De esu carnium II

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.

επὶ τὰ ἕωλοι τῆς σαρκοφαγίοις προσφάτους ἡμᾶς ὁ λόγος παρακαλεῖ ταῖς τε διανοίαις καὶ ταῖς προθυμίαις γενέσθαι. χαλεπὸν μὲν γάρ, ὥσπερ ὁ Κάτων ἔφησε, λέγειν πρὸς γαστέρας ὦτα μὴ ἐχούσας· καὶ πέποται ὁ τῆς συνηθείας κυκεών, ὥσπερ ὁ τῆς Κίρκης

ὠδίνας ὀδύνας κυκεὼν ἀπάτας τε γόους τε·
καὶ τὸ ἄγκιστρον ἐκβάλλειν τῆς σαρκοφαγίας ὡς ἐμπεπηγμένον τῇ φιληδονίᾳ καὶ διαπεπαρμένον οὐ ῥᾴδιόν ἐστιν. ἐπεὶ καλῶς εἶχεν, ὥσπερ Αἰγύπτιοι τῶν νεκρῶν τὴν κοιλίαν ἐξελόντες καὶ πρὸς τὸν ἥλιον ἀνασχίζοντες ἐκβάλλουσιν ὡς αἰτίαν ἁπάντων ὧν ὁ ἄνθρωπος; ἥμαρτεν, οὕτως ἡμᾶς ἑαυτῶν τὴν γαστριμαργίαν καὶ μιαιφονίαν ἐκτεμόντας ἁγνεῦσαι τὸν λοιπὸν βίον ἐπεὶ ἥ γε γαστὴρ οὐ μιαιφόνον ἐστὶν ἀλλὰ μιαινόμενον ἀπὸ τῆς ἀκρασίας. οὐ μὴν ἀλλʼ εἰ καὶ ἀδύνατον νὴ Δία διὰ τὴν συνήθειαν τὸ
ἀναμάρτητον, αἰσχυνόμενοι τῷ ἁμαρτάνοντι χρησόμεθα διὰ τὸν λόγον, ἐδόμεθα σάρκας, ἀλλὰ πεινῶντες οὐ τρυφῶντες· ἀναιρήσομεν ζῷον, ἀλλʼ οἰκτείροντες καὶ ἀλγοῦντες, οὐχ ὑβρίζοντες οὐδὲ βασανίζοντες· οἷα νῦν πολλὰ δρῶσιν οἱ μὲν εἰς σφαγὴν ὑῶν ὠθοῦντες ὀβελοὺς διαπύρους, ἵνα τῇ βαφῇ τοῦ σιδήρου περισβεννύμενον τὸ αἷμα καὶ διαχεόμενον τὴν σάρκα θρύψῃ καὶ μαλάξῃ· οἱ δʼ οὔθασι συῶν ἐπιτόκων ἐναλλόμενοι καὶ λακτίζοντες, ἵνʼ αἷμα καὶ γάλα καὶ λύθρον ἐμβρύων ὁμοῦ συμφθαρέντων ἐν ὠδῖσιν ἀναδεύσαντες, ὦ Ζεῦ καθάρσιε, φάγωσι τοῦ ζῴου τὸ μάλιστα φλεγμαῖνον ἄλλοι γεράνων ὄμματα καὶ κύκνων ἀπορράψαντες καὶ ἀποκλείσαντες ἐν σκότει πιαίνουσιν, ἀλλοκότοις μίγμασι καὶ καρυκείαις τισὶν αὐτῶν τὴν σάρκα ὀψοποιοῦντες.

ἐξ ὧν καὶ μάλιστα δῆλόν ἐστιν, ὡς οὐ διὰ τροφὴν οὐδὲ χρείαν οὐδʼ ἀναγκαίως ἀλλʼ ὑπὸ κόρου καὶ ὕβρεως καὶ πολυτελείας ἡδονὴν πεποίηνται τὴν ἀνομίαν· εἶθʼ ὥσπερ ἔρως ἐν γυναιξὶν κόρον ἡδονῆς οὐκ ἐχούσαις, ἀποπειρώμενος πάντα καὶ πλανώμενος ἀκολασταίνων ἐξέπεσεν εἰς τὰ ἄρρητα· οὕτως αἱ περὶ τὴν ἐδωδὴν ἀκρασίαι τὸ φυσικὸν παρελθοῦσαι καὶ ἀναγκαῖον τέλος ἐν ὠμότητι καὶ παρανομίᾳ ποικίλλουσι τὴν ὄρεξιν. συννοσεῖ γὰρ ἀλλήλοις τὰ αἰσθητήρια καὶ συναναπείθεται καὶ

συνακολασταίνει μὴ κρατοῦντα τῶν φυσικῶν μέτρων. οὕτως ἀκοὴ νοσήσασα μουσικὴν διέφθειρεν, ἀφʼ ἧς τὸ θρυπτόμενον καὶ ἐκλυόμενον αἰσχρὰς ποθεῖ ψηλαφήσεις καὶ γυναικώδεις γαργαλισμούς. ταῦτα τὴν ὄψιν ἐδίδαξε μὴ πυρρίχαις χαίρειν μηδὲ χειρονομίαις μηδʼ ὀρχήμασι γλαφυροῖς μηδʼ ἀγάλμασι καὶ γραφαῖς, ἀλλὰ φόνον καὶ θάνατον ἀνθρώπων καὶ τραύματα καὶ μάχας θέαμα ποιεῖσθαι πολυτελέστατον. οὕτως ἕπονται παρανόμοις τραπέζαις συνουσίαι ἀκρατεῖς, ἀφροδισίοις αἰσχροῖς ἀκροάσεις ἄμουσοι, μέλεσι καὶ ἀκούσμασιν ἀναισχύντοις θέατρα ἔκφυλα, θεάμασιν ἀνημέροις ἀπάθεια πρὸς ἀνθρώπους καὶ ὠμότης. διὰ τοῦτο διέταττεν ὁ θεῖος· Λυκοῦργος ἐν ταῖς τρισὶ ῥήτραις τὸ ἀπὸ πρίονος καὶ πελέκεως γίγνεσθαι τὰ θυρώματα τῶν οἰκιῶν καὶ τὰς ἐρέψεις, ἄλλο δʼ ὄργανον μηδὲν προσφέρεσθαι, οὐ πολεμῶν δήπου τερέτροις καὶ σκεπάρνοις καὶ ὅσα λεπτουργεῖν πέφυκεν ἀλλʼ εἰδὼς ὅτι διὰ τοιούτων ἔργων οὐκ εἰσοίσεις κλινίδιον ἐπίχρυσον οὐδὲ τολμήσεις εἰς οἰκίαν λιτὴν ἀργυρᾶς εἰσενεγκεῖν τραπέζας καὶ δάπιδας ἁλουργοὺς καὶ λίθους πολυτελεῖς· ἀλλʼ ἕπεται οἰκίᾳ καὶ κλίνῃ καὶ τραπέζῃ καὶ κύλικι τοιαύτῃ δεῖπνον ἀφελὲς καὶ ἄριστον δημοτικόν, ἀρχῇ δὲ μοχθηρᾶς διαίτης
ἄθηλος ἵππῳ πῶλος ὣς ἅμα τρέχει
πᾶσα τρυφὴ καὶ πολυτέλεια.

ποῖον οὖν οὐ πολυτελὲς δεῖπνον, εἰς ὃ οὐ θανατοῦταί τι ἔμψυχον; μικρὸν ἀνάλωμα ἡγούμεθα ψυχήν; οὔπω λέγω τάχα μητρὸς ἢ πατρὸς ἢ φίλου τινὸς ἢ παιδός, ὡς ἔλεγεν Ἐμπεδοκλῆς· ἀλλʼ αἰσθήσεώς γε μετέχουσαν, ὄψεως ἀκοῆς, φαντασίας συνέσεως, ἣν ἐπὶ κτήσει τοῦ οἰκείου καὶ φυγῇ τάλλοτρίου παρὰ τῆς φύσεως ἕκαστον εἴληχε. σκόπει δʼ ἡμᾶς πότεροι βέλτιον ἐξημεροῦσι τῶν φιλοσόφων, οἱ καὶ τέκνα καὶ φίλους καὶ πατέρας καὶ γυναῖκας ἐσθίειν κελεύοντες ὡς ἀποθανόντας, ἢ Πυθαγόρας καὶ Ἐμπεδοκλῆς ἐθίζοντες εἶναι καὶ πρὸς· τὰ ἄλλα μέρη δικαίους. σὺ μὲν καταγελᾷς τοῦ τὸ πρόβατον μὴ ἐσθίοντος· ἀλλʼ ἡμεῖς γε, φήσουσι, θεασάμενοι τοῦ πατρὸς τεθνηκότος ἢ τῆς μητρὸς ἀποτεμόντα μερίδας καὶ τῶν φίλων ἀποπεμπόμενον τοῖς μὴ παροῦσι, τοὺς δὲ παρόντας καλοῦντα καὶ παρατιθέντα τῶν σαρκῶν ἀφειδῶς, μή τι γελάσωμεν; ἀλλὰ καὶ νῦν ἴσως ἁμαρτάνομεν, ὅταν ἁψώμεθα τῶν βιβλίων τούτων, μὴ καθαιρόμενοι χεῖρας καὶ ὄψεις καὶ πόδας καὶ ἀκοάς, εἰ μὴ νὴ Δία ἐκείνων καθαρμὸς ἐστι τὸ περὶ τούτων διαλέγεσθαι ποτίμῳ λόγῳ ὥς φησιν ὁ Πλάτων ἁλμυρὰν ἀκοὴν

ἀποκλυζομένους. εἰ δὲ θείη τις τὰ βιβλία παρʼ ἄλληλα καὶ τοὺς λόγους, ἐκεῖνα μὲν Σκύθαις φιλοσοφεῖσθαι καὶ Σογδιανοῖς καὶ Μελαγχλαίνοις, περὶ ὧν Ἡρόδοτος ἱστορῶν ἀπιστεῖται τὰ δὲ Πυθαγόρου καὶ Ἐμπεδοκλέους δόγματα νόμοι τῶν παλαιῶν ἦσαν Ἑλλήνων καὶ αἱ ἄπυροι δίαιται. --- ὅτι πρὸς τὰ ἄλογα ζῷα δίκαιον ἡμῖν οὐδὲν ἔστι.

τίνες οὖν ὕστερον τοῦτʼ ἔγνωσαν;

  1. οἳ πρῶτοι κακοεργὸν ἐχαλκεύσαντο μάχαιραν
  2. εἰνοδίην, πρῶτοι δὲ βοῶν ἐπάσαντʼ ἀροτήρων.
οὕτω τοι καὶ οἱ τυραννοῦντες ἄρχουσι μιαιφονίας. ὥσπερ γὰρ τὸ πρῶτον ἀπέκτειναν Ἀθήνησι τὸν κάκιστον τῶν συκοφαντῶν, ὃς ἐπιτήδειος προσηγορεύθη, καὶ δεύτερον ὁμοίως, καὶ τρίτον· εἶτʼ ἐκ τούτου συνήθεις γενόμενοι Νικήρατον περιεώρων ἀπολλύμενον τὸν Νικίου καὶ Θηραμένη τὸν στρατηγὸν καὶ Πολέμαρχον τὸν φιλόσοφον· οὕτω τὸ πρῶτον ἄγριόν τι ζῷον ἐβρώθη καὶ κακοῦργον, εἶτʼ ὄρνις τις ἢ ἰχθὺς εἵλκυστο καὶ γευσάμενον οὕτω καὶ προμελετῆσαν ἐν ἐκείνοις τὸ φονικὸν ἐπὶ βοῦν ἐργάτην ἦλθε καὶ τὸ κόσμιον πρόβατον καὶ τὸν οἰκουρὸν ἀλεκτρυόνα καὶ κατὰ μικρὸν οὕτω τὴν
ἀπληστίαν στομώσαντες ἐπὶ σφαγὰς ἀνθρώπων καὶ πολέμους καὶ φόνους προῆλθον. ἀλλʼ ἐὰν μὴ προσαποδείξῃ τις, ὅτι χρῶνται κοινοῖς αἱ ψυχαὶ σώμασιν ἐν ταῖς παλιγγενεσίαις καὶ τὸ νῦν λογικὸν αὖθις γίγνεται ἄλογον καὶ πάλιν ἥμερον τὸ νῦν ἄγριον, ἀλλάσσει δʼ ἡ φύσις ἅπαντα καὶ μετοικίζει
σαρκῶν ἀλλογνῶτι περιστέλλουσα χιτῶνι
ταῦτʼ οὐκ ἀποτρέπει τῶν ἀνῃρημένων τὸ ἀκόλαστον τὸ καὶ σώματι νόσους καὶ βαρύτητας ἐμποιεῖν καὶ ψυχὴν ἐπὶ πόλεμον ἀνομωτέρων τρεπομένην διαφθείρειν ὅταν ἐθισθῶμεν μὴ αἵματος ἄνευ καὶ φόνου μὴ ξένον ἑστιᾶν, μὴ γάμον ἑορτάζειν, μὴ φίλοις συγγίγνεσθαι.

καίτοι τῆς λεγομένης ταῖς ψυχαῖς εἰς σώματα παλιμμεταβολῆς εἰ μὴ πίστεως ἄξιον τὸ ἀποδεικνύμενον, ἀλλʼ εὐλαβείας γε μεγάλης καὶ δέους τὸ ἀμφίβολον. οἷον εἴ τις ἐν νυκτομαχίαις στρατοπέδων ἀνδρὶ πεπτωκότι καὶ τὸ σῶμα κρυπτομένῳ τοῖς ὅπλοις ἐπιφέρων ξίφος ἀκούσειέ τινος λέγοντος οὐ πάνυ μὲν εἰδέναι βεβαίως, οἴεσθαι δὲ καὶ δοκεῖν υἱὸν αὐτοῦ τὸν κείμενον ἢ ἀδελφὸν ἢ πατέρα ἢ σύσκηνον εἶναι τί βέλτιον, ὑπονοίᾳ προσθέμενον

οὐκ ἀληθεῖ προέσθαι τὸν ἐχθρὸν ὡς φίλον, ἢ καταφρονήσαντα τοῦ μὴ βεβαίου πρὸς πίστιν ἀνελεῖν τὸν οἰκεῖον ὡς πολέμιον; ἐκεῖνο δεινὸν φήσετε πάντες. σκόπει δὲ καὶ τὴν ἐν τῇ τραγῳδίᾳ Μερόπην ἐπὶ τὸν υἱὸν αὐτὸν ὡς φονέα τοῦ υἱοῦ πέλεκυν ἀραμένην καὶ λέγουσαν
  1. ὠνητέραν δὴ τήνδʼ ἐγὼ δίδωμί σοι
  2. πληγήν·
ὅσον ἐν τῷ θεάτρῳ κίνημα ποιεῖ, συνεξορθιάζουσα φόβῳ, καὶ δέος μὴ φθάσῃ τὸν ἐπιλαμβανόμενον γέροντα καὶ τρώσῃ τὸ μειράκιον. εἰ δʼ ἕτερος γέρων παρεστήκοι λέγων παῖσον, πολέμιός ἐστιν· ἕτερος δὲ μὴ παίσῃς, υἱός ἐστι· πότερον ἀδίκημα μεῖζον, ἐχθροῦ κόλασιν ἐκλιπεῖν διὰ τὸν υἱὸν ἢ τεκνοκτονίᾳ περιπεσεῖν ὑπὸ τῆς πρὸς τὸν ἐχθρὸν ὀργῆς; ὁπότε τοίνυν οὐ μῖσός ἐστιν οὐδὲ θυμὸς ὁ πρὸς τὸν φόνον ἐξάγων ἡμᾶς οὐδʼ ἄμυνά τις οὐδὲ φόβος ὑπὲρ αὑτῶν, ἀλλʼ εἰς ἡδονῆς μέρος ἕστηκεν ἱερεῖον ἀνακεκλασμένῳ τραχήλῳ ὑποκείμενον, εἶτα λέγει τῶν φιλοσόφων ὁ μὲν κατάκοψον, ἄλογόν ἐστι τὸ ζῷον. ὁ δὲ ἀνάσχου· τί γὰρ εἰ συγγενοῦς ἢ θεοῦ τινος ἐνταῦθα ψυχὴ κεχώρηκεν; ἴσος γε, ὦ θεοί, καὶ
ὅμοιος ὁ κίνδυνος ἕχει, ἂν ἀπειθῶ φαγεῖν κρέας, ἂν ἀπιστῶ φονεῦσαι τέκνον ἢ ἕτερον οἰκεῖον;

οὐκ ἴσος δʼ ἔτι καὶ οὗτος ὁ ἀγὼν τοῖς Στωικοῖς ὑπὲρ τῆς σαρκοφαγίας. τίς γὰρ ὁ πολὺς τόνος· εἰς τὴν γαστέρα καὶ τὰ ὀπτανεῖα; τί τὴν ἡδονὴν θηλύνοντες καὶ διαβάλλοντες ὡς οὔτʼ ἀγαθὸν οὔτε προηγούμενον οὔτʼ οἰκεῖον οὕτω περὶ τὰ τῶν ἡδονῶν ἐσπουδάκασι; καὶ μὴν ἀκόλουθον ἦν αὐτοῖς, εἰ μύρον ἐξελαύνουσι καὶ πέμμα τῶν συμποσίων, μᾶλλον αἷμα καὶ σάρκα δυσχεραίνειν. νῦν δʼ ὥσπερ εἰς τὰς ἐφημερίδας φιλοσοφοῦντες δαπάνην ἀφαιροῦσι τῶν δείπνων ἐν τοῖς ἀχρήστοις καὶ περιττοῖς, τὸ δʼ ἀνήμερον τῆς πολυτελείας καὶ φονικὸν οὐ παραιτοῦνται. ναί, φησίν, οὐδὲν γὰρ ἡμῖν πρὸς τὰ ἄλογα δίκαιον ἔστιν. οὐδὲ γὰρ πρὸς τὸ μύρον, φαίη τις ἄν, οὐδὲ πρὸς τὰ ξενικὰ τῶν ἡδυσμάτων ἀλλὰ καὶ τούτων ἀποτρέπεσθε, τὸ μὴ χρήσιμον μηδʼ ἀναγκαῖον ἐν ἡδονῇ πανταχόθεν ἐξελαύνοντες.

οὐ μὴν ἀλλὰ καὶ τοῦτʼ ἤδη σκεψώμεθα, τὸ μηδὲν εἶναι πρὸς τὰ ζῷα δίκαιον ἡμῖν, μηδὲ τεχνικῶς μηδὲ σοφιστικῶς, ἀλλὰ τοῖς πάθεσιν ἐμβλέψαντες τοῖς ἑαυτῶν καὶ πρὸς ἑαυτοὺς ἀνθρωπικῶς λαλήσαντες καὶ ἀνακρίναντες.