Platonicae quaestiones

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.

Περὶ τῶν τῆς ψυχῆς δυνάμεων ἐν Πολιτείᾳ Πλάτωνος τὴν τοῦ λογιστικοῦ καὶ θυμοειδοῦς καὶ

ἐπιθυμητικοῦ συμφωνίαν ἁρμονίᾳ μέσης καὶ ὑπάτης καὶ νήτης εἰκάσαντος; ἄριστα, διαπορήσειεν ἄν τις πότερον κατὰ τῆς μέσης τὸ θυμοειδὲς ἢ τὸ λογιστικὸν ἔταξεν· αὐτὸς γὰρ ἔν γε τούτοις οὐ δεδήλωκεν. ἡ μὲν οὖν κατὰ τόπον τῶν μερῶν τάξις εἰς τὴν τῆς μέσης χώραν τίθεται τὸ θυμοειδές, τὸ δὲ λογιστικὸν εἰς τὴν τῆς ὑπάτης. τὸ γὰρ ἄνω καὶ πρῶτον ὕπατον οἱ παλαιοὶ προσηγόρευον ᾗ καὶ Ξενοκράτης Δία τὸν μὲν ἐν τοῖς κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχουσιν ὕπατον καλεῖ, νέατον δὲ τὸν ὑπὸ σελήνην πρότερος δʼ Ὅμηρος τὸν τῶν ἀρχόντων ἄρχοντα θεὸν ὕπατον κρειόντων προσεῖπε. καὶ δικαίως τῷ κρατίστῳ ἀποδέδωκε τὴν ἄνω χώραν ἡ φύσις, ὥσπερ κυβερνήτην ἐνιδρύσασα τῇ κεφαλῇ τὸν λογισμόν, ἔσχατον δὲ καὶ νέατον ἀποικίσασα πόρρω τὸ ἐπιθυμητικόν. ἡ γὰρ κάτω νεάτη προσαγορεύεται τάξις, ὡς δηλοῦσιν αἱ τῶν νεκρῶν κλήσεις νερτέρων καὶ ἐνέρων προσαγορευομένων· ἔνιοι δὲ καὶ τῶν ἀνέμων φασὶ τὸν κάτωθεν ἐκ τοῦ ἀφανοῦς πνέοντα νότον ὠνομάσθαι. ἣν οὖν τὸ ἔσχατον ἔχει πρὸς τὸ πρῶτον ἀντίθεσιν καὶ τὸ νέατον πρὸς τὸ ὕπατον, ταύτην τοῦ ἐπιθυμητικοῦ πρὸς τὸ λογιστικὸν ἔχοντος, οὐκ ἔστιν ἀνωτάτω μὲν εἶναι καὶ πρῶτον ὕπατον δὲ μὴ εἶναι τὸ λογιστικὸν ἀλλʼ ἕτερον. οἱ γὰρ ὡς κυρίαν δύναμιν αὐτῷ τὴν τῆς μέσης ἀποδιδόντες ἀγνοοῦσιν ὅτι τὴν
κυριωτέραν ἀφαιροῦνται τὴν τῆς ὑπάτης, μήτε τῷ θυμῷ μήτε τῇ ἐπιθυμίᾳ προσήκουσαν ἑκάτερον γὰρ ἄρχεσθαι καὶ ἀκολουθεῖν οὐδέτερον δʼ ἄρχειν ἢ ἡγεῖσθαι τοῦ λογιστικοῦ πέφυκεν. ἔτι δὲ μᾶλλον τῇ φύσει φανεῖται τὸ θυμοειδὲς τῷ τόπῳ τὴν μέσην ἔχον ἐκείνων τάξιν· εἴ γε δὴ τῷ μὲν λογιστικῷ τὸ ἄρχειν, τῷ δὲ θυμοειδεῖ τὸ ἄρχεσθαι καὶ τὸ ἄρχειν κατὰ φύσιν ἐστίν, ὑπηκόῳ μὲν ὄντι τοῦ λογισμοῦ κρατοῦντι δὲ καὶ κολάζοντι τὴν ἐπιθυμίαν, ὅταν ἀπειθῇ τῷ λογισμῷ. καὶ καθάπερ ἐν γράμμασι τὰ ἡμίφωνα μέσα τῶν ἀφώνων ἐστὶ καὶ τῶν φωνηέντων τῷ πλέον ἐκείνων ἠχεῖν ἔλαττον δὲ τούτων, οὕτως ἐν τῇ ψυχῇ τἀνθρώπου τὸ θυμοειδὲς οὐκ ἀκράτως παθητικόν ἐστιν ἀλλὰ φαντασίαν καλοῦ πολλάκις ἔχει μεμιγμένην ἀλόγῳ τῇ τῆς τιμωρίας ὀρέξει. καὶ Πλάτων αὐτὸς εἰκάσας συμφύτῳ ζεύγει καὶ ἡνιόχῳ τὸ τῆς ψυχῆς εἶδος, ἡνίοχον μέν, ὡς παντὶ δῆλον, ἀπέφηνε τὸ λογιστικόν· τῶν δʼ ἵππων τὸ μὲν περὶ τὰς ἐπιθυμίας ἀπειθὲς καὶ ἀνάγωγον παντάπασι περὶ ὦτα λάσιον, κωφόν, μάστιγι μετὰ κέντρων μόλις ὑπεῖκον, τὸ δὲ θυμοειδὲς; εὐήνιον τὰ πολλὰ τῷ λογισμῷ καὶ σύμμαχον. ὥσπερ οὖν συνωρίδος οὐχ ὁ ἡνίοχός ἐστιν ἀρετῇ καὶ δυνάμει μέσος, ἀλλὰ τῶν ἵππων ὁ φαυλότερος μὲν τοῦ ἡνιόχου βελτίων δὲ τοῦ ὁμοζύγου, οὕτω τῆς ψυχῆς
οὐ τῷ κρατοῦντι τὴν μέσην ἀπένειμε τάξιν, ἀλλʼ ᾧ πάθους μὲν ἧττον ἢ τῷ τρίτῳ μᾶλλον δʼ ἢ τῷ πρώτῳ, λόγου δὲ μᾶλλον ἢ τῷ τρίτῳ ἧττον δʼ ἢ τῷ πρώτῳ μέτεστιν. αὕτη γὰρ ἡ τάξις καὶ τὴν τῶν συμφωνιῶν ἀναλογίαν φυλάσσει, τοῦ μὲν θυμοειδοῦς πρὸς τὸ λογιστικὸν ὡς ὑπάτην τὸ διὰ τεσσάρων, πρὸς δὲ τὸ ἐπιθυμητικὸν ὡς νήτην τὸ διὰ πέντε, τοῦ δὲ λογιστικοῦ πρὸς τὸ ἐπιθυμητικὸν ὡς ὑπάτη πρὸς νήτην τὸ διὰ πασῶν. ἐὰν δὲ τὸν λογισμὸν εἰς τὸ μέσον ἕλκωμεν, ἔσται πλέον ὁ θυμὸς ἀπέχων τῆς ἐπιθυμίᾳ, ὃν ἔνιοι τῶν φιλοσόφων ἐπιθυμίᾳ ταὐτὸν εἶναι διʼ ὁμοιότητα νομίζουσιν.

ἢ τὸ μὲν τοῖς τόποις ἀπονέμειν τὰ πρῶτα καὶ τὰ μέσα καὶ τὰ τελευταῖα γελοῖόν ἐστιν, αὐτὴν τὴν ὑπάτην ὁρῶντας ἐν μὲν λύρᾳ τὸν ἀνωτάτω καὶ πρῶτον, ἐν δʼ αὐλοῖς τὸν κάτω καὶ τὸν τελευταῖον ἐπέχουσαν, ἔτι δὲ τὴν μέσην ἐν ᾧ τις ἂν χωρίῳ τῆς λύρας θέμενος ὡσαύτως ἁρμόσηται, φθεγγομένην ὀξύτερον μὲν ὑπάτης βαρύτερον δὲ νήτης. καὶ γὰρ ὀφθαλμὸς οὐκ ἐν παντὶ ζῴῳ τὴν αὐτὴν ἔχει τάξιν, ἐν παντὶ δὲ καὶ πανταχοῦ κείμενος κατὰ φύσιν ὁρᾶν ὁμοίως πέφυκεν. ὥσπερ οὖν ὁ παιδαγωγὸς οὐ πρόσθεν ἀλλʼ ὄπισθεν βαδίζων ἄγειν λέγεται, καὶ ὁ τῶν Τρώων στρατηγὸς

  1. ὁτὲ μέν τε μετὰ πρώτοισι φάνεσκεν,
  2. ἄλλοτε δʼ ἐν πυμάτοισι κελεύων
ἑκατέρωθι δʼ ἦν πρῶτος καὶ τὴν πρώτην δύναμιν εἶχεν· οὕτω τὰ τῆς ψυχῆς μόρια δεῖ μὴ τοῖς τόποις καταβιάζεσθαι μηδὲ τοῖς ὀνόμασιν, ἀλλὰ τὴν δύναμιν καὶ τὴν ἀναλογίαν ἐξετάζειν. τὸ γὰρ τῇ θέσει πρῶτον ἱδρῦσθαι τὸ λογιστικὸν ἐν τῷ σώματι τἀνθρώπου κατὰ συμβεβηκός ἐστι· τὴν δὲ πρώτην ἔχει καὶ κυριωτάτην δύναμιν ὡς μέση πρὸς ὑπάτην μὲν τὸ ἐπιθυμητικόν, νήτην δὲ τὸ θυμοειδές, τῷ χαλᾶν καὶ ἐπιτείνειν καὶ ὅλως συνῳδὰ καὶ σύμφωνα ποιεῖν ἑκατέρου τὴν ὑπερβολὴν ἀφαιρῶν καὶ πάλιν οὐκ ἐῶν ἀνίεσθαι παντάπασιν οὐδὲ καταδαρθάνειν· τὸ γὰρ μέτριον καὶ σύμμετρον ὁρίζεται μεσότητι. μᾶλλον δὲ τοῦτο τέλος ἐστὶ τῆς τοῦ λόγου δυνάμεως, μεσότητας ἐν τοῖς πάθεσι ποιεῖν, ἃς ἱερὰς καλοῦσιν οὐσίας, ἐχούσας τὴν τῶν ἄκρων πρὸς τὸν λόγον καὶ πρὸς ἄλληλα διὰ τοῦ λόγου σύγκρασιν. οὐ γὰρ ἡ συνωρὶς μέσον ἔχει τῶν ὑποζυγίων τὸ κρεῖττον· οὐδὲ τὴν ἡνιοχείαν ἀκρότητα θετέον ἀλλὰ μεσότητα τῆς ἐν ὀξύτητι καὶ βραδύτητι τῶν ἵππων ἀμετρίας, ὥσπερ ἡ τοῦ λόγου δύναμις ἀντιλαμβανομένη κινουμένων ἀλόγως τῶν παθῶν καὶ συναρμόττουσα περὶ αὑτὴν εἰς τὸ μέτριον ἐλλείψεως καὶ ὑπερβολῆς μεσότητα καθίστησι.