De Stoicorum repugnantiis
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
καὶ τὸ δόγμα τοῦτο τοῖς κυριωτάτοις ἑπόμενὸν ἐστι, καὶ Χρύσιππος, εἰ καὶ πολλὰ πρὸς τοὐναντίον γέγραφε, δῆλός ἐστι προστιθέμενος τῷ μήτε κακίαν κακίας ἢ ἁμαρτίαν ἁμαρτίας ὑπερέχουσαν εἶναι μήτʼ ἀρετὴν ἀρετῆς ἢ κατόρθωσιν κατορθώσεως· ὃς γέ φησιν ἐν τῷ τρίτῳ περὶ Φύσεως ὥσπερ τῷ Διὶ προσήκει σεμνύνεσθαι ἐπʼ αὑτῷ τε καὶ τῷ βίῳ καὶ μέγα φρονεῖν καί, εἰ δεῖ οὕτως εἰπεῖν, ὑψαυχενεῖν καὶ κομᾶν καὶ μεγαληγορεῖν, ἀξίως βιοῦντι μεγαληγορίας· οὕτω τοῖς ἀγαθοῖς πᾶσι ταῦτα προσήκει, κατʼ οὐθὲν προεχομένοις ὑπὸ τοῦ Διός. ἀλλʼ αὐτός γε πάλιν ἐν τῷ τρίτῳ περὶ Δικαιοσύνης φησὶν ὅτι τὴν δικαιοσύνην ἀναιροῦσιν οἱ τέλος ὑποτιθέμενοι τὴν ἡδονήν, οἱ δὲ μόνον ἀγαθὸν εἶναι λέγοντες οὐκ ἀναιροῦσιν· ἔστι δὲ ταυτὶ τὰ κατὰ λέξιν τάχα γὰρ ἀγαθοῦ αὐτῆς ἀπολειπομένης τέλους δὲ μή, τῶν δὲ διʼ αὑτῶν αἱρετῶν ὄντος καὶ τοῦ καλοῦ, σῴζοιμεν ἂν τὴν δικαιοσύνην, μεῖζον ἀγαθὸν ἀπολιπόντες τὸ καλὸν καὶ τὸ δίκαιον τῆς ἡδονῆς. ἀλλʼ εἴπερ μόνον τὸ καλὸν ἀγαθόν ἐστιν, ἁμαρτάνει μὲν ὁ τὴν ἡδονὴν ἀγαθὸν ἀποφαίνων, ἧττον δʼ ἁμαρτάνει τοῦ καὶ τέλος αὐτὴν ποιοῦντος· ἀναιρεῖ οὗτος
τὴν δικαιοσύνην ἐκεῖνος δὲ σῴζει· καὶ κατὰ τοῦτον ἡ κοινωνία φροῦδός ἐστι καὶ ἀπόλωλεν, ὁ δὲ χρηστότητι καὶ φιλανθρωπίᾳ χώραν δίδωσιν. ἔτι τὸ μὲν λέγειν αὐτὸν ἐν τῷ περὶ τοῦ Διὸς αὔξεσθαι τὰς ἀρετὰς καὶ διαβαίνειν ἀφίημι μὴ δόξω τῶν ὀνομάτων ἐπιλαμβάνεσθαι, καίτοι πικρῶς ἐν τῷ γένει τούτῳ καὶ Πλάτωνα καὶ τοὺς ἄλλους τοῦ Χρυσίππου δάκνοντος. ἐπαινεῖν δὲ μὴ πᾶν τὸ πραττόμενον κατʼ ἀρετὴν κελεύων ἐμφαίνει τινὰ τῶν κατορθωμάτων διαφοράν· λέγει δʼ οὕτως ἐν τῷ περὶ τοῦ Διὸς ἔργων γὰρ κατὰ τὰς ἀρετὰς ὄντων οἰκεῖον ἐστὶ τὰ προενεχθέντα καὶ τούτων, οἷον ἀνδρείως τὸν δάκτυλον ἐκτεῖναι καὶ ἐγκρατῶς ἀποσχέσθαι δυσθανατώσης γραὸς καὶ ἀπροπτώτως ἀκοῦσαι τοῦ τὰ τρία τέσσαρα μὴ εἶναι τελέως τινʼ ἐμφαίνει ψυχρίαν ὁ διὰ τῶν τοιούτων ἐπαινεῖν τινας ἐγχειρῶν καὶ ἐγκωμιάζειν ὅμοια δʼ εἴρηται τούτοις ἐν τῷ τρίτῳ περὶ Θεῶν· ἔτι γὰρ οἶμαι φησὶ τοὺς ἐπαίνους ἀλλοτριώσεσθαι κατὰ τὰ τοιαῦτα τῶν συμβαινόντων ἀπʼ ἀρετῆς, οἷον δυσθανατώσης γραὸς ἀποσχέσθαι καὶ καρτερῶς ὑπομεῖναι μυίας δηγμόν τίνʼ οὖν οὗτος ἄλλον κατήγορον περιμένει τῶν αὑτοῦ δογμάτων; εἰ γὰρ ψυχρός; ἐστιν ὁ ταῦτʼ ἐπαινῶν, πολλῷ δήπου ψυχρότερος ὁ τούτων ἕκαστον κατόρθωμα καὶ μέγα καὶ μέγιστον εἶναι τιθέμενος· εἰ γὰρ ἴσον ἐστὶ --- τὸ ἀνδρείως δῆγμα μυίας ἐνεγκεῖν καὶ τὸ σωφρόνως ἀποσχέσθαι τῆς γραός, οὐδὲν οἶμαι διαφέρει τὸν σπουδαῖον ἀπὸ τούτων ἢ ἀπʼ ἐκείνων ἐπαινεῖσθαι. ἔτι τοίνυν ἐν τῷ δευτέρῳ περὶ fili/as διδάσκων ὡς οὐκ ἐπὶ πᾶσι δεῖ τοῖς ἁμαρτήμασι τὰς φιλίας διαλύεσθαι, ταύταις κέχρηται ταῖς λέξεσι προσήκει γὰρ τὰ μὲν ὅλως παραπέμπεσθαι τὰ δὲ μικρᾶς ἐπιστροφῆς τυγχάνειν, τὰ δὲ καὶ ἐπὶ μεῖζον τὰ δʼ ὅλως διαλύσεως ἀξιοῦσθαι ὃ δὲ τούτου μεῖζόν ἐστιν, ἐν ταὐτῷ φησιν ὅτι τοῖς μὲν ἐπὶ πλεῖον τοῖς δʼ ἐπʼ ἔλαττον συμβαλοῦμεν, ὥστε τοὺς μὲν μᾶλλον τοὺς δʼ ἧττον φίλους εἶναι· ἐπὶ πολὺ δὲ τῆς τοιαύτης παραλλαγῆς γενομένης, οἱ μὲν τοσαύτης οἱ δὲ τοσαύτης γίγνονται φιλίας ἄξιοι· καὶ οἱ μὲν ἐπὶ τοσοῦτον οἱ δὲ ἐπὶ τοσοῦτον πίστεως καὶ τῶν ὁμοίων καταξιωθήσονται. τί γὰρ ἄλλο πεποίηκεν ἐν τούτοις ἢ καὶ τούτων μεγάλας διαφορὰς ἀπολέλοιπε; καὶ μὴν ἐν τῷ περὶ Καλοῦ, πρὸς ἀπόδειξιν τοῦ μόνον τὸ καλὸν ἀγαθὸν εἶναι, τοιούτοις λόγοις κέχρηται τἀγαθὸν αἱρετόν, τὸ δʼ αἱρετὸν ἀρεστόν, τὸ δʼ ἀρεστὸν ἐπαινετόν, τὸ δʼ ἐπαινετὸν καλόν· καὶ πάλιν τἀγαθὸν χαρτόν, τὸ δὲ χαρτὸν σεμνόν, τὸ δὲ σεμνὸν καλόν οὗτοι δʼ οἱ λόγοι μάχονται πρὸς ἐκεῖνον· εἴτε γὰρ πᾶν ἀγαθὸν ἐπαινετόν ἐστι, καὶ τὸ σωφρόνως; ἀποσχέσθαι τῆς γραὸς ἐπαινετὸν ἂν εἴη· ἢ πᾶν ἀγαθὸν οὔτε σεμνὸν οὔτε χαρτόν, ἀλλʼ οἴχεται ὁ λόγος. πῶς γὰρ οἷόν τε τὸ μὲν ἄλλους ἀπὸ τῶν τοιούτων ἐπαινεῖν ψυχρὸν εἶναι, τὸ δʼ αὐτὸν ἐπὶ τοῖς τοιούτοις χαίρειν καὶ σεμνύνεσθαι μὴ καταγέλαστον;πολλαχοῦ μὲν οὖν τοιοῦτός ἐστιν· ἐν δὲ ταῖς πρὸς,· ἑτέρους ἀντιλογίαις ἥκιστα φροντίζει τοῦ μηδὲν εἰπεῖν ἐναντίον ἑαυτῷ καὶ διάφωνον. ἐν γοῦν τοῖς περὶ τοῦ Προτρέπεσθαι τοῦ Πλάτωνος ἐπιλαμβανόμενος, λέγοντος ὅτι τῷ μηδὲ μαθόντι μηδʼ ἐπισταμένῳ ζῆν λυσιτελεῖ μὴ ζῆν, ταῦτʼ εἴρηκε κατὰ λέξιν ὁ γὰρ τοιοῦτος λόγος καὶ ἑαυτῷ μάχεται καὶ ἥκιστʼ ἐστὶ προτρεπτικός. πρῶτον γὰρ παραδεικνύων ὅτι κράτιστον ἡμῖν ἐστι τὸ μὴ ζῆν καὶ τρόπον τινὰ ἀποθνήσκειν ἀξιῶν, πρὸς ἕτερά τινα μᾶλλον ἡμᾶς προύτρεψεν ἢ τὸ φιλοσοφεῖν οὐ γὰρ ἔστι μὴ ζῶντα φιλοσοφεῖν οὐδὲ μὴ πολὺν χρόνον ἐπιζήσαντα κακῶς; καὶ ῥᾳθύμως φρόνιμον γενέσθαι. καὶ προελθὼν δέ φησιν ὅτι καὶ τοῖς φαύλοις καθήκει μένειν ἐν τῷ ζῆν· εἶτα κατὰ λέξιν πρῶτον γὰρ ἡ ἀρετὴ ψιλῶς οὐδέν ἐστι πρὸς τὸ ζῆν ἡμᾶς, οὕτω δʼ οὐδʼ ἡ κακία οὐδέν ἐστι πρὸς τὸ δεῖν ἡμᾶς ἀπιέναι καὶ μὴν οὐχ ἕτερα δεῖ βιβλία διειλῆσαι, τοῦ Χρυσίππου τὴν πρὸς αὑτὸν ἐνδεικνυμένους
μάχην· ἀλλʼ ἐν αὐτοῖς τούτοις ποτὲ μὲν τοῦ Ἀντισθένους ἐπαινῶν φαίνεται τὸ δεῖν κτᾶσθαι νοῦν ἢ βρόχον καὶ τοῦ Τυρταίου τὸπρὶν ἀρετῆς πελάσαι τέρμασιν ἢ θανάτου·καίτοι τί ταῦτα βούλεται δηλοῦν ἄλλο, πλὴν ὅτι τὸ μὴ ζῆν λυσιτελέστερόν ἐστι τοῦ ζῆν τοῖς κακοῖς καὶ ἀνοήτοις; ποτὲ δὲ τὸν Θέογνιν ἐπανορθούμενος οὐκ ἔδει φησὶν εἰπεῖν χρὴ πενίην φεύγοντα, μᾶλλον δὲ
τί οὖν ἄλλο δόξειεν ἂν ποιεῖν ἢ ταὐτὰ πράγματα καὶ δόγματα παρεγγράφειν αὐτός, ἑτέρων δὲ γραφόντων ἐξαλείφειν, Πλάτωνι μὲν ἐγκαλῶν ὅτι τοῦ κακῶς ζῆν καὶ ἀμαθῶς τὸ μὴ ζῆν ἀποδείκνυσι λυσιτελέστερον, Θεόγνιδι δὲ συμβουλεύων κατακρημνίζειν καὶ καταποντίζειν ἑαυτὸν ὑπὲρ τοῦ ἀποφυγεῖν τὴν κακίαν; Ἀντισθένη μὲν γὰρ ἐπαινῶν ὅτι τοὺς μὴ νοῦν ἔχοντας εἰς βρόχον συνήλαυνεν, αὑτὸν αὐτὸς ἔψεγεν, εἰπόντα μηδὲν εἶναι τὴν κακίαν πρὸς τὸ ἐκ τοῦ ζῆν ἡμᾶς ἀπαλλάττειν.
- χρὴ κακίαν φεύγοντα, καὶ ἐς βαθυκήτεα πόντον
- ῥιπτεῖν καὶ πετρῶν, Κύρνε, κατʼ ἠλιβάτων.
ἐν δὲ τοῖς πρὸς αὐτὸν Πλάτωνα περὶ Δικαιοσύνης εὐθὺς ἐξ ἀρχῆς ἐνάλλεται τῷ περὶ θεῶν λόγῳ καί φησιν οὔτʼ ὀρθῶς ἀποτρέπειν τῷ ἀπὸ
τῶν θεῶν φόβῳ τῆς ἀδικίας τὸν Κέφαλον, εὐδιάβλητὸν τʼ εἶναι καὶ πρὸς τοὐναντίον ἐξάγοντα πολλοὺς περισπασμοὺς καὶ πιθανότητας ἀντιπιπτούσας τὸν περὶ τῶν ὑπὸ τοῦ θεοῦ κολάσεων λόγον, ὡς οὐδὲν διαφέροντα τῆς Ἀκκοῦς καὶ τῆς Ἀλφιτοῦς, διʼ ὧν τὰ παιδάρια τοῦ κακοσχολεῖν αἱ γυναῖκες ἀνείργουσιν οὕτω δὲ διασύρας τὰ τοῦ Πλάτωνος ἐπαινεῖ πάλιν ἐν ἄλλοις καὶ προφέρεται τὰ τοῦ Εὐριπίδου ταυτὶ πολλάκιςκαὶ ὁμοίως ἐν τῷ πρώτῳ περὶ Δικαιοσύνης τὰ Ἡσιόδεια ταυτὶ προενεγκάμενος
- ἀλλʼ ἔστι, κεἴ τις ἐγγελᾷ λόγῳ,
- Ζεὺς καὶ θεοὶ βρότεια λεύσσοντες πάθη·
ταῦτά φησι τοὺς θεοὺς ποιεῖν, ὅπως κολαζομένων τῶν πονηρῶν οἱ λοιποὶ παραδείγμασι τούτοις χρώμενοι ἧττον ἐπιχειρῶσι τοιοῦτόν τι ποιεῖν πάλιν ἐν μὲν τοῖς περὶ Δικαιοσύνης ὑπειπὼν, ὅτι τοὺς ἀγαθὸν ἀλλὰ μὴ τέλος τιθεμένους τὴν ἡδονὴν ἐνδέχεται σῴζειν καὶ τὴν δικαιοσύνην, θεὶς τοῦτο κατὰ λέξιν εἴρηκε τάχα γὰρ ἀγαθοῦ αὐτῆς ἀπολειπομένης τέλους δὲ μή, τῶν δὲ διʼ αὑτῶν αἱρετῶν ὄντος καὶ τοῦ καλοῦ, σῴζοιμεν ἂν τὴν δικαιοσύνην, μεῖζον ἀγαθὸν ἀπολιπόντες τὸ καλὸν καὶ τὸ δίκαιον τῆς ἡδονῆς. ταῦτα μὲν ἐν τούτοις περὶ τῆς ἡδονῆς. ἐν δὲ τοῖς πρὸς Πλάτωνα κατηγορῶν αὐτοῦ δοκοῦντος ἀγαθὸν ἀπολιπεῖν τὴν ὑγίειαν, οὐ μόνον τὴν δικαιοσύνην φησὶν ἀλλὰ καὶ τὴν μεγαλοψυχίαν ἀναιρεῖσθαι καὶ τὴν σωφροσύνην καὶ τὰς ἄλλας ἀρετὰς ἁπάσας, ἂν ἢ τὴν ἡδονὴν ἢ τὴν ὑγίειαν ἤ τι τῶν ἄλλων, ὃ μὴ καλόν ἐστιν, ἀγαθὸν ἀπολίπωμεν. ἃ μὲν οὖν ῥητέον ὑπὲρ Πλάτωνος, ἐν ἄλλοις γέγραπται πρὸς αὐτὸν ἐνταῦθα δ̓ ἡ μάχη καταφανής ἐστιν, ὅπου μέν, ἂν μετὰ τοῦ καλοῦ τις ὑποθῆται καὶ τὴν ἡδονὴν ἀγαθὸν εἶναι, σῴζεσθαι δικαιοσύνην λέγοντος ὅπου δὲ πάλιν τοὺς μὴ μόνον τὸ καλὸν ἀγαθὸν ἀπολιπόντας αἰτιωμένου τὰς ἀρετὰς ἁπάσας ἀναιρεῖν. ἳνα δὲ μηδʼ ἀπολογίαν ὑπολίπῃ τοῖς ἐναντιώμασιν, Ἀριστοτέλει περὶ δικαιοσύνης ἀντιγράφων οὔ φησιν αὐτὸν ὀρθῶς λέγειν, ὅτι τῆς ἡδονῆς τέλους οὔσης ἀναιρεῖται μὲν ἡ δικαιοσύνη, συναναιρεῖται δὲ τῇ δικαιοσύνῃ καὶ τῶν ἄλλων ἀρετῶν ἑκάστη τὴν μὲν γὰρ δικαιοσύνην ὑπʼ αὐτῶν ὡς ἀληθῶς ἀναιρεῖσθαι, τὰς δʼ ἄλλας ἀρετὰς οὐδὲν κωλύειν ὑπάρχειν, εἰ καὶ μὴ διʼ αὑτὰς αἱρετὰς ἀλλʼ ἀγαθὰς γοῦν καὶ ἀρετὰς ἐσομένας· εἶθʼ ἑκάστην ἐξ ὀνόματος προσαγορεύει. βέλτιον δὲ τὰς ἐκείνου λέξεις ἀναλαβεῖν τῆς γὰρ ἡδονῆς φησὶν ἐμφαινομένης τέλους κατὰ τὸν τοιοῦτον λόγον, τὸ μὲν τοιοῦτο πᾶν μοι δοκεῖ οὐκ ἐμπεριλαμβάνεσθαι· διὸ ῥητέον μήτε τῶν ἀρετῶν τινα διʼ αὑτὴν αἱρετὴν εἶναι μήτε τῶν κακιῶν φευκτήν, ἀλλὰ πάντα ταῦτα δεῖν ἀναφέρεσθαι πρὸς τὸν ὑποκείμενον σκοπόν· οὐδὲν μέντοι κωλύσει κατʼ αὐτοὺς τὴν ἀνδρείαν μὲν καὶ τὴν φρόνησιν καὶ τὴν ἐγκράτειαν καὶ τὴν καρτερίαν καὶ τὰς ὁμοίας ταύταις ἀρετὰς εἶναι τῶν ἀγαθῶν, τὰς δʼ ἐναντίας ὑπάρχειν φευκτάς. τίς οὖν τούτου πρὸς λόγους ἰταμώτερος γέγονεν, ὃς δυεῖν τῶν ἀρίστων φιλοσόφων ἐγκέκληκε τῷ μὲν ὅτι πᾶσαν ἀρετὴν ἀναιρεῖ, μὴ μόνον τὸ καλὸν ἀγαθὸν ἀπολιπών· τῷ δʼ ὅτι τῆς ἡδονῆς τέλους οὔσης οὐ πᾶσαν ἀρετὴν ἄνευ τῆς δικαιοσύνης σῴζεσθαι νομίζει; θαυμαστὴ γὰρ ἡ ἐξουσία περὶ τῶν αὐτῶν πραγμάτων διαλεγόμενον, ἃ τίθησιν αὐτὸς ἐγκαλῶν Ἀριστοτέλει, ταῦτʼ ἀναιρεῖν πάλιν Πλάτωνος κατηγοροῦντα. καὶ μὴν ἐν ταῖς περὶ Δικαιοσύνης Ἀποδείξεσι λέγει ῥητῶς ὅτι πᾶν κατόρθωμα καὶ εὐνόμημα καὶ δικαιοπράγημά ἐστι· τὸ δὲ γε κατʼ ἐγκράτειαν ἢ καρτερίαν ἢ φρόνησιν ἢ ἀνδρείαν πραττόμενον κατόρθωμά ἐστιν· ὥστε καὶ δικαιοπράγημα πῶς οὖν, οἷς ἀπολείπει φρόνησιν καὶ ἀνδρείαν καὶ ἐγκράτειαν, οὐκ ἀπολείπει δικαιοσύνην, εὐθὺς αὐτῶν ὅσοι κατορθοῦσιν ἐν ταῖς εἰρημέναις ἀρεταῖς καὶ δικαιοπραγούντων;
- τοῖσιν δʼ οὐρανόθεν μέγʼ ἐπήλασε πῆμα Κρονίων,
- λιμὸν ὁμοῦ καὶ λοιμόν· ἀποφθινύθουσι δὲ λαοί·
τοῦ δὲ Πλάτωνος; εἰπόντος τὴν ἀδικίαν ὡς διαφθορὰ ψυχῆς; οὖσα καὶ στάσις οὐδʼ ἐν αὐτοῖς
τοῖς ἔχουσιν ἀποβάλλει τὴν δύναμιν ἀλλʼ αὐτὸν ἑαυτῷ συμβάλλει καὶ συγκρούει καὶ ταράττει τὸν πονηρόν, ἐγκαλῶν Χρύσιππος ἀτόπως φησὶ λέγεσθαι τὸ ἀδικεῖν ἑαυτόν εἶναι γὰρ πρὸς ἕτερον οὐ πρὸς ἑαυτὸν τὴν ἀδικίαν· ἐπιλαθόμενος γὰρ τούτων αὖθις ἐν ταῖς περὶ Δικαιοσύνης Ἀποδείξεσιν ἀδικεῖσθαί φησιν ὑφʼ ἑαυτοῦ τὸν ἀδικοῦντα καὶ αὑτὸν ἀδικεῖν, ὅταν ἄλλον ἀδικῇ, γιγνόμενον ἑαυτῷ τοῦ παρανομεῖν αἴτιον καὶ βλάπτοντα παρʼ ἀξίαν ἑαυτόν. ἐν μὲν τοῖς πρὸς Πλάτωνα ταῦτʼ εἴρηκε περὶ τοῦ τὴν ἀδικίαν λέγεσθαι μὴ πρὸς ἑαυτὸν ἀλλὰ πρὸς ἕτερον· οὐ γὰρ κατʼ ἰδίαν ἄδικοι συνεστήκασιν ἐκ πλειόνων δὲ τοιούτων τἀναντία λεγόντων, καὶ ἄλλως τῆς ἀδικίας λαμβανομένης ὡς ἂν ἐν πλείοσι πρὸς ἑαυτοὺς οὕτως ἔχουσιν, εἰς δὲ τὸν ἕνα μηδενὸς διατείνοντος τοιούτου, καθʼ ὅσον δὲ πρὸς τοὺς πλησίον ἔχει οὕτως· ἐν δὲ ταῖς Ἀποδείξεσι τοιούτους ἠρώτηκε λόγους περὶ τοῦ τὸν ἄδικον καὶ ἑαυτὸν ἀδικεῖν· παραίτιον γενέσθαι παρανομήματος ἀπαγορεύει ὁ νόμος, καὶ τὸ ἀδικεῖν ἐστι παρανόμημα· ὁ τοίνυν παραίτιος γενόμενος ἑαυτῷ τοῦ ἀδικεῖν παρανομεῖ εἰς ἑαυτόν· ὁ δὲ παρανομῶν εἰς ἕνα καὶ ἀδικεῖ ἐκεῖνον· ὁ ἄρα καὶ ὁντινοῦν ἀδικῶν καὶ ἑαυτὸν ἀδικεῖ πάλιν τὸ ἁμάρτημα τῶν βλαμμάτων ἐστί, καὶ πᾶς ἁμαρτάνων παρʼ ἑαυτὸν ἁμαρτάνει· πᾶς ἄρʼ ὁ ἁμαρτάνων βλάπτει ἑαυτὸν παρὰ τὴν ἀξίαν· εἰ δὲ τοῦτο, καὶ ἀδικεῖ ἑαυτόν ἔτι καὶ οὕτως ὁ βλαπτόμενος ὑφʼ ἑτέρου ἑαυτὸν βλάπτει καὶ παρὰ τὴν ἀξίαν ἑαυτὸν βλάπτει; τοῦτο δʼ ἦν τὸ ἀδικεῖν· ὁ ἄρʼ ἀδικούμενος καὶ ὑφʼ ὁτουοῦν πᾶς ἑαυτὸν ἀδικεῖ.τὸν περὶ ἀγαθῶν καὶ κακῶν λόγον, ὃν αὐτὸς εἰσάγει καὶ δοκιμάζει, συμφωνότατον εἶναί φησι τῷ βίῳ καὶ μάλιστα τῶν ἐμφύτων ἅπτεσθαι προλήψεων· ταυτὶ γὰρ ἐν τῷ τρίτῳ τῶν Προτρεπτικῶν εἴρηκεν, ἐν δὲ τῷ πρώτῳ τοῦτον τὸν λόγον φησὶν ἀπὸ τῶν ἄλλων ἁπάντων ἀφέλκειν τὸν ἄνθρωπον, ὡς οὐδὲν ὄντων πρὸς ἡμᾶς οὐδὲ συνεργούντων πρὸς εὐδαιμονίαν οὐδέν. ὅρα τοίνυν, πῶς αὑτῷ σύμφωνὸς ἐστι, τὸν ἀφέλκοντα τοῦ ζῆν καὶ τῆς ὑγιείας καὶ τῆς ἀπονίας καὶ τῆς τῶν αἰσθητηρίων ὁλοκληρίας καὶ μηδὲν εἶναι ταῦτα φάσκοντα πρὸς ἡμᾶς, ἃ παρὰ τῶν θεῶν αἰτούμεθα, μάλιστα συμφωνεῖν τῷ βίῳ καὶ ταῖς κοιναῖς προλήψεσιν ἀποφαινόμενος. ἀλλʼ ἵνα μηδʼ ἄρνησις τοῦ τἀναντία λέγειν, ἐν τῷ τρίτῳ περὶ Δικαιοσύνης ταῦτʼ εἴρηκε διὸ καὶ διὰ
τὴν ὑπερβολὴν τοῦ τε μεγέθους καὶ τοῦ κάλλους πλάσμασι δοκοῦμεν ὅμοια λέγειν καὶ οὐ κατὰ τὸν ἄνθρωπον καὶ τὴν ἀνθρωπίνην φύσιν. ἔστιν οὖν ὅπως ἄν τις ἐξομολογήσαιτο σαφέστερον τἀναντία λέγειν αὐτὸς πρὸς ἑαυτὸν ἢ οὗτος, ἃ διʼ ὑπερβολήν φησι πλάσματα δοκεῖν εἶναι καὶ ὑπὲρ τὸν ἄνθρωπον καὶ ὑπὲρ τὴν ἀνθρωπίνην φύσιν λέγεσθαι, ταῦτα συμφωνεῖν τῷ βίῳ φάσκων καὶ μάλιστα τῶν ἐμφύτων ἅπτεσθαι προλήψεων;οὐσίαν κακοδαιμονίας ἀποφαίνει τὴν κακίαν, ἐν παντὶ βιβλίῳ φυσικῷ καὶ ἠθικῷ γράφων καὶ διατεινόμενος ὅτι τὸ κατὰ κακίαν ζῆν τῷ κακοδαιμόνως ζῆν ταὐτόν ἐστιν· ἐν δὲ τῷ τρίτῳ περὶ Φύσεως ὑπειπὼν ὅτι λυσιτελεῖ ζῆν ἄφρονα μᾶλλον, ἢ μὴ βιοῦν, κἂν μηδέποτε μέλλῃ φρονήσειν ἐπιλέγει τοιαῦτα γὰρ τἀγαθά ἐστι τοῖς ἀνθρώποις, ὥστε τρόπον τινὰ τὰ κακὰ τῶν ἀνὰ μέσον προτερεῖν. ὅτι μὲν οὖν εἰρηκὼς ἐν ἑτέροις μηδὲν εἶναι λυσιτελὲς τοῖς ἄφροσιν ἐνταῦθά φησι λυσιτελεῖν τὸ ἀφρόνως ζῆν, ἀφίημι. τῶν δʼ ἀνὰ μέσον λεγομένων παρὰ τοῖς Στωικοῖς μήτε κακῶν ὄντων μήτʼ ἀγαθῶν, τὰ κακὰ προτερεῖν λέγων οὐδὲν ἄλλο λέγει πλὴν τῶν μὴ κακῶν τὰ κακὰ προτερεῖν καὶ τὸ κακοδαιμονεῖν λυσιτελέστερον εἶναι τοῦ μὴ κακοδαιμονεῖν καὶ τοῦ κακοδαιμονεῖν ἀλυσιτελέστερον ἡγεῖται τὸ μὴ κακοδαιμονεῖν· εἰ δʼ ἀλυσιτελέστερον, καὶ βλαβερώτερον τὸ μὴ κακοδαιμονεῖν ἄρα βλαβερώτερον τοῦ
κακοδαιμονεῖν βουλόμενος οὖν ταύτην ἐπιλεαίνειν τὴν ἀτοπίαν ἐπιλέγει περὶ τῶν κακῶν ἔστι δʼ οὐ ταῦτα προτεροῦντα, ἀλλʼ ὁ λόγος, μεθʼ οὗ βιοῦν ἐπιβάλλει μᾶλλον, καὶ εἰ ἄφρονες ἐσόμεθα πρῶτον μὲν οὖν τὰ κακὰ κακίαν λέγει καὶ τὰ μετέχοντα κακίας, ἄλλο δʼ οὐδέν· ἡ δὲ κακία λογικόν ἐστι μᾶλλον δὲ λόγος ἡμαρτημένος· οὐδὲν οὖν ἕτερόν ἐστι τὸ μετὰ λόγου βιοῦν ἄφρονας ὄντας ἢ τὸ μετὰ κακίας βιοῦν ἔπειτα τὸ βιοῦν ἄφρονας ὄντας βιοῦν ἐστι κακοδαιμονεῖν ὄντας. πρὸς τί οὖν προτερεῖ τοῦτο τῶν ἀνὰ μέσον; οὐ γὰρ πρός γε τὸ εὐδαιμονεῖν φήσει προτερεῖν τὸ κακοδαιμονεῖν. ἀλλʼ οὐδʼ ὅλως, φασίν, οἴεται δεῖν Χρύσιππος οὔτε μονὴν ἐν τῷ βίῳ τοῖς ἀγαθοῖς οὔτʼ ἐξαγωγὴν τοῖς κακοῖς παραμετρεῖν ἀλλὰ τοῖς μέσοις κατὰ φύσιν· διὸ καὶ τοῖς εὐδαιμονοῦσι γίγνεταί ποτε καθῆκον ἐξάγειν ἑαυτοὺς καὶ μένειν αὖθις ἐν τῷ ζῆν τοῖς κακοδαιμονοῦσιν. εἶτα τί τούτου μεῖζὸν ἐστιν ὑπεναντίωμα πρὸς αἳρεσιν καὶ φυγήν, εἰ τοῖς ἐπʼ ἄκρον εὐδαιμονοῦσιν ἀπουσίᾳ τῶν ἀδιαφόρων ἀφίστασθαι τῶν ἀγαθῶν παρόντων καθήκει; καίτοι τῶν ἀδιαφόρων οὐδὲν αἱρετὸν οὐδὲ φευκτόν, ἀλλὰ μόνον αἱρετὸν τἀγαθὸν καὶ μόνον φευκτὸν ἡγοῦνται τὸ κακόν. ὥστε συμβαίνει κατʼ αὐτοὺς μὴ πρὸς τὰ αἱρετὰ μηδὲ πρὸς τὰ φευκτὰ τοὺς τῶν πράξεων γίγνεσθαι λογισμούς, ἑτέρων στοχαζομένους ἃ μήτε φεύγουσι μήθʼ αἱροῦνται, πρὸς ταῦτα καὶ ζῆν καὶ ἀποθνήσκειν.τἀγαθὰ πρὸς τὰ κακὰ τὴν πᾶσαν ἔχειν διαφορὰν ὁμολογεῖ Χρύσιππος· καὶ ἀναγκαῖόν ἐστιν, εἰ τὰ μὲν ἐσχάτως ποιεῖ κακοδαίμονας εὐθὺς οἷς ἂν παρῇ, τὰ δʼ ἐπʼ ἄκρον εὐδαίμονας. αἰσθητὰ δʼ εἶναι τἀγαθὰ καὶ τὰ κακά φησιν, ἐν τῷ προτέρῳ περὶ Τέλους ταῦτα γράφων ὅτι μὲν γὰρ αἰσθητά ἐστι τἀγαθὰ καὶ τὰ κακά, καὶ τούτοις ἐκποιεῖ λέγειν· οὐ γὰρ μόνον τὰ πάθη ἐστὶν αἰσθητὰ σὺν τοῖς εἴδεσιν, οἷον λύπη καὶ φόβος καὶ τὰ παραπλήσια, ἀλλὰ καὶ κλοπῆς καὶ μοιχείας καὶ τῶν ὁμοίων ἔστιν αἰσθέσθαι, καὶ καθόλου ἀφροσύνης καὶ δειλίας καὶ ἄλλων οὐκ ὀλίγων κακιῶν οὐδὲ μόνον χαρᾶς καὶ εὐεργεσιῶν καὶ ἄλλων πολλῶν κατορθώσεων, ἀλλὰ καὶ φρονήσεως καὶ ἀνδρείας καὶ τῶν λοιπῶν ἀρετῶν. τούτων τὴν μὲν ἄλλην ἀτοπίαν ἀφῶμεν, ὅτι δὲ μάχεται τοῖς περὶ τὸν διαλεληθότα σοφόν, τίς οὐκ ἂν ὁμολογήσειεν; αἰσθητοῦ γὰρ ὄντος τἀγαθοῦ καὶ μεγάλην πρὸς τὸ κακὸν διαφορὰν ἔχοντος, τὸν ἐκ φαύλου γιγνόμενον σπουδαῖον ἀγνοεῖν τοῦτο καὶ τῆς ἀρετῆς μὴ αἰσθάνεσθαι παρούσης ἀλλʼ οἴεσθαι τὴν κακίαν αὐτῷ παρεῖναι, πῶς οὐκ ἔστιν ἀτοπώτατον; ἢ γὰρ οὐδεὶς ἀγνοεῖν ἢ ἀπιστεῖν δύναται τὰς ἀρετὰς ἔχων ἁπάσας, ἢ μικρὰ τίς ἐστι καὶ παντάπασι δυσθεώρητος ἡ διαφορὰ τῆς ἀρετῆς πρὸς τὴν κακίαν καὶ τῆς εὐδαιμονίας πρὸς τὴν κακοδαιμονίαν
καὶ τοῦ καλλίστου βίου πρὸς τὸν αἴσχιστον, εἰ ταῦτά τις ἀντʼ ἐκείνων κτησάμενος ἑαυτὸν λέληθε.