Platonicae quaestiones

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.

πρὸς δὲ τοὐναντίον εἴποι τις ἂν πρῶτον, ὅτι συγκρίνοντες τὰ αἰσθητὰ τοῖς νοητοῖς τρόπον τινὰ τὰ θνητὰ τοῖς θείοις ἐξισοῦμεν ὁ γὰρ θεὸς ἐν τοῖς νοητοῖς. ἔπειτα πανταχοῦ δήπου τὸ περιεχόμενον ἔλαττόν ἐστι τοῦ περιέχοντος, ἡ δὲ τοῦ παντὸς φύσις τῷ νοητῷ περιέχει τὸ αἰσθητόν· ὁ γὰρ θεός

τὴν ψυχὴν εἰς τὸ μέσον θεὶς διὰ παντὸς τʼ ἔτεινε καὶ ἔξωθεν τὰ σώματα αὐτῇ περιεκάλυψεν. ἔστι δʼ ἀόρατος ἡ ψυχὴ καὶ πάσαις ταῖς αἰσθήσεσιν ἀναίσθητος ὡς ἐν τοῖς Νόμοις εἴρηται· διὸ καὶ φθαρτὸς ἡμῶν εἷς ἕκαστός ἐστιν, ὁ δὲ κόσμος οὐ φθαρησόμενος· ἡμῶν μὲν γὰρ ἑκάστου τὴν ζωτικὴν δύναμιν ἐντὸς περιέχει τὸ θνητοειδὲς καὶ διαλυτόν, ἐν δὲ τῷ κόσμῳ τοὐναντίον, ὑπὸ τῆς κυριωτέρας ἀρχῆς καὶ κατὰ ταὐτὰ ὡσαύτως ἐχούσης ἀεὶ σῴζεται τὸ σωματικὸν ἐν μέσῳ περιεχόμενον. καὶ μὴν ἀμερές γε λέγεται καὶ ἀμέριστον τὸ μὲν σῶμα μικρότητι, τὸ δʼ ἀσώματον καὶ νοητὸν ὡς ἁπλοῦν καὶ εἰλικρινὲς καὶ καθαρὸν ἁπάσης στερεότητος καὶ διαφορᾶς. καὶ ἄλλως εὔηθές ἐστι τοῖς σωματικοῖς τεκμαίρεσθαι περὶ τῶν ἀσωμάτων. τὸ γοῦν νῦν ἀμερὲς μὲν καλεῖται καὶ ἀμέριστον, ἅμα δὲ πανταχοῦ ἐνέστηκε καὶ οὐδὲν αὐτοῦ τῆς οἰκουμένης μέρος ἔρημόν ἐστιν, ἀλλὰ καὶ πάθη πάντα καὶ πράξεις φθοραί τε πᾶσαι καὶ γενέσεις αἱ ὑπὸ τὸν κόσμον ἐν τῷ νῦν περιέχονται. κριτήριον δὲ τοῦ νοητοῦ μόνον ἐστὶν ὁ νοῦς, ὡς φωτὸς ὄψις, διʼ ἁπλότητα καὶ ὁμοιότητα· τὰ δὲ σώματα, πολλὰς διαφορὰς ἔχοντα καὶ ἀνομοιότητας, ἄλλα ἄλλοις κριτηρίοις ὥσπερ ὀργάνοις ἁλίσκεσθαι πέφυκεν. ἀλλὰ μὴν
οὐδὲ τῆς ἐν ἡμῖν νοητῆς καὶ νοερᾶς δυνάμεως καταφρονοῦσιν ὀρθῶς· πολλὴ γὰρ οὖσα καὶ μεγάλη περίεστι παντὸς τοῦ αἰσθητοῦ καὶ μέχρι τῶν θείων ἐξικνεῖται. τὸ δὲ μέγιστον αὐτὸς ἐν Συμποσίῳ διδάσκων, πῶς δεῖ τοῖς ἐρωτικοῖς χρῆσθαι, μετάγοντα τὴν ψυχὴν ἀπὸ τῶν αἰσθητῶν καλῶν ἐπὶ τὰ νοητά, παρεγγυᾷ μήτε σώματός τινος μήτε ἐπιτηδεύματος μήτʼ ἐπιστήμης κάλλει μιᾶς ὑποτετάχθαι καὶ δουλεύειν, ἀλλʼ ἀποστάντα τῆς περὶ ταῦτα μικρολογίας ἐπὶ τὸ πολὺ τοῦ καλοῦ πέλαγος τρέπεσθαι