Vitae decem oratorum

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1893.

Αἰσχίνης Ἀτρομήτου, φυγόντος μὲν ἐπὶ τῶν τριάκοντα συγκαταγαγόντος δὲ τὸν δῆμον, καὶ Γλαυκοθέας· τῶν δὲ δήμων Κοθωκίδης, οὔτε κατὰ γένος τῶν ἐπιφανῶν οὔτε κατὰ περιουσίαν χρημάτων. νέος δʼ ὢν καὶ ἐρρωμένος τῷ σώματι περὶ τὰ γυμνάσια ἐπόνει· λαμπρόφωνος δʼ ὢν μετὰ ταῦτα τραγῳδίαν ἤσκησεν ὡς δὲ Δημοσθένης φησίν, ὑπογραμματεύων καὶ τριταγωνιστῶν Ἀριστοδήμῳ ἐν τοῖς Διονυσίοις διετέλει, ἀναλαμβάνων ἐπὶ σχολῆς τὰς παλαιὰς τραγῳδίας καὶ ἔτι παῖς ὢν ἐδίδασκε γράμματα σὺν τῷ πατρί, καὶ μειράκιον ὢν ἐστρατεύετο ἐν τοῖς περιπόλοις. ἀκροατὴς δὲ γενόμενος ὡς μέν τινες λέγουσιν Ἰσοκράτους καὶ Πλάτωνος, ὡς δὲ Καικίλιος Λεωδάμαντος, καὶ πολιτευόμενος;

οὐκ ἀφανῶς ἐκ τῆς ἐναντίας μερίδος τοῖς περὶ Δημοσθένη, ἐπρέσβευσεν ἄλλας τε πρεσβείας πολλὰς καὶ πρὸς Φίλιππον ὑπὲρ τῆς εἰρήνης· ἐφʼ κατηγορήθη ὑπὸ Δημοσθένους ὡς ἀνῃρημένου τοῦ Φωκέων ἔθνους, ἔτι δʼ ὡς πόλεμον ἐξάψας, ἡνίκα πυλαγόρας ᾑρέθη Ἀμφικτύοσι πρὸς Ἀμφισσεῖς τοὺς τὸν λιμένα ἐργαζομένους· ἐξ οὗ συνέβη τοὺς Ἀμφικτύονας Φιλίππῳ προσφυγεῖν, τὸν δʼ ὑπὸ τοῦ Αἰσχίνου συνεργούμενον ἐπιθέσθαι τοῖς πράγμασι καὶ τὴν Φωκίδα λαβεῖν· ἀλλὰ συνειπόντος αὐτῷ Εὐβούλου τοῦ Σπινθάρου Προβαλλουσίου δημαγωγοῦντος, τριάκοντα ψήφοις ἀπέφυγεν. εἰσὶ δʼ οἵ φασι συγγράψαι μὲν τοὺς ῥήτορας τοὺς λόγους· ἐμποδὼν δὲ γενομένων τῶν περὶ Χαιρώνειαν, μηκέτι τὴν δίκην εἰσελθεῖν. χρόνῳ δʼ ὕστερον, Φιλίππου μὲν τετελευτηκότος Ἀλεξάνδρου δὲ διαβαίνοντος εἰς τὴν Ἀσίαν, ἐγράψατο Κτησιφῶντα παρανόμων ἐπὶ ταῖς Δημοσθένους τιμαῖς· οὐ μεταλαβὼν δὲ τὸ πέμπτον μέρος τῶν ψήφων ἔφυγεν εἰς τὴν Ῥόδον, χιλίας δραχμὰς ὑπὲρ τῆς ἥττης οὐ βουληθεὶς καταθέσθαι. οἱ δʼ ἀτιμίας αὐτῷ προστιμηθῆναι λέγουσιν οὐ θέλοντι ἐξελθεῖν τῆς πόλεως, καὶ ἐλθεῖν εἰς Ἔφεσον ὡς Ἀλέξανδρον. τοῦ δὲ τελευτήσαντος, ταραχῆς οὔσης, ἀπάρας εἰς τὴν Ῥόδον ἐνταῦθα
σχολὴν καταστησάμενος ἐδίδασκεν. ἀνέγνω τε τοῖς Ῥοδίοις τὸν κατὰ Κτησιφῶντος λόγον ἐπιδεικνύμενος· θαυμαζόντων δὲ πάντων εἰ ταῦτʼ εἰπὼν ἡττήθη οὐκ ἄν ἔφη ἐθαυμάζετε, Ῥόδιοι, εἰ πρὸς ταῦτα Δημοσθένους; λέγοντος ἠκούσατε σχολὴν τʼ ἐκεῖ προσκατέλιπε, τὸ Ῥοδιακὸν διδασκαλεῖον κληθέν. ἔπειτα πλεύσας εἰς Σάμον καὶ διατρίβων ἐπὶ τῆς νήσου ὀλίγον ὕστερον ἐτελεύτησεν. ἐγένετο δʼ εὔφωνος, ὡς δῆλον ἔκ τε ὧν φησι Δημοσθένης καὶ ἐκ τοῦ Δημοχάρους λόγου. φέρονται δʼ αὐτοῦ λόγοι τέσσαρες, ὅ τε κατὰ Τιμάρχου καὶ ὁ τῆς Παραπρεσβείας καὶ ὁ κατὰ Κτησιφῶντος, οἳ καὶ μόνοι εἰσὶ γνήσιοι. ὁ γὰρ ἐπιγραφόμενος Δηλιακὸς οὐκ ἔστιν Αἰσχίνου· ἀπεδείχθη μὲν γὰρ ἐπὶ τὴν κρίσιν τὴν περὶ τοῦ ἱεροῦ τοῦ ἐν Δήλῳ συσταθεὶς συνήγορος οὐ μὴν εἶπε τὸν λόγον· ἐχειροτονήθη γὰρ Ὑπερείδης ἀντʼ αὐτοῦ, ὥς φησι Δημοσθένης. ἔσχε δὲ καὶ ἀδελφούς, ὥς φησιν αὐτός, Ἀφόβητον καὶ Φιλοχάρη. ἀπήγγειλε δὲ καὶ τὴν ἐν Ταμύναις νίκην πρῶτος Ἀθηναίοις, ἐφʼ ᾧ καὶ ἐστεφανώθη τὸ δεύτερον. οἱ δʼ εἶπον μηδὲ μαθητεῦσαί τισι τὸν Αἰσχίνην, ἀλλʼ ἐκ τῆς ὑπογραμματείας ἀρθῆναι ἐν τοῖς δικαστηρίοις τότε διάγοντα· πρῶτον δʼ εἰπεῖν ἐν τῷ δήμῳ κατὰ
Φιλίππου, εὐδοκιμήσαντά τε πρεσβευτὴν χειροτονηθῆναι πρὸς Ἀρκάδας πρὸς οὓς ἀφικόμενον συστῆσαι τοὺς μυρίους ἐπὶ Φίλιππον. ἐγράψατο δὲ καὶ Τίμαρχον ἑταιρήσεως· ὁ δ̓ ἐκλιπὼν τὸν ἀγῶνα αὑτὸν ἀνήρτησεν, ὥς πού φησι Δημοσθένης. ἐχειροτονήθη δὲ πρεσβευτὴς ὡς Φίλιππον μετὰ Κτησιφῶντος καὶ Δημοσθένους περὶ τῆς εἰρήνης, ἐν ἄμεινον τοῦ Δημοσθένους ἠνέχθη· τὸ δὲ δεύτερον δέκατος ὤν, κυρώσας ὅρκοις τὴν εἰρήνην, κριθεὶς ἀπέφυγεν, ὡς προείρηται.