἀλλὰ διʼ ἐκεῖνα μὲν ὡς; λαμπρὰ καὶ μεγάλα κἂν ἀποθάνοιεν ἐπὶ τούτοις δὲ σεμνύνειν ἑαυτὸν αἰσχύνη

καὶ γέλως, λέγει δὲ καὶ Χρύσιππος ἐν τῷ περὶ τοῦ Διὸς συγγράμματι καὶ τῷ τρίτῳ περὶ Θεῶν
ψυχρὸν εἶναι καὶ ἄτοπον καὶ ἀλλότριον τὰ τοιαῦτα τῶν ἀπʼ ἀρετῆς συμβαινόντων ἐπαινεῖν, ὅτι δῆγμα μυίας ἀνδρείως ὑπέμεινε καὶ δυσθανατώσης γραὸς ἀπέσχετο σωφρόνως.
ἆρʼ οὖν παρὰ τὴν κοινὴν φιλοσοφοῦσιν ἔννοιαν, ἃς αἰσχύνονται πράξεις ἐπαινεῖν, μηδὲν τούτων κάλλιον ὁμολογοῦντες; ποῦ γὰρ αἱρετὸν ἢ πῶς ἀποδεκτόν, ὃ μήτʼ ἐπαινεῖν μήτε θαυμάζειν ἄξιόν ἐστιν, ἀλλὰ καὶ τοὺς ἐπαινοῦντας ἢ θαυμάζοντας ἀτόπους καὶ ψυχροὺς νομίζουσιν;

ΔΙΑΔΟΥΜ. ἔτι δὲ μᾶλλον, οἶμαι, φανεῖταί σοι παρὰ τὴν κοινὴν ἔννοιαν, εἰ τῶν μεγίστων ἀγαθῶν ὁ φρόνιμος μήτʼ ἀπόντων μήτʼ εἰ πάρεστιν αὐτῷ φροντίζοι, ἀλλʼ οἷός ἐστιν ἐν τοῖς ἀδιαφόροις καὶ τῇ περὶ ταῦτα πραγματείᾳ καὶ οἰκονομίᾳ, τοιοῦτος ἂν κἀν τούτοις εἴη. πάντες γὰρ δήπουθεν

εὐρυεδοῦς ὅσοι καρπὸν αἰνύμεθα χθονός,
οὗ μὲν καὶ παρόντος ὄνησίς ἐστι καὶ μὴ παρόντος ὥσπερ ἔνδεια καὶ ὄρεξις, αἱρετὸν καὶ ἀγαθὸν καὶ ὠφέλιμον νοοῦμεν· ἐφʼ ᾧ δʼ οὐδὲν ἄν τις πραγματεύσαιτο μὴ παιδιᾶς ἕνεκεν μηδὲ ῥᾳστώνης, τοῦτʼ ἀδιάφορον. ἄλλῳ γὰρ οὐδενὶ τοῦ φιλοπόνου τὸν κενόσπουδον ἀφορίζομεν ἐν τοῖς ἔργοις ὄντα πολλάκις,
ἢ τῷ τὸν μὲν εἰς ἀνωφελῆ πονεῖν καὶ ἀδιαφόρως, τὸν δʼ ἕνεκά του τῶν συμφερόντων καὶ λυσιτελῶν. ἀλλʼ οὗτοί γε τοὐναντίον· ὁ γὰρ σοφὸς αὐτοῖς καὶ φρόνιμος ἐν πολλαῖς καταλήψεσι καὶ μνήμαις καταλήψεων γεγονὼς ὀλίγας πρὸς αὑτὸν ἡγεῖται τῶν τʼ ἄλλων οὐ πεφροντικὼς οὐδʼ ἔλαττον ἔχειν οῦδὲ πλέον οἴεται, μνημονεύων ὅτι πέρυσι κατάληψιν ἔλαβε πταρνυμένου Δίωνος ἢ σφαιρίζοντος Θέωνος. καίτοι πᾶσα κατάληψις ἐν τῷ σοφῷ καὶ μνήμη τὸ ἀσφαλὲς ἔχουσα καὶ βέβαιον εὐθύς ἐστιν ἐπιστήμη καὶ ἀγαθὸν μέγα καὶ μέγιστον. ἆρʼ οὖν ὁμοίως ὑγιείας ἐπιλειπούσης, αἰσθητηρίου κάμνοντος, οὐσίας ἀπολλυμένης ἀφρόντιστός ἐστι καὶ πρὸς αὑτὸν οὐδὲν ἡγούμενος τούτων ὁ σοφός· ἢ νοσῶν μὲν ἰατροῖς τελεῖ μισθοὺς χρημάτων δʼ ἕνεκα πρὸς Λεύκωνα πλεῖ τὸν ἐν Βοσπόρῳ δυνάστην καὶ πρὸς Ἰδάνθυρσον ἀποδημεῖ τὸν Σκύθην ὥς φησι Χρύσιππος, τῶν δʼ αἰσθήσεων ἔστιν ἃς ἀποβαλὼν οὐδὲ ζῆν ὑπομένει; πῶς οὖν οὐχ ὁμολογοῦσι παρὰ τὰς ἐννοίας φιλοσοφεῖν, ἐπὶ τοῖς ἀδιαφόροις τοσαῦτα πραγματευόμενοι καὶ σπουδάζοντες, ἀγαθῶν δὲ μεγάλων καὶ παρόντων καὶ μὴ παρόντων ἀδιαφόρως ἔχοντες;

ΔΙΑΔΟΥΜ. ἀλλὰ κἀκεῖνο παρὰ τὰς κοινὰς ἐννοίας ἐστίν, ἄνθρωπον ὄντα μὴ χαίρειν ἐκ τῶν μεγίστων κακῶν ἐν τοῖς μεγίστοις ἀγαθοῖς; γενόμενον τοῦτο δὲ πέπονθεν ὁ τούτων σοφός. ἐκ γὰρ τῆς ἄκρας κακίας μεταβαλὼν εἰς τὴν ἄκραν ἀρετὴν καὶ τὸν

ἀθλιώτατον βίον διαφυγὼν ἅμα καὶ κτησάμενος τὸν μακαριώτατον οὐδὲν ἐπίδηλον εἰς χαρὰν ἔσχεν οὐδʼ ἐπῆρεν αὐτὸν οὐδʼ ἐκίνησεν ἡ τοσαύτη μεταβολή, κακοδαιμονίας ἀπαλλαγέντα καὶ μοχθηρίας ἁπάσης, εἰς δʼ ἀσφαλῆ τινα καὶ βεβαίαν παντέλειαν ἀγαθῶν ἐξικόμενον. ἔτι παρὰ τὴν ἔννοιάν ἐστιν ἀγαθῶν μὲν εἶναι μέγιστον τὸ ἀμετάπτωτον ἐν ταῖς κρίσεσι καὶ βέβαιον, δεῖσθαι δὲ τούτου τὸν ἐπʼ ἄκρον προκόπτοντα μηδὲ φροντίζειν παραγενομένου πολλάκις δὲ μηδὲ τὸν δάκτυλον προτεῖναι ταύτης γʼ ἕνεκα τῆς ἀσφαλείας καὶ βεβαιότητος, ἣν τέλειον ἀγαθὸν καὶ μέγα νομίζουσιν. οὐ μόνον οὖν ταῦτα λέγουσιν οἱ ἄνδρες, ἀλλὰ κἀκεῖνα πρὸς τούτοις, ὅτι
ἀγαθὸν ὁ χρόνος οὐκ αὔξει προσγιγνόμενος, ἀλλά, κἂν ἀκαρές τις ὥρας γένηται φρόνιμος, οὐδενὶ πρὸς εὐδαιμονίαν ἀπολειφθήσεται τοῦ τὸν αἰῶνα χρωμένου τῇ ἀρετῇ καὶ μακαρίως ἐν αὐτῇ καταβιοῦντος.
ταῦτα δʼ οὕτω νεανικῶς ἀπισχυρισάμενοι πάλιν
οὐδὲν εἶναί φασιν ἀρετῆς ὄφελος ὀλιγοχρονίου τί γάρ, ἂν μέλλοντι ναυαγεῖν εὐθὺς ἢ κατακρημνίζεσθαι φρόνησις ἐπιγένηται; τί δʼ ἂν ὁ Λίχας, ὑπὸ τοῦ Ἡρακλέους ἀποσφενδονώμενος, εἰς ἀρετὴν ἐκ κακίας μεταβάλῃ
ταῦτʼ οὖν οὐ μόνον παρὰ τὰς κοινὰς ἐννοίας ἐστὶ φιλοσοφούντων ἀλλὰ καὶ τὰς ἰδίας κυκώντων, εἰ τὸ βραχὺν χρόνον κτήσασθαι τὴν ἀρετὴν οὐθὲν ἀπολείπεσθαι τῆς ἄκρας εὐδαιμονίας ἅμα καὶ μηδενὸς ὅλως ἄξιον νομίζουσι.

ΔΙΑΔΟΥΜ. τοῦτο δʼ οὐκ ἂν μάλιστα θαυμάσαις αὐτῶν, ἀλλʼ ὅτι, τῆς ἀρετῆς καὶ τῆς εὐδαιμονίας παραγιγνομένης, πολλάκις οὐδʼ αἰσθάνεσθαι τὸν κτησάμενον οἴονται, διαλεληθέναι δʼ αὑτόν, ὅτι μικρῷ πρόσθεν ἀθλιώτατος ὢν καὶ ἀφρονέστατος νῦν ὁμοῦ φρόνιμος καὶ μακάριος γέγονεν. οὐ γὰρ μόνον ἔχοντά τινα τὴν φρόνησιν τοῦτο μόνον μὴ φρονεῖν ὅτι φρονεῖ μηδὲ γιγνώσκειν ὅτι τὸ ἀγνοεῖν διαπέφευγεν εὐτράπελόν ἐστιν· ἀλλὰ καὶ ὅλως ὡς εἰπεῖν τάγαθὸν ἀρρεπὲς ποιοῦσι καὶ ἀμαυρόν, εἰ μηδʼ αἴσθησιν αὑτοῦ ποιεῖ παραγενόμενον. φύσει γὰρ ἀνεπαίσθητον οὐκ ἔστι κατʼ αὐτούς ἀλλὰ καὶ λέγει διαρρήδην Χρύσιππος ἐν τοῖς περὶ Τέλους αἰσθητὸν εἶναι τάγαθόν· ὡς δʼ οἴεται, καὶ ἀποδείκνυσι. λείπεται τοίνυν ἀσθενείᾳ καὶ μικρότητι διαφεύγειν αὐτὸ τὴν αἴσθησιν, ὁπόταν παρὸν ἀγνοῆται καὶ διαλανθάνῃ τοὺς ἔχοντας. ἔτι τοίνυν ἄτοπον μέν ἐστι τὴν τῶν ἀτρέμα λευκῶν καὶ μέσως αἰσθανομένην ὄψιν ἐκφεύγειν τὰ ἐπʼ ἄκρον λευκὰ καὶ τὴν τὰ μαλακῶς καὶ ἀνειμένως θερμὰ καταλαμβάνουσαν ἁφὴν ἀναισθητεῖν τῶν σφόδρα θερμῶν ἀτοπώτερον δέ, εἴ τις τὸ κοινῶς κατὰ φύσιν, οἷόν ἐστιν ὑγίεια καὶ εὐεξία, καταλαμβάνων, τὴν ἀρετὴν ἀγνοεῖ παροῦσαν, ἣν μάλιστα καὶ ἄκρως κατὰ φύσιν εἶναι τίθενται. πῶς γὰρ οὐ παρὰ τὴν ἔννοιάν ἐστιν ὑγιείας καὶ νόσου διαφορὰν καταλαμβάνειν,

φρονήσεως δὲ μὴ καταλαμβάνειν καὶ ἀφροσύνης, ἀλλὰ τὴν μὲν ἀπηλλαγμένην οἴεσθαι παρεῖναι, τὴν δὲ κεκτημένον ἀγνοεῖν ὅτι πάρεστιν; ἐπεὶ δʼ ἐκ τῆς ἄκρας προκοπῆς μεταβάλλουσιν εἰς εὐδαιμονίαν καὶ ἀρετήν, δυεῖν ἀνάγκη θάτερον, ἢ τὴν προκοπὴν κακίαν μὴ εἶναι μηδὲ κακοδαιμονίαν, ἢ τὴν ἀρετὴν τῆς κακίας μὴ πολλῷ παραλλάττειν μηδὲ τῆς κακοδαιμονίας τὴν εὐδαιμονίαν, ἀλλὰ μικρὰν καὶ ἀνεπαίσθητον εἶναι τὴν πρὸς τὰ κακὰ τῶν ἀγαθῶν διαφορὰν οὐ γὰρ ἂν ἑαυτοὺς διελάνθανον ἀντʼ ἐκείνων ταῦτ̓ ἔχοντες.

ΔΙΑΔΟΥΜ. ὅταν μὲν οὖν μηδενὸς ἐκστῆναι τῶν μαχομένων ἀλλὰ πάνθʼ ὁμολογεῖν καὶ τιθέναι θέλωσι, τὸ τοὺς προκόπτοντας ἀνοήτους καὶ κακοὺς εἶναι, τὸ φρονίμους καὶ ἀγαθοὺς γενομένους διαλανθάνειν ἑαυτούς, τὸ μεγάλην διαφορὰν τῆς φρονήσεως πρὸς τὴν ἀφροσύνην ὑπάρχειν· ἦ πού σοι δοκοῦσι θαυμασίως ἐν τοῖς δόγμασι τὴν ὁμολογίαν βεβαιοῦν; ἔτι δὲ μᾶλλον ἐν τοῖς πράγμασιν, ὅταν πάντας ἐπίσης κακοὺς καὶ ἀδίκους καὶ ἀπίστους καὶ ἄφρονας τοὺς μὴ σοφοὺς ἀποφαίνοντες εἶτα πάλιν τοὺς μὲν αὐτῶν ἐκτρέπωνται καὶ βδελύττωνται, τοὺς δʼ ἀπαντῶντες μηδὲ προσαγορεύωσι· τοῖς δὲ χρήματα πιστεύωσιν, ἀρχὰς ἐγχειρίζωσιν, ἐκδιδῶσι θυγατέρας. ταῦτα γὰρ εἰ μὲν παίζοντες λέγουσι, καθείσθωσαν τὰς ὀφρῦς· εἰ δʼ ἀπὸ σπουδῆς καὶ φιλοσοφοῦντες, παρὰ τὰς

κοινάς ἐστιν ἐννοίας ψέγειν μὲν ὁμοίως καὶ κακίζειν πάντας ἀνθρώπους, χρῆσθαι δὲ τοῖς μὲν ὡς μετρίοις τοῖς δʼ ὡς κακίστοις· καὶ Χρύσιππον μὲν ὑπερεκπεπλῆχθαι καταγελᾶν δʼ Ἀλεξίνου, μηδὲν δὲ μᾶλλον οἴεσθαι μηδʼ ἧττον ἀλλήλων ἀφραίνειν τοὺς ἄνδρας.
ναί
φασίν,
ἀλλʼ ὥσπερ ὁ πῆχυν ἀπέχων ἐν θαλάττῃ τῆς ἐπιφανείας οὐδὲν ἧττον πνίγεται τοῦ καταδεδυκότος ὀργυιὰς πεντακοσίας, οὕτως οὐδʼ οἱ πελάζοντες ἀρετῇ τῶν μακρὰν ὄντων ἧττόν εἰσιν ἐν κακίᾳ καὶ καθάπερ οἱ τυφλοὶ τυφλοί εἰσι, κἂν ὀλίγον ὕστερον ἀναβλέπειν μέλλωσιν, οὕτως οἱ προκόπτοντες, ἄχρι οὗ τὴν ἀρετὴν ἀναλάβωσιν, ἀνόητοι καὶ μοχθηροὶ διαμένουσιν.
ὅτι μὲν οὖν οὔτε τυφλοῖς· ἐοίκασιν οἱ προκόπτοντες ἀλλʼ ἧττον ὀξυδορκοῦσιν, οὔτε πνιγομένοις ἀλλὰ νηχομένοις, καὶ ταῦτα πλησίον λιμένος, αὐτοὶ διὰ τῶν πραγμάτων μαρτυροῦσιν. οὐ γὰρ ἂν ἐχρῶντο συμβούλοις καὶ στρατηγοῖς καὶ νομοθέταις ὥσπερ τυφλοῖς χειραγωγοῖς, οὐδʼ ἂν ἐζήλουν ἔργα καὶ πράξεις καὶ λόγους καὶ βίους ἐνίων, εἰ πάντας ὡσαύτως πνιγομένους ὑπὸ τῆς ἀφροσύνης καὶ μοχθηρίας ἑώρων. ἀφεὶς δὲ τοῦτο θαύμασον ἐκείνῃ τοὺς ἄνδρας, εἰ μηδὲ ι· τοῖς ἑαυτῶν διδάσκονται παραδείγμασι προέσθαι τοὺς διαλεληθότας ἐκείνους σοφοὺς καὶ μὴ συνιέντας μηδʼ αἰσθανομένους, ὅτι πνιγόμενοι πέπαυνται καὶ φῶς ὁρῶσι καὶ τῆς κακίας ἐπάνω γεγονότες ἀναπεπνεύκασι.

ΔΙΑΔΟΥΜ. ἔτι Παρὰ τὴν ἔννοιάν ἐστιν ἄνθρωπον, ᾧ πάντα τἀγαθὰ πάρεστι καὶ μηδὲν ἐνδεῖ πρὸς εὐδαιμονίαν καὶ τὸ μακάριον, τούτῳ καθήκειν ἐξάγειν ἑαυτόν· ἔτι δὲ μᾶλλον, ᾧ μηδὲν ἀγαθὸν ἔστι μηδʼ ἔσται, τὰ δεινὰ δὲ πάντα καὶ τὰ δυσχερῆ καὶ κακὰ πάρεστι καὶ παρέσται διὰ τέλους, τούτῳ μὴ καθήκειν ἀπολέγεσθαι τὸν βίον, ἂν μή τι νὴ Δία τῶν ἀδιαφόρων αὐτῷ προσγένηται. ταῦτα τοίνυν ἐν τῇ Στοᾷ νομοθετεῖται, καὶ πολλοὺς μὲν ἐξάγουσι τῶν σοφῶν ὡς ἄμεινον εὐδαιμονοῦντας πεπαῦσθαι, πολλοὺς δὲ κατέχουσι τῶν φαύλων ὡς καθήκοντος αὐτοῖς ζῆν κακοδαιμονοῦντας. καίτοι ὁ μὲν σοφὸς ὄλβιος μακάριος πανευδαίμων ἀσφαλὴς ἀκίνδυνος, ὁ δὲ φαῦλος καὶ ἀνόητος οἷος εἰπεῖν

γέμων κακῶν δὴ κοὐκέτʼ ἔσθʼ ὅπου τεθῇ·
ἀλλὰ καὶ τούτοις μονὴν οἴονται καθήκουσαν εἶναι κἀκείνοις ἐξαγωγήν.
εἰκότως δέ
φησὶ Χρύσιππος
οὐ γὰρ ἀγαθοῖς καὶ κακοῖς δεῖ παραμετρεῖσθαι τὸν βίον ἀλλὰ τοῖς κατὰ φύσιν καὶ παρὰ φύσιν.
οὕτως ἄνθρωποι σῴζουσι τὴν συνήθειαν καὶ πρὸς τὰς κοινὰς ἐννοίας φιλοσοφοῦσι. τί λέγεις; οὐ δεῖ σκοπεῖν
ὅττι τοι ἐν μεγάροισι κακὸν τʼ ἀγαθόν τε τέτυκται
τὸν περὶ βίου καὶ θανάτου σκοπούμενον, οὐδʼ ὥσπερ ἐπὶ ζυγοῦ τὰ πρὸς εὐδαιμονίαν καὶ κακοδαιμονίαν ἐξετάζειν ἐπιζήμια μᾶλλον ἢ ὠφέλιμα ἀλλʼ ἐκ τῶν μήτʼ ὠφελούντων μήτε βλαπτόντων τοὺς εἰ βιωτέον ἢ μὴ ποιεῖσθαι λογισμούς; οὐ μέλλει πρὸς τὰς τοιαύτας ὑποθέσεις καὶ ἀρχὰς καθηκόντως αἱρεῖσθαὶ τε τὸν βίον, ᾧ τῶν φευκτῶν οὐδὲν ἄπεστι, καὶ φεύγειν, πάντα τὰ αἱρετὰ πάρεστι; καίτοι παράλογον μέν, ὦ ἑταῖρε, καὶ τὸ φεύγειν τὸν βίον ἐν μηδενὶ κακῷ γενομένους· παραλογώτερον δέ, εἰ μὴ τυγχάνων τις τοῦ ἀδιαφόρου τάγαθὸν ἀφίησιν· ὅπερ οὗτοι ποιοῦσι, τὴν εὐδαιμονίαν προϊέμενοι καὶ τὴν ἀρετὴν παροῦσαν ἀνθʼ ὑγιείας καὶ ὁλοκληρίας, ὧν οὐ τυγχάνουσιν.
ἔνθʼ αὖτε Γλαύκῳ Κρονίδης φρένας ἐξέλετο Ζεύς,
ὅτι χρύσεια χαλκείων, ἑκατόμβοια ἐννεαβοίων ἔμελλε διαμείψεσθαι. καίτοι τὰ μὲν χάλκεα τῶν ὅπλων οὐχ ἧττον ἢ τὰ χρυσᾶ παρεῖχε χρείαν μαχομένοις, εὐπρέπεια δὲ σώματος καὶ ὑγίεια τοῖς Στωικοῖς οὔτε χρείαν οὔτʼ ὄνησίν τινα φέρει πρὸς εὐδαιμονίαν· ἀλλʼ ὅμως οὗτοι τῆς φρονήσεως ἀντικαταλλάττονται τὴν ὑγίειαν. καὶ γὰρ Ἡρακλείτῳ φασὶ καὶ Φερεκύδῃ καθήκειν ἄν, εἴπερ ἠδύναντο, τὴν ἀρετὴν ἀφεῖναι καὶ τὴν φρόνησιν, ὥστε παύσασθαι
φθειριῶντας καὶ ὑδρωπιῶντας· καὶ τῆς Κίρκης ἐγχεούσης δύο φάρμακα, τὸ μὲν ποιοῦν ἄφρονας ἐκ φρονίμων τὸ δʼ ὅνους φρονίμους ἑξ ἀφρόνων ἀνθρὡπων, οὐκ τὸν τὸν Ὀδυσσέα πιεῖν τὸ τῆς ἀφροσύνης μᾶλλον ἢ μεταβαλεῖν εἰς θηρίου μορφὴν τὸ εἶδος, ἔχοντα τὴν φρόνησιν καὶ μετὰ τῆς φρονήσεως δηλονότι τὴν εὐδαιμονίαν; καὶ ταῦτά φασιν αὐτὴν ὑφηγεῖσθαι καὶ παρακελεύεσθαι τὴν φρόνησιν
ἄφες με καὶ καταφρόνησον ἀπολλυμένης ἐμοῦ καὶ διαφθειρομένης εἰς ὄνου πρόσωπον.
ἀλλʼ ὄνου γε, φήσει τις, ἡ τοιαῦτα παραγγέλλουσα φρόνησίς ἐστιν, εἰ τὸ μὲν φρονεῖν καὶ εὐδαιμονεῖν ἀγαθόν ἐστι τὸ δʼ ὄνου περιφέρειν πρόσωπον ἀδιάφορον. ἔθνος εἶναί φασιν Αἰθιόπων, ὅπου κύων βασιλεύει καὶ βασιλεὺς προσαγορεύεται καὶ γέρα καὶ τιμὰς ἔχει βασιλέως, ἄνδρες; δὲ πράσσουσιν ἅπερ ἡγεμόσι πόλεων προσήκει καὶ ἄρχουσιν. ἆῤ οὖν παρὰ τοῖς Στωικοῖς ὁμοίως τὸ μὲν ὄνομα καὶ τὸ σχῆμα τἀγαθοῦ πάρεστι τῇ ἀρετῇ καὶ μόνην ταύτην αἱρετὸν καὶ ὠφέλιμον καὶ συμφέρον καλοῦσι, πράττουσι δὲ ταῦτα καὶ φιλοσοφοῦσι καὶ ζῶσι καὶ ἀποθνήσκουσιν, ὥσπερ ἀπὸ προστάγματος τῶν ἀδιαφόρων; καίτοι τὸν κύνα μὲν ἐκεῖνον οὐδεὶς Αἰθιόπων ἀποκτίννυσιν, ἀλλὰ σεμνῶς κάθηται προσκυνούμενος· οὗτοι δὲ τὴν ἀρετὴν ἀπολλύουσιν
ἑαυτῶν καὶ διαφθείρουσι, τῆς ὑγιείας περιεχόμενοι καὶ τῆς ἀπονίας.

ΔΙΑΔΟΥΜ. ἔοικε δʼ ἡμᾶς ἀπαλλάττειν τοῦ περὶ τούτων ἔτι πλείονα λέγειν ὁ κολοφὼν αὐτὸς, ὃν ὁ Χρύσιππος τοῖς δόγμασιν ἐπιτέθεικεν. ὄντων γὰρ ἐν τῇ φύσει τῶν μὲν ἀγαθῶν τῶν δὲ κακῶν τῶν δὲ καὶ μεταξὺ καὶ καλουμένων ἀδιαφόρων, οὐδεὶς ἔστιν ἀνθρώπων, ὃς οὐ βούλεται τἀγαθὸν ἔχειν μᾶλλον ἢ τὸ ἀδιάφορον καὶ τὸ ἀδιάφορον ἢ τὸ κακόν. ἀλλὰ καὶ τοὺς θεοὺς δήπου ποιούμεθα μάρτυρας, αἰτούμενοι ταῖς εὐχαῖς παρʼ αὐτῶν μάλιστα μὲν κτῆσιν ἀγαθῶν, εἰ δὲ μή, κακῶν ἀποφυγήν, τὸ δὲ μήτʼ ἀγαθὸν μήτε κακὸν ἀντὶ μὲν τἀγαθοῦ μὴ θέλοντες ἔχειν ἀντὶ δὲ τοῦ κακοῦ θέλοντες. ὁ δὲ τὴν φύσιν ἐναλλάττων καὶ τὴν τάξιν ἀναστρέφων ἐκ τῆς μέσης χώρας τὸ μέσον εἰς τὴν ἐσχάτην μετατίθησι, τὸ δʼ ἔσχατον εἰς τὴν μέσην ἐπανάγει καὶ μετοικίζει, καθάπερ οἱ τύραννοι τοῖς κακοῖς προεδρίαν διδοὺς καὶ νομοθετῶν πρῶτον διώκειν τάγαθὸν δεύτερον δὲ τὸ κακόν, ἔσχατον δὲ καὶ χείριστον ἡγεῖσθαι τὸ μήτʼ ἀγαθὸν μήτε κακόν· ὥσπερ εἴ τις μετὰ τὰ οὐράνια τὰ ἐν Ἅιδου τιθείη, τὴν δὲ γῆν καὶ τὰ περὶ γῆν εἰς τὸν τάρταρον ἀπώσειε

τῆλε μάλʼ, ἧχι βάθιστον ὑπὸ χθονὸς ἔστι βέρεθρον.
εἰπὼν οὖν ἐν τῷ τρίτῳ περὶ Φύσεως ὅτι
λυσιτελεῖ ζῆν ἄφρονα ἢ μὴ βιοῦν, κἂν μηδέποτε μέλλῃ φρονήσειν
ἐπιφέρει κατὰ λέξιν
τοιαῦτα γὰρ τἀγαθά ἐστι τοῖς ἀνθρώποις, ὥστε τρόπον τινὰ καὶ τὰ κακὰ τῶν ἄλλων ἀνὰ μέσον προτερεῖν· ἔστι δʼ οὐ ταῦτα προτεροῦντα, ἀλλʼ ὁ λόγος μεθʼ οὗ βιοῦν ἐπιβάλλει μᾶλλον, εἰ καὶ ἄφρονες; ἐσόμεθα
δῆλον οὖν, εἰ καὶ ἄδικοι, καὶ παράνομοι καὶ θεοῖς ἐχθροὶ καὶ κακοδαίμονες· οὐδὲν γὰρ ἄπεστι τούτων τοῖς ἀφρόνως βιοῦσιν. ἐπιβάλλει τοίνυν κακοδαιμονεῖν μᾶλλον ἢ μὴ κακοδαιμονεῖν καὶ βλάπτεσθαι μᾶλλον ἢ μὴ βλάπτεσθαι καὶ ἀδικεῖν ἢ μὴ ἀδικεῖν καὶ παρανομεῖν ἢ μὴ παρανομεῖν; τουτέστιν ἐπιβάλλει τὰ μὴ ἐπιβάλλοντα ποιεῖν καὶ καθήκει ζῆν καὶ παρὰ τὸ καθῆκον.
ναί χεῖρον γάρ ἐστι τὸ ἄλογον καὶ τὸ ἀναίσθητον εἶναι τοῦ ἀφραίνειν
εἶτα τί παθόντες οὐχ ὁμολογοῦσιν εἶναι κακόν, ὃ τοῦ κακοῦ χεῖρόν ἐστι; διὰ τί φευκτὸν ἀποφαίνουσι μόνον τὴν ἀφροσύνην, εἰ οὐχ ἧττον ἀλλὰ καὶ μᾶλλον ἐπιβάλλον ἐστὶ φεύγειν τὴν μὴ δεχομένην τὸ ἀφραίνειν διάθεσιν;

ΔΙΑΔΟΥΜ. ἀλλὰ τί ἄν τις ἐπὶ τούτοις δυσχεραίνοι, μεμνημένος ὧν ἐν τῷ δευτέρῳ περὶ Φύσεως γέγραφεν, ἀποφαίνων οὐκ ἀχρήστως τὴν κακίαν πρὸς τὰ ὅλα γεγενημένην; ἄξιον δʼ ἀναλαβεῖν τὸ δόγμα ταῖς

ἐκείνου λέξεσιν, ἵνα καὶ μάθῃς πως, οἱ τοῦ Ξενοκράτους καὶ Σπευσίππου κατηγοροῦντες ἐπὶ τῷ μὴ τὴν ὑγίειαν ἀδιάφορον ἡγεῖσθαι μηδὲ τὸν πλοῦτον ἀνωφελὲς ἐν τίνι τόπῳ τὴν κακίαν αὐτοὶ τίθενται καὶ τίνας λόγους περὶ αὐτῆς διεξίασιν
ἡ δὲ κακία πρὸς τὰ λοιπὰ συμπτώματα ἔχει ὅρον γίνεται γὰρ αὐτή πως κατὰ τὸν τῆς φύσεως λόγον καί, ἵνʼ οὕτως εἴπω, οὐκ ἀχρήστως γίγνεται πρὸς τὰ ὅλα· οὐδὲ γὰρ ἂν τἀγαθὸν ἦν.
οὐκοῦν ἐν θεοῖς ἀγαθὸν οὐδὲν ἔστιν, ἐπεὶ μηδὲ κακόν· οὐδέ, ὅταν ὁ Ζεὺς εἰς ἑαυτὸν ἀναλώσας τὴν ὕλην ἅπασαν εἷς γένηται καὶ τὰς ἄλλας ἀνέλῃ διαφοράς, οὐδὲν ἔστιν ἀγαθὸν τηνικαῦτα, μηδενός γε κακοῦ παρόντος· ἀλλὰ χοροῦ μὲν ἔστιν ἐμμέλεια μηδενὸς ἀπᾴδοντος ἐν αὐτῷ, καὶ σώματος ὑγίεια μηδενὸς μορίου νοσοῦντος ἀρετὴ δʼ ἄνευ κακίας οὐκ ἔχει γένεσιν, ἀλλʼ ὥσπερ ἐνίαις τῶν ἰατρικῶν δυνάμεων ἰὸς ὄφεως καὶ χολὴ ὑαίνης ἀναγκαῖόν ἐστιν, οὕτως ἐπιτηδειότης ἑτέρα τῇ Μελήτου μοχθηρίᾳ πρὸς τὴν Σωκράτους δικαιοσύνην καὶ τῇ Κλέωνος ἀναγωγίᾳ πρὸς τὴν Περικλέους καλοκἀγαθίαν πῶς δʼ ἂν εὗρεν ὁ Ζεὺς τὸν Ἡρακλέα φῦσαι καὶ τὸν Λυκοῦργον, εἰ μὴ καὶ Σαρδανάπαλον ἡμῖν ἔφυσε καὶ Φάλαριν; ὥρα λέγειν αὐτοῖς ὅτι καὶ φθίσις γέγονεν ἀνθρώπῳ πρὸς εὐεξίαν καὶ ποδάγρα πρὸς ὠκύτητα καὶ οὐκ ἂν ἦν
Ἀχιλλεὺς κομήτης, εἰ μὴ φαλακρὸς Θερσίτης. τί γὰρ διαφέρουσι τῶν ταῦτα ληρούντων καὶ φλυαρούντων οἱ λέγοντες μὴ ἀχρήστως γεγονέναι πρὸς τὴν ἐγκράτειαν τὴν ἀκολασίαν καὶ πρὸς τὴν δικαιοσύνην τὴν ἀδικίαν; ὅπως εὐχώμεθα τοῖς θεοῖς ἀεὶ μοχθηρίαν εἶναι
ψεύδεά θʼ αἱμυλίους τε λόγους καὶ ἐπίκλοπον ἦθος,
εἰ, τούτων ἀναιρεθέντων, οἴχεται φροῦδος ἡ ἀρετὴ καὶ συναπόλωλεν.

ΔΙΑΔΟΥΜ. ἢ βούλει τὸ ἣδιστον αὐτοῦ τῆς γλαφυρίας καὶ πιθανότητος ἱστορῆσαι;

ὥσπερ γὰρ αἱ κωμῳδίαι
φησὶν
ἐπιγράμματα γελοῖα φέρουσιν, ἃ καθʼ αὑτὰ μέν ἐστι φαῦλα τῷ δʼ ὅλῳ ποιήματι χάριν τινὰ προστίθησιν, οὕτω ψέξειας ἂν αὐτὴν ἐφʼ ἑαυτῆς τὴν κακίαν· τοῖς δʼ ὅλοις οὐκ ἄχρηστός ἐστι.
πρῶτον μὲν οὖν τὴν κακίαν γεγονέναι κατὰ τὴν τοῦ θεοῦ πρόνοιαν, ὥσπερ τὸ φαῦλον ἐπίγραμμα γέγονε κατὰ τὴν τοῦ ποιητοῦ βούλησιν, πᾶσαν ἐπίνοιαν ἀτοπίας ὑπερβάλλει. τί γὰρ μᾶλλον ἀγαθῶν ἢ κακῶν δοτῆρες ἔσονται; πῶς δʼ ἔτι θεοῖς ἐχθρὸν ἡ κακία καὶ θεομισές; ἢ τί πρὸς τὰ τοιαῦτα δυσφημήματα λέγειν ἕξομεν, ὡς
  1. θεὸς μὲν αἰτίαν φύει βροτοῖς,
  2. ὅταν κακῶσαι δῶμα παμπήδην θέλῃ
καί
τίς τʼ ἂρ σφῶε θεῶν ἔριδι ξυνέηκε μάχεσθαι;
ἔπειτα δὲ τὸ μὲν φαῦλον ἐπίγραμμα τὴν κωμῳδίαν κοσμεῖ καὶ συνεργεῖ πρὸς τὸ τέλος αὐτῆς, ἐφιεμένης τοῦ γελοίου ἢ κεχαρισμένου τοῖς θεαταῖς· ὁ δὲ πατρῷος καὶ ὕπατος καὶ θεμίστιος Ζεὺς καὶ ἀριστοτέχνας, κατὰ Πίνδαρον, οὐ δρᾶμα δήπου μέγα καὶ ποικίλον καὶ πολυμερὲς δημιουργῶν τὸν κόσμον, ἀλλὰ θεῶν καὶ ἀνθρώπων ἄστυ κοινόν, συννεμησομένων μετὰ δίκης καὶ ἀρετῆς ὁμολογουμένως καὶ μακαρίως, τί πρὸς τὸ κάλλιστον τοῦτο καὶ σεμνότατον τέλος ἐδεῖτο λῃστῶν καὶ ἀνδροφόνων καὶ πατροκτόνων καὶ τυράννων; οὐ γὰρ ἡδὺ τῷ θείῳ καὶ κομψὸν ἡ κακία γέγονεν ἐπεισόδιον, οὐδὲ διʼ εὐτραπελίαν ἡ ἀδικία καὶ γέλωτα καὶ βωμολοχίαν προστέτριπται τοῖς πράγμασιν, ὑφʼ ὧν οὐδʼ ὄναρ ἰδεῖν ἔστι τῆς ὑμνουμένης ὁμολογίας. ἔτι τὸ μὲν φαῦλον ἐπίγραμμα τοῦ ποιήματος πολλοστημόριόν ἐστι καὶ μικρὸν ἐπέχει παντάπασιν ἐν τῇ κωμῳδίᾳ χωρίον, καὶ οὔτε πλεονάζει τὰ τοιαῦτα οὔτε τῶν εὖ πεποιῆσθαι δοκούντων ἀπόλλυσι καὶ λυμαίνεται τὴν χάριν· τῆς δὲ κακίας ἀναπέπλησται πάντα πράγματα καὶ πᾶς ὁ βίος εὐθὺς ἐκ παρόδου καὶ ἀρχῆς ἄχρι κορωνίδος ἀσχημονῶν καὶ ἐκπίπτων καὶ
ταραττόμενος καὶ μηδὲν ἔχων μέρος καθαρὸν μηδʼ ἀνεπίληπτον, ὡς οὗτοι λέγουσιν, αἴσχιστόν ἐστι δραμάτων ἁπάντων καὶ ἀτερπέστατον.

ΔΙΑΔΟΥΜ. ὅθεν ἡδέως ἂν πυθοίμην, πρὸς τί γέγονεν εὔχρηστος ἡ κακία τοῖς ὅλοις. οὐ γὰρ δὴ πρὸς τὰ οὐράνια καὶ θεῖα, φήσει. γελοῖον γὰρ εἰ, μὴ γενομένης ἐν ἀνθρώποις μηδʼ οὔσης κακίας καὶ ἀπληστίας καὶ ψευδολογίας μηδʼ ἀλλήλους ἡμῶν ἀγόντων καὶ φερόντων καὶ συκοφαντούντων καὶ φονευόντων, οὐκ ἂν ἐβάδιζεν ὁ ἥλιος τὴν τεταγμένην πορείαν οὐδʼ ἂν ὥραις ἐχρῆτο καὶ περιόδοις καιρῶν ὁ κόσμος οὐδʼ ἡ γῆ τὴν μέσην χώραν ἔχουσα τοῦ παντὸς ἀρχὰς πνευμάτων ἐνεδίδου καὶ ὄμβρων. ἀπολείπεται τοίνυν πρὸς ἡμᾶς καὶ τὰ ἡμέτερα τὴν κακίαν εὐχρήστως γεγονέναι καὶ τοῦτʼ ἴσως οἱ ἄνδρες λέγουσιν. ἆῤ οὖν ὑγιαίνομεν μᾶλλον κακοὶ ὄντες, ἔτι δὲ μᾶλλον εὐποροῦμεν τῶν ἀναγκαίων; πρὸς δὲ κάλλος ἡμῖν ἢ πρὸς ἰσχὺν εὔχρηστος ἡ κακία γέγονεν; οὔ φασιν. εἰ δὲ τῆς ἀρετῆς ἐστιν

ὄνομα μόνον καὶ δόκημα νυκτερωπὸν ἐννύχων
σοφιστῶν οὐδʼ ὥσπερ ἡ κακία πᾶσιν ῦπαρ ἔκκειται καὶ πᾶσιν ἐναργὴς· οὐδενὸς ἔσται χρηστοῦ μεταλαβεῖν, ἥκιστα δʼ ἀρετῆς, ὦ θεοί, διʼ ἣν γεγόναμεν. εἶτʼ οὐ δεινόν, εἰ γεωργῷ μὲν καὶ κυβερνήτῃ καὶ ἡνιόχῳ τὰ εὔχρηστα φορὰ, καὶ συνεργὰ πρὸς τὸ οἰκεῖόν ἐστι τέλος, τὸ δʼ ὑπὸ τοῦ θεοῦ πρὸς ἀρετὴν γεγονὸς ἀπολώλεκε
τὴν ἀρετὴν καὶ διέφθαρκεν; ἀλλʼ ἴσως ἤδη καιρὸς ἐπʼ ἄλλο τρέπεσθαι, τοῦτο δʼ ἀφεῖναι.

ΛΑΜΠΡ. Οὐδαμῶς, ὦ φίλος, ἐμὴν χάριν ἐπιθυμῶ γὰρ πυθέσθαι, τίνα δὴ τρόπον οἱ ἄνδρες τὰ κακὰ τῶν ἀγαθῶν καὶ τὴν κακίαν τῆς ἀρετῆς προεισάγουσιν.

ΔΙΑΔΟΥΜ. Ἀμέλει καὶ ἄξιον, ὦ ἑταῖρε πολὺς μὲν γὰρ ὁ ψελλισμὸς αὐτῶν, τέλος δὲ τὴν μὲν φρόνησιν ἐπιστήμην ἀγαθῶν καὶ κακῶν οὖσαν, ἀναιρεθέντων τῶν κακῶν, καὶ παντάπασιν ἀναιρεῖσθαι λέγουσιν· ὡς δʼ ἀληθῶν ὄντων ἀδύνατον μὴ καὶ ψευδῆ τινα εἶναι, παραπλησίως οἴονται προσήκειν, ἀγαθῶν ὑπαρχόντων, καὶ κακὰ ὑπάρχειν.

ΛΑΜΠΡ. . ἀλλὰ τοῦτο μὲν οὐ φαύλως λέλεκται, τὸ δʼ ἕτερον οἶμαι μηδʼ ἐμὲ λανθάνειν. ὁρῶ γὰρ διαφοράν, τὸ μὲν οὐκ ἀληθὲς εὐθὺς ψεῦδός ἐστιν, οὐ μὴν εὐθὺς κακὸν τὸ μὴ ἀγαθόν. ὅθεν ἀληθῶν μὲν καὶ ψευδῶν οὐδέν ἐστι μέσον, ἀγαθῶν δὲ καὶ κακῶν τὸ ἀδιάφορον. καὶ οὐκ ἀνάγκη ταῦτα συνυπάρχειν ἐκείνοις· ἐξήρκει γὰρ τὴν φύσιν ἔχειν τἀγαθόν, τοῦ κακοῦ μὴ δεομένην, ἀλλὰ τὸ μήτʼ ἀγαθὸν μήτε κακὸν ἔχουσαν. πρὸς δὲ τὸν πρότερον λόγον εἴ τι λέγεται παρʼ ὑμῶν, ἀκουστέον.

ΔΙΑΔΟΥΜ. Ἀλλὰ πολλὰ μὲν λέγεται, τὰ δὲ νῦν τοῖς ἀναγκαίοις χρηστέον. πρῶτον μὲν οὖν

εὔηθες οἴεσθαι φρονήσεως ἕνεκα γένεσιν κακῶν ὑποστῆναι καὶ ἀγαθῶν. ὄντων γὰρ ἀγαθῶν καὶ κακῶν ἐπιγίνεται φρόνησις, ὥσπερ ἰατρικὴ νοσερῶν ὑποκειμένων καὶ ὑγιεινῶν. οὐ γὰρ τάγαθὸν ὑφίσταται καὶ τὸ κακόν, ἵνα γένηται φρόνησις, ἀλλʼ ᾗ τἀγαθὸν καὶ τὸ κακὸν ὄντα καὶ ὑφεστῶτα κρίνομεν, ὠνομάσθη φρόνησις· ὥσπερ ὄψις ἡ λευκῶν καὶ μελάνων, αἴσθησις, οὐ γενομένων ὅπως ἔχοιμεν ὄψιν ἡμεῖς, ἀλλὰ μᾶλλον ἡμῶν πρὸς τὸ,τὰ τοιαῦτα κρίνειν ὄψεως δεηθέντων. δεύτερον, ὅταν ἐκπυρώσωσι τὸν κόσμον οὗτοι, κακὸν μὲν οὐδʼ ὁτιοῦν ἀπολείπεται, τὸ δʼ ὅλον φρόνιμόν ἐστι τηνικαῦτα καὶ σοφόν· ἔστι τοίνυν φρόνησις, οὐκ ὄντος κακοῦ· καὶ οὐκ ἀνάγκη κακὸν ὑπάρχειν, εἰ φρόνησις ἔνι. εἰ δὲ δὴ πάντως δεῖ τὴν φρόνησιν ἀγαθῶν εἶναι καὶ κακῶν ἐπιστήμην, τί δεινόν, εἰ τῶν κακῶν ἀναιρεθέντων οὐκ ἔσται φρόνησις ἑτέραν τʼ ἀντʼ ἐκείνης ἀρετὴν ἕξομεν, οὐκ ἀγαθῶν καὶ κακῶν ἀλλʼ ἀγαθῶν μόνων ἐπιστήμην οὖσαν; ὥσπερ εἰ τῶν χρωμάτων τὸ μέλαν ἐξαπόλοιτο παντάπασιν, εἶτά τις βιάζοιτο καὶ τὴν ὄψιν ἀπολωλέναι, λευκῶν γὰρ οὐκ εἶναι καὶ μελάνων αἴσθησιν τί κωλύει φάναι πρὸς αὐτόν, ὅτι δεινὸν οὐδέν, εἰ τὴν μὲν ὑπὸ σοῦ λεγομένην ὄψιν οὐκ ἔχομεν, ἄλλη δὲ πάρεστιν ἀντʼ ἐκείνης αἴσθησις ἡμῖν καὶ δύναμις, λευκῶν ἀντιλαμβανόμεθα καὶ μὴ λευκῶν χρωμάτων; ἐγὼ μὲν γὰρ οὔτε γεῦσιν οἶμαι φροῦδον ἂν γενέσθαι, πικρῶν ἐπιλιπόντων,
οὔθʼ ἁφήν, ἀλγηδόνος ἀναιρεθείσης, οὔτε φρόνησιν, κακοῦ μὴ παρόντος· ἀλλʼ ἐκείνας τε μένειν αἰσθήσεις γλυκέων καὶ ἡδέων καὶ τῶν μὴ τοιούτων ἀντιλαμβανομένας, ταύτην τε τὴν φρόνησιν ἀγαθῶν καὶ μὴ ἀγαθῶν ἐπιστήμην οὖσαν. οἷς δὲ μὴ δοκεῖ, τοὔνομα λαβόντες ἀπολιπέτωσαν ἡμῖν τὸ πρᾶγμα.

ΔΙΑΔΟΥΜ. χωρὶς δὲ τούτων, τί ἐκώλυε τοῦ μὲν κακοῦ νόησιν εἶναι τοῦ δʼ ἀγαθοῦ καὶ ὕπαρξιν; ὥσπερ οἶμαι καὶ τοῖς θεοῖς ὑγιείας μὲν ἔστι παρουσία, πυρετοῦ δὲ καὶ πλευρίτιδος νόησις. ἐπεὶ καὶ ἡμεῖς, κακῶν μὲν ἀφθόνως πᾶσι παρόντων ἀγαθοῦ δὲ μηδενός, ὡς οὗτοι λέγουσιν, ἀλλὰ τοῦ γε νοεῖν οὐκ ἀπολελείμμεθα τὴν φρόνησιν τἀγαθὸν τὴν εὐδαιμονίαν. ὃ καὶ θαυμαστόν ἐστιν εἰ, τῆς μὲν ἀρετῆς μὴ παρούσης, εἰσὶν οἱ διδάσκοντες ὁποῖόν ἐστι καὶ κατάληψιν ἐμποιοῦντες τῆς κακίας δὲ μὴ γενομένης, οὐ δυνατὸν ἦν κτήσασθαι νόησιν. ὅρα γὰρ οἷα πείθουσιν ἡμᾶς οἱ κατὰ τὰς ἐννοίας φιλοσοφοῦντες, ὅτι τῇ μὲν ἀφροσύνῃ καταλαμβάνομεν τὴν φρόνησιν, ἡ δὲ φρόνησις ἄνευ τῆς ἀφροσύνης οὔθʼ ἑαυτὴν οὔτε τὴν ἀφροσύνην καταλαμβάνειν πέφυκεν.

ΔΙΑΔΟΥΜ. εἰ δὲ δὴ πάντως ἐδεῖτο κακοῦ γενέσεως ἡ φύσις, ἓν ἦν δήπου παράδειγμα κακίας ἱκανὸν ἢ δεύτερον· εἰ δὲ βούλει, δέκα φαύλους ἢ χιλίους ἢ μυρίους ἔδει γενέσθαι, καὶ μὴ κακίας μὲν φορὰν τοσαύτην τὸ πλῆθος

  1. οὐ ψάμμος, ἢ κόνις, ἢ πτερὰ ποικιλοθρόων οἰωνῶν
  2. τόσσον ἂν χεύαιτʼ ἀριθμόν
ἀρετῆς δὲ μηδʼ ἐνύπνιον. οἱ μὲν γὰρ ἐν Σπάρτῃ τῶν φιδιτίων ἐπιμελόμενοι δύο ἢ τρεῖς ἐπίτηδες εἵλωτας ἐμπεφορημένους ἀκράτου καὶ μεθύοντας εἰσάγοντες εἰς κοινὸν ἐπιδείκνυνται τοῖς νέοις, ὁποῖόν ἐστι τὸ μεθύειν, ὅπως φυλάττωνται καὶ σωφρονῶσιν ἐν δὲ τῷ βίῳ τὰ πολλὰ ταῦτα τῆς κακίας γέγονε παραδείγματα· νήφων γὰρ οὐδὲ εἷς ἐστι πρὸς ἀρετήν, ἀλλὰ ῥεμβόμεθα πάντες, ἀσχημονοῦντες καὶ κακοδαιμονοῦντες οὕτως ὁ λόγος ἡμᾶς μεθύσκει καὶ τοσαύτης καταπίμπλησι ταραχῆς καὶ παραφροσύνης, οὐδὲν ἀπολείποντας τῶν κυνῶν, ἅς φησιν Αἴσωπος δερμάτων τινῶν ἐμπλεόντων ἐφιεμένας ὁρμῆσαι μὲν ἐκπίνειν τὴν θάλασσαν, ῥαγῆναι δὲ πρότερον ἢ τῶν δερμάτων λαβέσθαι καὶ γὰρ ἡμᾶς ὁ λόγος ἐλπίζοντας εὐδαιμονήσειν διʼ αὐτοῦ καὶ τῇ ἀρετῇ προσοίσεσθαι, πρὶν ἐπʼ ἐκείνην ἀφικέσθαι, διέφθαρκε καὶ ἀπολώλεκε, πολλῆς ἀκράτου καὶ πικρᾶς κακίας προεμφορηθέντας εἴ γε δὴ καὶ τοῖς ἐπʼ ἄκρον προκόπτουσιν, ὡς οὗτοι λέγουσιν, οὔτε κουφισμὸς οὔτʼ ἄνεσις ἔστιν οὔτʼ ἀναπνοὴ τῆς ἀβελτερίας καὶ κακοδαιμονίας

ΔΙΑΔΟΥΜ. ὁ τοίνυν λέγων οὐκ ἀχρήστως γεγονέναι τὴν κακίαν, ὅρα πάλιν οἷον αὐτὴν ἀποδείκνυσι

χρῆμα καὶ κτῆμα τοῖς ἔχουσι, γράφων ἐν τοῖς περὶ Κατορθωμάτων ὡς
ὁ φαῦλος οὐδενὸς· δεῖται, οὐδενὸς ἔχει χρείαν· οὐδέν ἐστιν αὐτῷ χρήσιμον, οὐδὲν οἰκεῖον, οὐδὲν ἁρμόττον.
πῶς οὖν εὔχρηστος ἡ κακία, μεθʼ ἧς οὐδʼ ὑγίεια χρήσιμον οὐδὲ πλῆθος χρημάτων οὐδὲ προκοπή; οὐ δεῖται δέ τις ὧν· τὰ μὲν προηγμένα· καὶ ληπτὰ καὶ νὴ Δίʼ εὔχρηστα, τὰ δὲ κατὰ φύσιν, ὡς αὐτοὶ καλοῦσιν; εἶτα τούτων οὐδεὶς ἔχει χρείαν, ἂν μὴ γένηται σοφός. οὐδὲ τοῦ σοφὸς οὖν γενέσθαι χρείαν ἔχει ὁ φαῦλος. οὐδὲ διψῶσιν οὐδὲ πεινῶσιν ἄνθρωποι, πρὶν σοφοὶ γενέσθαι· διψῶντες οὖν ὕδατος οὐκ ἔχουσι χρείαν οὐδʼ ἄρτου πεινῶντες.
  1. ἔστε ξένοισι μειλίχοις ἐοικότες
  2. στέγης τε μοῦνον καὶ πυρὸς κεχρημένοις·
οὗτος οὐκ εἶχε χρείαν ὑποδοχῆς; οὐδὲ χλαίνης ἐκεῖνος ὁ λέγων
δὸς χλαῖναν Ἱππώνακτι κάρτα γὰρ ῥιγῶ;
ἀλλὰ βούλει παράδοξον εἰπεῖν τι καὶ περιττὸν καὶ ἴδιον; λέγε τὸν σοφὸν μηδενὸς ἔχειν χρείαν μηδὲ δεῖσθαί τινος, ἐκεῖνος ὄλβιος, ἐκεῖνος ἀπροσδεής, ἐκεῖνος αὐτάρκης μακάριος τέλειος. νυνὶ δὲ τίς ὁ ἴλιγγος οὗτος τὸν μὲν ἀνενδεᾶ δεῖσθαι ὧν ἔχει ἀγαθῶν, τὸν δὲ φαῦλον ἐνδεᾶ μὲν εἶναι πολλῶν δεῖσθαι δὲ μηδενός; τουτὶ γὰρ λέγει Χρύσιππος, ὡς
οὐ δέονται μὲν ἐνδέονται δʼ οἱ φαῦλοι,
πεττῶν δίκην δεῦρο κἀκεῖ τὰς κοινὰς ἐννοίας μετατιθείς. πάντες γὰρ ἄνθρωποι τὸ δεῖσθαι πρότερον εἶναι τοῦ ἐνδεῖσθαι νομίζουσιν, ἡγούμενοι τὸν οὐχ ἑτοίμων οὐδʼ εὐπορίστων δεόμενον ἐνδεῖσθαι. κεράτων γοῦν καὶ πτερῶν οὐδεὶς ἐνδεὴς ἄνθρωπός ἐστιν, ὅτι μηδὲ δεῖται τούτων· ἀλλʼ ὅπλων ἐνδεεῖς, λέγομεν καὶ χρημάτων καὶ ἱματίων, ὅταν ἐν χρείᾳ γενόμενοι μὴ τυγχάνωσι μηδʼ ἔχωσιν. οἱ δʼ οὕτως ἐπιθυμοῦσιν ἀεί τι παρὰ τὰς κοινὰς ἐννοίας φαίνεσθαι λέγοντες, ὥστε πολλάκις ἐξίστασθαι καὶ τῶν ἰδίων ἐπιθυμίᾳ καινολογίας, ὥσπερ ἐνταῦθα.