Praecepta gerendae reipublicae

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1893.

φύσει μὲν οὖν ἄρχων ἀεὶ πόλεως ὁ πολιτικὸς ὥσπερ ἡγεμὼν ἐν μελίτταις, καὶ τοῦτο χρὴ διανοούμενον ἔχειν τὰ δημόσια διὰ χειρός· ἃς δʼ ὀνομάζουσιν ἐξουσίας καὶ χειροτονοῦσιν ἀρχὰς μήτʼ ἄγαν διώκειν καὶ πολλάκις, οὐ γὰρ σεμνὸν οὐδὲ δημοτικὸν ἡ φιλαρχία· μήτʼ ἀπωθεῖσθαι, τοῦ δήμου κατὰ νόμον διδόντος καὶ καλοῦντος ἀλλὰ κἂν ταπεινότεραι τῆς δόξης ὦσι, δέχεσθαι καὶ συμφιλοτιμεῖσθαι δίκαιον γὰρ ὑπὸ τῶν μειζόνων κοσμουμένους ἀρχῶν ἀντικοσμεῖν τὰς,·ʼ ἐλάττονας, καὶ τῶν μὲν βαρυτέρων οἷον στρατηγίας Ἀθήνησι καὶ πρυτανείας ἐν Ῥόδῳ καὶ βοιωταρχίας παρʼ ἡμῖν, ὑφίεσθαὶ τι καὶ παρενδιδόναι μετριάζοντα ταῖς δὲ

μικροτέραις ἀξίωμα προστιθέναι καὶ ὄγκον, ὅπως μήτε περὶ ταύτας εὐκαταφρόνητοι μήτε ἐπίφθονοι περὶ ἐκείνας ὦμεν. εἰσιόντα δʼ εἰς ἅπασαν ἀρχὴν οὐ μόνον ἐκείνους δεῖ προχειρίζεσθαι τοὺς λογισμούς, οὓς ὁ Περικλῆς αὑτὸν ὑπεμίμνησκεν ἀναλαμβάνων τὴν χλαμύδα πρόσεχε, Περίκλεις ἐλευθέρων ἄρχεις, Ἑλλήνων ἄρχεις, πολιτῶν Ἀθηναίων· ἀλλὰ κἀκεῖνο λέγειν πρὸς ἑαυτὸν ἀρχόμενος ἄρχεις, ὑποτεταγμένης πόλεως ἀνθυπάτοις, ἐπιτρόποις Καίσαρος· οὐ ταῦτα λόγχη πεδιάς[*](λόγχη πεδιὰς Duebnerus (ex Soph. Trach. 1058): λόγχης πεδία ), οὐδʼ αἱ παλαιαὶ Σάρδεις οὐδʼ ἡ Λυδῶν ἐκείνη δύναμις εὐσταλεστέραν δεῖ τὴν χλαμύδα ποιεῖν, καὶ βλέπειν ἀπὸ τοῦ στρατηγίου πρὸς τὸ βῆμα[*](καὶ βλέπειν ἀπὸ τοῦ βήματος πρὸς τὸ στρατήγιον Kaltwasserus), καὶ τῷ στεφάνῳ μὴ πολὺ φρονεῖν μηδὲ[*](φρονεῖν μηδὲ Coraes: φρόνημα ) πιστεύειν, ὁρῶντα τοὺς καλτίους ἐπάνω τῆς κεφαλῆς· ἀλλὰ μιμεῖσθαι τοὺς ὑποκριτάς, πάθος; μὲν ἴδιον καὶ ἦθος καὶ ἀξίωμα τῷ ἀγῶνι προστιθέντας, τοῦ δʼ ὑποβολέως ἀκούοντας καὶ μὴ παρεκβαίνοντας τοὺς ῥυθμοὺς καὶ τὰ μέτρα τῆς διδομένης ἐξουσίας ὑπὸ τῶν κρατούντων. ἡ γὰρ ἔκπτωσις οὐ φέρει συριγμὸν οὐδὲ χλευασμὸν οὐδὲ κλωγμόν, ἀλλὰ πολλοῖς μὲν ἐπέβη
  1. δεινὸς κολαστὴς πέλεκυς αὐχένος τομεύς,
  2. [*](Nauck. p. 918)
ὡς τοῖς περὶ Παρδάλαν· τὸν ὑμέτερον ἐκλαθομένοις τῶν ὅρων ὁ δέ τις ἐκριφεὶς εἰς νῆσον γέγονε κατὰ τὸν Σόλωνα
  1. Φολεγάνδριος ἢ Σικινήτης[*](Σικινήτης idem ex cod. Monacensi: σικινίτης ),[*](Bergk. 2 p. 34)
  2. ἀντί.,γʼ Ἀθηναίου πατρίδʼ ἀμειψάμενος.
τὰ μὲν γὰρ μικρὰ παιδία τῶν πατέρων ὁρῶντες ἐπιχειροῦντα τὰς κρηπῖδας ὑποδεῖσθαι καὶ τοὺς στεφάνους περιτίθεσθαι μετὰ παιδιᾶς γελῶμεν, οἱ δʼ ἄρχοντες ἐν ταῖς πόλεσιν ἀνοήτως τὰ τῶν προγόνων ἔργα καὶ φρονήματα καὶ πράξεις ἀσυμμέτρους τοῖς παροῦσι καιροῖς καὶ πράγμασιν οὔσας μιμεῖσθαι κελεύοντες ἐξαίρουσι τὰ πλήθη, γέλωτά τε ποιοῦντες[*](γέλωτά τε ποιοῦντες *: γελωτοποιοῦντες aut γελοῖά τε ποιοῦντες ) οὐκέτι γέλωτος ἄξια πάσχουσιν, ἂν μὴ πάνυ καταφρονηθῶσι. πολλὰ γὰρ ἔστιν ἄλλα τῶν πρότερον Ἑλλήνων διεξιόντα τοῖς νῦν ἠθοποιεῖν καὶ σωφρονίζειν, ὡς Ἀθήνησιν ὑπομιμνήσκοντα μὴ τῶν πολεμικῶν, ἀλλʼ οἷόν ἐστι τὸ ψήφισμα τὸ τῆς ἀμνηστίας ἐπὶ τοῖς τριάκοντα· καὶ τὸ ζημιῶσαι Φρύνιχον τραγῳδίᾳ[*](τραγώδίαν an ἐν τραγῳδίᾳ?) διδάξαντα τὴν Μιλήτου ἅλωσιν· καὶ ὅτι, Θήβας Κασάνδρου κτίζοντος, ἐστεφανηφόρησαν τὸν δʼ ἐν Ἄργει πυθόμενοι σκυταλισμόν, ἐν ᾧ πεντακοσίους καὶ χιλίους ἀνῃρήκεσαν ἐξ αὑτῶν[*](*: αὐτῶν ) οἱ Ἀργεῖοι, περιενεγκεῖν καθάρσιον περὶ τὴν ἐκκλησίαν ἐκέλευσαν ἐν· δὲ τοῖς Ἁρπαλείοις τὰς οἰκίας ἐρευνῶντες μόνην τὴν τοῦ γεγαμηκότος νεωστὶ παρῆλθον. ταῦτα γὰρ καὶ νῦν ἔξεστι ζηλοῦντας ἐξομοιοῦσθαι τοῖς προγόνοις· τὸν δὲ Μαραθῶνα καὶ τὸν Εὐρυμέδοντα καὶ τὰς Πλαταιάς, καὶ ὅσα τῶν παραδειγμάτων οἰδεῖν ποιεῖ καὶ φρυάττεσθαι διακενῆς τοὺς
πολλούς, ἀπολιπόντας ἐν[*](ἐν] del. Coraes) ταῖς σχολαῖς τῶν σοφιστῶν.

οὐ μόνον δὲ δεῖ παρέχειν αὑτόν τε καὶ τὴν πατρίδα πρὸς τοὺς ἡγεμόνας ἀναίτιον, ἀλλὰ καὶ φίλον ἔχειν ἀεί τινα τῶν ἄνω δυνατωτάτων[*](τῶν ἄνω δυνατωτάτων] alterutrum scrib. aut τῶν ἄνω (quod praestat) aut τῶν δυνατωτάτων. In Palatino ἄνω supra est scriptum pr. m. ), ὥσπερ ἕρμα τῆς πολιτείας βέβαιον· αὐτοὶ[*](αὐτοὶ] τοιοῦτοι correctio est) γάρ εἰσι Ῥωμαῖοι πρὸς· τὰς πολιτικὰς σπουδὰς προθυμότατοι τοῖς φίλοις καὶ καρπὸν ἐκ φιλίας ἡγεμονικῆς λαμβάνοντας[*](X: λαμβάνοντες ), οἷον ἔλαβε Πολύβιος καὶ Παναίτιος τῇ Σκιπίωνος εὐνοίᾳ πρὸς αὐτοὺς[*](αὐτοὶς *: αὐτοὺς ) μεγάλα τὰς πατρίδας ὠφελήσαντες, εἰς εὐδαιμονίαν δημοσίαν[*](εὐδαιμονίαν δημοσίαν scripsi (δημοσίαν εὐδαιμονίαν W): εὐδαιμονίαν ) ἐξενέγκασθαι καλόν. ἄρειόν τε Καῖσαρ, ὅτε τὴν Ἀλεξάνδρειαν εἷλε, διὰ χειρὸς ἔχων καὶ μόνῳ προσομιλῶν τῶν συνήθων συνεισήλασεν, εἶτα τοῖς Ἀλεξανδρεῦσι τὰ ἔσχατα προσδοκῶσι καὶ δεομένοις ἔφη διαλλάττεσθαι διά τε τὸ μέγεθος τῆς πόλεως καὶ διὰ τὸν οἰκιστὴν Ἀλέξανδρον, καὶ τρίτον ἔφη τῷ φίλῳ μου τούτῳ χαριζόμενος. ἆρὰ γʼ ἄξιον τῇ χάριτι ταύτῃ παραβαλεῖν τὰς πολυταλάντους ἐπιτροπὰς καὶ διοικήσεις τῶν ἐπαρχιῶν, ἃς διώκοντες οἱ πολλοὶ γηράσκουσι πρὸς ἀλλοτρίαις θύραις, τὰ οἴκοι προλιπόντες· ἢ τὸν Εὐριπίδην[*](Εὐριπίδην] cf. Phoeniss. 521) ἐπανορθωτέον ᾄδοντα καὶ λέγοντα, ὡς εἴπερ ἀγρυπνεῖν χρὴ καὶ φοιτᾶν ἐπʼ αὔλειον ἑτέρου καὶ ὑποβάλλειν ἑαυτὸν ἡγεμονικῇ

συνηθείᾳ, πατρίδος πέρι κάλλιστον ἐπὶ ταῦτα χωρεῖν, τὰ δʼ ἄλλα τὰς ἐπὶ τοῖς ἴσοις καὶ δικαίοις φιλίας ἀσπάζεσθαι καὶ φυλάττειν;

ποιοῦντα μέντοι καὶ παρέχοντα τοῖς κρατοῦσιν εὐπειθῆ τὴν πατρίδα δεῖ μὴ προσεκταπεινοῦν, μηδὲ τοῦ σκέλους δεδεμένου προσυποβάλλειν καὶ τὸν τράχηλον, ὥσπερ ἔνιοι, καὶ μικρὰ καὶ μείζω φέροντες ἐπὶ τοὺς ἡγεμόνας ἐξονειδίζουσι τὴν δουλείαν, μᾶλλον δʼ ὅλως τὴν πολιτείαν ἀναιροῦσι, καταπλῆγα καὶ περιδεᾶ καὶ πάντων ἄκυρον ποιοῦντες. ὥσπερ γὰρ οἱ χωρὶς ἰατροῦ μήτε δειπνεῖν μήτε λούεσθαι συνεθισθέντες οὐδʼ ὅσον ἡ φύσις δίδωσι χρῶνται τῷ ὑγιαίνειν, οὕτως οἱ παντὶ δόγματι καὶ συνεδρίῳ καὶ χάριτι καὶ διοικήσει προσάγοντες ἡγεμονικὴν κρίσιν ἀναγκάζουσιν ἑαυτῶν μᾶλλον ἢ βούλονται δεσπότας εἶναι τοὺς ἡγουμένους. αἰτία δὲ τούτου μάλιστα πλεονεξία[*](malim φιλονικία ) καὶ φιλονεικία τῶν πρώτων· ἢ γὰρ ἐν οἷς βλάπτουσι τοὺς ἐλάττονας ἐκβιάζονται φεύγειν τὴν πόλιν ἢ περὶ ὧν διαφέρονται πρὸς ἀλλήλους οὐκ ἀξιοῦντες ἐν τοῖς πολίταις ἔχειν ἔλαττον ἐπάγονται τοὺς κρείττονας· ἐκ τούτου δὲ καὶ βουλὴ καὶ δῆμος καὶ δικαστήρια καὶ ἀρχὴ πᾶσα τὴν ἐξουσίαν ἀπόλλυσι. δεῖ δὲ τοὺς μὲν ἰδιώτας ἰσότητι, τοὺς δὲ δυνατοὺς ἀνθυπείξει πραΰνοντα κατέχειν ἐν τῇ πολιτείᾳ καὶ διαλύειν τὰ πράγματα, πολιτικήν τινα ποιούμενον αὐτῶν ὥσπερ νοσημάτων ἀπόρρητον ἰατρείαν, αὐτόν τε μᾶλλον ἡττᾶσθαι βουλόμενον ἐν τοῖς πολίταις ἢ νικᾶν ὕβρει,

καὶ καταλύσει τῶν οἴκοι δικαίων, τῶν τʼ ἄλλων ἑκάστου δεόμενον καὶ διδάσκοντα τὴν φιλονεικίαν ὅσον ἐστὶ κακόν· νῦν δʼ ὅπως μὴ πολίταις καὶ φυλέταις οἴκοι καὶ γείτοσι καὶ συνάρχουσιν ἀνθυπείξωσι μετὰ τιμῆς καὶ χάριτος, ἐπὶ ῥητόρων θύρας καὶ πραγματικῶν χεῖρας ἐκφέρουσι σὺν πολλῇ βλάβῃ καὶ αἰσχύνῃ τὰς διαφοράς. οἱ μὲν γὰρ ἰατροὶ τῶν νοσημάτων ὅσα μὴ δύνανται παντάπασιν ἀνελεῖν ἔξω, τρέπουσιν· εἰς τὴν ἐπιφάνειαν τοῦ σώματος· ὁ δὲ πολιτικός, ἂν μὴ δύνηται τὴν πόλιν ἀπράγμονα παντελῶς διαφυλάττειν; ἐν αὐτῇ γε πειράσεται τὸ ταρασσόμενον αὐτῆς καὶ στασιάζον ἀποκρύπτων ἰᾶσθαι καὶ διοικεῖν, ὡς ἂν ἥκιστα τῶν ἐκτὸς ἰατρῶν[*](ἰατρῶν] ἰατρειῶν Schaeferus) καὶ φαρμάκων δέοιτο. ἡ μὲν γὰρ προαίρεσις ἔστω τοῦ πολιτικοῦ τῆς ἀσφαλείας ἐχομένη καὶ φεύγουσα τὸ ταρακτικὸν τῆς κενῆς δόξης καὶ μανικόν, ὡς εἴρηται[*](Hom. P 157)· τῇ μέντοι διαθέσει φρόνημα καὶ μένος πολυθαρσὲς ἐνέστω
  1. ἄτρομον, οἷὸν τʼ ἄνδρας ἐσέρχεται[*](ἐσέρχεται idem: ἐπέρχεται ), οἳ περὶ πάτρης
  2. ἀνδράσι δυσμενέεσσι
καὶ πράγμασι δυσκόλοις καὶ καιροῖς ἀντερείδουσι καὶ διαμάχονται. δεῖ γὰρ οὐ ποιεῖν χειμῶνας αὐτὸν ἀλλὰ μὴ προλείπειν ἐπιπεσόντων, οὐδὲ κινεῖν τὴν πόλιν ἐπισφαλῶς, σφαλλομένῃ δὲ καὶ κινδυνευούσῃ βοηθεῖν, ὥσπερ ἄγκυραν ἱερὰν ἀράμενον ἐξ αὐτοῦ[*](αὑτοῦ?) τὴν παρρησίαν ἐπὶ τοῖς μεγίστοις· οἷα Περγαμηνοὺς ἐπὶ Νέρωνος κατέλαβε πράγματα, καὶ
Ῥοδίους ἔναγχος ἐπὶ Δομετιανοῦ, καὶ Θεσσαλοὺς πρότερον ἐπὶ τοῦ Σεβαστοῦ Πετραῖον ζῶντα κατακαύσαντας.
  1. ἔνθʼ οὐκ ἂν βρίζοντα ἴδοις
  2. [*](Hom. Δ 223)
οὐδὲ καταπτώσσοντα τὸν ἀληθῶς πολιτικὸν οὐδʼ αἰτιώμενον ἑτέρους αὑτὸν δὲ τῶν δεινῶν ἔξω τιθέμενον, ἀλλὰ καὶ πρεσβεύοντα καὶ πλέοντα καὶ λέγοντα πρῶτον οὐ μόνον ἥκομεν οἱ κτείναντες, ἀπότρεπε λοιγόν, Ἄπολλον·[*](Callimach. p. 787 ed. Schneid.) ἀλλά, κἂν τῆς ἁμαρτίας μὴ μετάσχῃ τοῖς πολλοῖς, τοὺς κινδύνους ὑπὲρ αὐτῶν ἀναδεχόμενον. καὶ γὰρ καλὸν τοῦτο καὶ πρὸς τῷ καλῷ πολλάκις ἑνὸς ἀνδρὸς ἀρετὴ καὶ φρόνημα θαυμασθὲν ἠμαύρωσε τὴν πρὸς πάντας ὀργὴν καὶ διεσκέδασε τὸ φοβερὸν καὶ πικρὸν τῆς ἀπειλῆς οἷα καὶ πρὸς Βοῦλιν ἔοικε καὶ Σπέρχιν[*](Σπέρχιν] cf. p. 235 f.) τοὺς Σπαρτιάτας παθεῖν ὁ Πέρσης, καὶ πρὸς Σθέννωνα[*](Σθέννωνα] cf. p. 203d. Vit. Pomp. c. 10) Πομπήιος ἔπαθεν, ὅτε, Μαμερτίνους μέλλοντος αὐτοῦ κολάζειν διὰ τὴν ἀπόστασιν, οὐκ ἔφη δίκαια πράξειν αὐτὸν ὁ Σθέννων, εἰ πολλοὺς ἀναιτίους ἀπολεῖ. διʼ ἕνα τὸν αἴτιον· ὁ γὰρ ἀποστήσας τὴν πόλιν αὐτὸς εἶναι τοὺς μὲν φίλους πείσας τοὺς δʼ ἐχθροὺς βιασάμενος. οὕτω ταῦτα διέθηκε τὸν Πομπήιον, ὥστε καὶ τὴν πόλιν ἀφεῖναι καὶ τῷ Σθέννωνι χρήσασθαι φιλανθρώπως. ὁ δὲ Σύλλα ξένος ὁμοίᾳ μὲν ἀρετῇ πρὸς οὐχ ὁμοίαν δὲ χρησάμενος εὐγενῶς ἐτελεύτησεν ἐπεὶ γὰρ ἑλὼν
Πραινεστὸν ὁ Σύλλας ἔμελλε τοὺς ἄλλους ἅπαντας ἀποσφάττειν ἕνα δʼ ἐκεῖνον ἠφίει διὰ τὴν ξενίαν, εἰπὼν ὡς οὐ βούλεται σωτηρίας χάριν εἰδέναι τῷ φονεῖ τῆς πατρίδος, ἀνέμιξεν ἑαυτὸν καὶ συγκατεκόπη τοῖς πολίταις. τοιούτους μὲν οὖν καιροὺς ἀπεύχεσθαι δεῖ καὶ τὰ βελτίονα προσδοκᾶν.

ἱερὸν δὲ χρῆμα καὶ μέγα πᾶσαν ἀρχὴν οὖσαν καὶ ἄρχοντα δεῖ μάλιστα τιμᾶν, τιμὴ δʼ ἀρχῆς ὁμοφροσύνη καὶ φιλία ʼπρὸς συνάρχοντας πολὺ μᾶλλον ἢ στέφανοι καὶ χλαμὺς περιπόρφυρος. οἱ δὲ τὸ συστρατεύσασθαι καὶ συνεφηβεῦσαι φιλίας ἀρχὴν τιθέμενοι, τὸ δὲ συστρατηγεῖν καὶ συνάρχειν ἔχθρας αἰτίαν λαμβάνοντες, ἓν τῶν τριῶν κακῶν οὐ διαπεφεύγασιν· ἢ γὰρ ἴσους ἡγούμενοι τοὺς συνάρχοντας αὐτοὶ στασιάζουσιν ἢ κρείττονας φθονοῦσιν ἢ ταπεινοτέρους καταφρονοῦσι. δεῖ δὲ καὶ θεραπεύειν τὸν κρείττονα καὶ κοσμεῖν τὸν ἥττονα καὶ τιμᾶν τὸν ὅμοιον, ἀσπάζεσθαι δὲ καὶ φιλεῖν ἅπαντας, ὡς οὐ διὰ τραπέζης[*](οὐ διὰ τραπέχης κἑ] cf. Kock. 3 p. 495) οὐδὲ κώθωνος οὐδʼ ἐφʼ ἑστίας, ἀλλὰ κοινῇ καὶ δημοσίᾳ ψήφῳ φίλους γεγονότας καὶ τρόπον τινὰ πατρῴαν τὴν ἀπὸ τῆς πατρίδος εὔνοιαν ἔχοντας. ὁ γοῦν Σκιπίων ἤκουσεν ἐν Ῥώμῃ κακῶς, ὅτι φίλους ἑστιῶν ἐπὶ τῇ καθιερώσει τοῦ Ἡρακλείου τὸν συνάρχοντα Μόμμιον οὐ παρέλαβε· καὶ γάρ, εἰ τἄλλα μὴ φίλους ἐνόμιζον ἑαυτούς, ἐν τοῖς γε τοιούτοις ἠξίουν τιμᾶν καὶ φιλοφρονεῖσθαι διὰ τὴν ἀρχήν. ὅπου τοίνυν ἀνδρὶ

τἄλλα θαυμασίῳ τῷ Σκιπίωνι μικρὸν οὕτω φιλανθρώπευμα παραλειφθὲν ὑπεροψίας ἤνεγκε δόξαν, ἦπου κολούων ἄν τις ἀξίωμα συνάρχοντος ἢ πράξεσιν ἐχούσαις φιλοτιμίαν ἐπηρεάζων ἢ πάντα. συλλήβδην ἀνατιθεὶς ἅμα καὶ περιάγων ὑπʼ αὐθαδείας εἰς ἑαυτὸν ἐκείνου δʼ ἀφαιρούμενος, ἐπιεικὴς ἂν φανείη καὶ μέτριος; μέμνημαι νέον ἐμαυτὸν ἔτι πρεσβευτὴν μεθʼ ἑτέρου πεμφθέντα πρὸς ἀνθύπατον,ʼ ἀπολειφθέντος δέ πως ἐκείνου, μόνον ἐντυχόντα καὶ διαπραξάμενον ὡς οὖν ἔμελλον ἐπανελθὼν ἀποπρεσβεύειν, ἀναστὰς[*](ἀναστὰς] fort. παραστὰς) ὁ πατὴρ κατʼ ἰδίαν ἐκέλευσε μὴ λέγειν ᾠχόμην ἀλλʼ ᾠχόμεθα, μηδʼ εἶπον ἀλλʼ εἴπομεν, καὶ τἄλλα συνεφαπτόμενον οὕτω καὶ κοινούμενον ἀπαγγέλλειν. οὐ γὰρ μόνον ἐπιεικὲς τὸ τοιοῦτον καὶ φιλάνθρωπόν ἐστιν, ἀλλὰ καὶ τὸ λυποῦν τὸν φθόνον ἀφαιρεῖ τῆς δόξης;. ὅθεν οἱ μεγάλοι καὶ δαίμονα καὶ τύχην τοῖς κατορθώμασι συνεπιγράφουσιν, ὡς Τιμολέων ὁ τὰς ἐν Σικελίᾳ καταλύσας τυραννίδας Αὐτοματίας ἱερὸν ἱδρύσατο · καὶ Πύθων ἐπὶ τῷ Κότυν ἀποκτεῖναι θαυμαζόμενος καὶ τιμώμενος ὑπὸ τῶν Ἀθηναίων ὁ θεός ἔφη ταῦτʼ ἔπραξε, τὴν χεῖρα παρʼ ἐμοῦ χρησάμενος. Θεόπομπος δʼ ὁ βασιλεὺς τῶν Λακεδαιμονίων πρὸς τὸν εἰπόντα σῴζεσθαι τὴν Σπάρτην διὰ τοὺς βασιλεῖς ἀρχικοὺς ὄντας μᾶλλον ἔφη διὰ τοὺς πολλοὺς πειθαρχικοὺς ὄντας .

γίγνεται μὲν οὖν διʼ ἀλλήλων ἀμφότερα

ταῦτα. λέγουσι δ̓ οἱ πλεῖστοι καὶ νομίζουσι πολιτικῆς παιδείας ἔργον· εἶναι τὸ καλῶς ἀρχομένους παρασχεῖν καὶ γὰρ πλέον ἐστὶ τοῦ ἄρχοντος ἐν ἑκάστῃ πόλει τὸ ἀρχόμενον· καὶ χρόνον ἕκαστος ἄρχει βραχύν, ἄρχεται δὲ τὸν ἅπαντα χρόνον ἐν δημοκρατίᾳ πολιτευόμενος· ὥστε κάλλιστον εἶναι μάθημα καὶ χρησιμώτατον τὸ πειθαρχεῖν τοῖς ἡγουμένοις, κἂν ὑποδεέστεροι δυνάμει καὶ δόξῃ τυγχάνωσιν ὄντες. ἄτοπον γάρ ἐστι τὸν μὲν ἐν τραγῳδίᾳ γῳδίᾳ πρωταγωνιστήν, Θεόδωρον ἢ Πῶλον ὄντα μισθωτὸν τῷ[*](μισθωτὸν τῷ Madvigius: μισθωτῷ ) τὰ τρίτα λέγοντι πολλάκις ἕπεσθαι καὶ προσδιαλέγεσθαι ταπεινῶς, ἂν ἐκεῖνος; ἔχῃ τὸ διάδημα καὶ τὸ σκῆπτρον· ἐν δὲ πράξεσιν ἀληθιναῖς καὶ πολιτείᾳ τὸν πλούσιον καὶ ἔνδοξον ὀλιγωρεῖν καὶ καταφρονεῖν ἄρχοντος; ἰδιώτου καὶ πένητος, ἐνυβρίζοντα καὶ καθαιροῦντα[*](συγκαθαιροῦντα R) τῷ περὶ αὑτὸν[*](ib. αὐτὸν?) ἀξιώματι τὸ τῆς πόλεως, ἀλλὰ μὴ μᾶλλον αὔξοντα καὶ προστιθέντα τὴν ἀπʼ αὑτοῦ[*](ἀφʼ αὐτοῦ?) δόξαν καὶ δύναμιν τῇ ἀρχῇ. καθάπερ ἐν Σπάρτῃ τοῖς ἐφόροις οἵ τε βασιλεῖς ὑπεξανίσταντο, καὶ τῶν ἄλλων ὁ κληθεὶς οὐ βάδην ὑπήκουεν ἀλλὰ δρόμῳ καὶ σπουδῇ διʼ ἀγορᾶς θέοντες ἐπεδείκνυντο τὴν εὐπείθειαν τοῖς πολίταις, ἀγαλλόμενοι τῷ τιμᾶν τοὺς ἄρχοντας· οὐχ ὥσπερ ἔνιοι τῶν ἀπειροκάλων καὶ σολοίκων, οἷον ἰσχύος ἑαυτῶν καλλωπιζόμενοι περιουσίᾳ, βραβευτὰς ἐν ἀγῶσι προπηλακίζουσι καὶ χορηγοὺς ἐν Διονυσίοις λοιδοροῦσι καὶ στρατηγῶν καὶ
γυμνασιάρχων[*](*: γυμνασιαρχῶν ) καταγελῶσιν, οὐκ εἰδότες οὐδὲ μανθάνοντες ὅτι τοῦ τιμᾶσθαι τὸ τιμᾶν πολλάκις ἐστὶν ἐνδοξότερον. ἀνδρὶ γὰρ ἐν πόλει δυναμένῳ μέγα μείζονα φέρει κόσμον ἄρχων δορυφορούμενος ὑπʼ αὐτοῦ καὶ προπεμπόμενος ἢ δορυφορῶν καὶ προπέμπων μᾶλλον δὲ τοῦτο μὲν ἀηδίαν καὶ φθόνον, ἐκεῖνο δὲ τὴν ἀληθινὴν φέρει, τὴν ἀπʼ εὐνοίας, δόξαν· ὀφθεὶς δʼ ἐπὶ θύραις ποτὲ καὶ πρότερος ἀσπασάμενος καὶ λαβὼν ἐν περιπάτῳ μέσον, οὐδὲν ἀφαιρούμενος ἑαυτοῦ, τῇ πόλει κόσμον περιτίθησι.

δημοτικὸν δὲ καὶ βλασφημίαν ἐνεγκεῖν καὶ ὀργὴν ἄρχοντος ἢ τὸ τοῦ. Διομήδους ὑπειπόντα,

  1. τούτῳ μὲν γὰρ κῦδος ἅμʼ ἕψεται
  2. [*](Hom. Δ 418)
ἢ τὸ τοῦ Δημοσθένους[*](Δημοσθένους] 21, 524), ὅτι νῦν οὐκ ἔστι Δημοσθένης μόνον ἀλλὰ καὶ θεσμοθέτης ἢ χορηγὸς ἢ στεφανηφόρος;. ἀναθετέον οὖν τὴν ἄμυναν εἰς τὸν χρόνον[*](εἰς τὸν οἰκεῖον χρόνον R) ἢ γὰρ ἐπέξιμεν ἀπαλλαγέντι τῆς ἀρχῆς ἢ κερδανοῦμεν ἐν τῷ περιμένειν τὸ παύσασθαι τῆς ὀργῆς.

σπουδῇ μέντοι καὶ προνοίᾳ· περὶ τὰ κοινὰ καὶ φροντίδι πρὸς ἅπασαν ἀρχὴν ἀεὶ διαμιλλητέον, ἂν μὲν ὦσι χαρίεντες, αὐτὸν ὑφηγούμενον ἃ δεῖ καὶ φράζοντα καὶ διδόντα χρῆσθαι τοῖς βεβουλευμένοις ὀρθῶς καὶ τὸ κοινὸν εὐδοκιμεῖν ὠφελοῦντα 25, ἐὰν δʼ ἐνῇ τις ἐκείνοις ὄκνος ἢ μέλλησις ἢ

κακοήθεια πρὸς τὴν πρᾶξιν, οὕτω χρὴ παρεῖναι[*](scr. vid. παριέναι ) καὶ λέγειν αὐτὸν εἰς τοὺς πολλοὺς καὶ μὴ παραμελεῖν μηδʼ ὑφίεσθαι τῶν κοινῶν, ὡς, οὐ προσῆκον, ἄρχοντος ἑτέρου, πολυπραγμονεῖν καὶ παραδιοικεῖν. ὁ γὰρ νόμος ἀεὶ τῷ τὰ δίκαια πράσσοντι καὶ γιγνώσκοντι τὰ συμφέροντα τὴν πρώτην τάξιν ἐν τῇ πολιτείᾳ δίδωσιν. ἦν δέ τις φησὶν ἐν τῷ στρατεύματι Ξενοφῶν[*](Ξενοφῶν] Exped. 3, 1, 4), οὔτε στρατηγὸς οὔτε λοχαγός ἀλλὰ τῷ φρονεῖν τὰ δέοντα καὶ τολμᾶν αὑτὸν εἰς τὸ ἄρχειν καταστήσας διέσῳσε τοὺς Ἕλληνας. καὶ τῶν Φιλοποίμενος ἔργων ἐπιφανέστατόν ἐστι τό, τοῦ Νάβιδος[*](τοῦ Νάβιδος M: ἄγιδος τοῦ αὔιδος aut ἀγιδος cf. Praefat. p. XL et Vit Philop. c. 12) Μεσσήνην καταλαβόντος; οὐκ ἐθέλοντος δὲ τοῦ στρατηγοῦ τῶν Ἀχαιῶν βοηθεῖν ἀλλʼ ἀποδειλιῶντος, αὐτὸν ὁρμήσαντα μετὰ τῶν προθυμοτάτων ἄνευ · δόγματος ἐξελέσθαι τὴν πόλιν. οὐ μὴν διὰ μικρὰ δεῖ καὶ τὰ τυχόντα καινοτομεῖν, ἀλλʼ ἐπὶ τοῖς ἀναγκαίοις ὡς ὁ Φιλοποίμην, ἢ τοῖς καλοῖς ὡς Ἐπαμεινώνδας, ἐπιβαλὼν τέτταρας μῆνας τῇ βοιωταρχίᾳ παρὰ τὸν νόμον, ἐν οἷς εἰς τὴν Λακωνικὴν ἐνέβαλε καὶ τὰ περὶ Μεσσήνην ἔπραξεν· ὅπως, κἂν ἀπαντᾷ τις ἐωξὶ τούτῳ κατηγορία καὶ μέμψις,; ἀπολογίαν τῆς αἰτίας τὴν ἀνάγκην ἔχωμεν ἢ παραμυθίαν τοῦ κινδύνου τὸ μέγεθος τῆς πράξεως καὶ τὸ κάλλος.

Ἰάσονος τοῦ Θεσσαλῶν μονάρχου γνώμην ἀπομνημονεύουσιν, ἐφʼ οἷς ἐβιάζετο καὶ παρηνώχλει

τινάς, ἀεὶ λεγομένην, ὡς ἀναγκαῖον ἀδικεῖν τὰ μικρὰ τοὺς βουλομένους τὰ μεγάλα δικαιοπραγεῖν. τοῦτον μὲν οὖν ἄν τις εὐθὺς καὶ καταμάθοι τὸν λόγον ὡς ἔστι δυναστευτικός· ἐκεῖνο δὲ πολιτικώτερον παράγγελμα, τὸ τὰ μικρὰ τοῖς πολλοῖς προΐεσθαι χαριζόμενον ἐπὶ τῷ τοῖς μείζοσιν ἐνίστασθαι καὶ κωλύειν ἐξαμαρτάνοντας. ὁ γὰρ αὖ περὶ πάντα λίαν ἀκριβὴς καὶ σφοδρός, οὐδὲν ὑποχωρῶν οὐδʼ ὑπείκων ἀλλὰ τραχὺς ἀεὶ καὶ ἀπαραίτητος, ἀντιφιλονεικεῖν τὸν δῆμον αὐτῷ καὶ προσδυσκολαίνειν ἐθίζει,
  1. μικρὸν δέου[*](ib. δέον *: δέ Nauckius dubitat an sola verba χαλάσαι - ἀλκῇ poetae tribuenda sint) ποδὸς
  2. χαλάσαι μεγάλῃ κύματος ἀλκῇ
  3. [*](Nauck. p. 918)
τὰ μὲν αὐτὸν ἐνδιδόντα καὶ συμπαίζοντα, κεχαρισμένως οἷον ἐν θυσίαις καὶ ἀγῶσι καὶ θεάτροις, τὰ δʼ ὥσπερ ἐν οἰκίᾳ νέων ἁμαρτήματα προσποιούμενον παρορᾶν καὶ παρακούειν, ὅπως ἡ τοῦ νουθετεῖν καὶ παρρησιάζεσθαι δύναμις ὥσπερ φαρμάκου μὴ κατακεχρημένη μηδʼ ἕωλος ἀλλʼ ἀκμὴν ἔχουσα καὶ πίστιν ἐν τοῖς μείζοσι μᾶλλον καθάπτηται καὶ δάκνῃ τοὺς πολλούς. Ἀλέξανδρος μὲν γὰρ ἀκούσας τὴν ἀδελφὴν ἐγνωκέναι τινὰ τῶν καλῶν καὶ νέων οὐκ ἠγανάκτησεν εἰπών, ὅτι κἀκείνῃ τι δοτέον ἀπολαῦσαι τῆς βασιλείας· οὐκ ὀρθῶς τὰ τοιαῦτα συγχωρῶν οὐδʼ ἀξίως ἑαυτοῦ· δεῖ γὰρ ἀρχῆς τὴν κατάλυσιν καὶ ὕβριν ἀπόλαυσιν μὴ νομίζειν. δήμῳ δʼ ὕβριν μὲν οὐδεμίαν εἰς πολίτας οὐδὲ δήμευσιν
ἀλλοτρίων οὐδὲ κοινῶν διανέμησιν ὁ πολιτικὸς ἐφήσει κατὰ δύναμιν, ἀλλὰ πείθων καὶ διδάσκων καὶ δεδιττόμενος διαμαχεῖται ταῖς τοιαύταις ἐπιθυμίαις, οἵας οἱ περὶ Κλέωνα βόσκοντες καὶ αὔξοντες πολύν, ὥς φησιν ὁ Πλάτων[*](Πλάτων] Rep. p. 552c. d), κηφῆνα τῇ πόλει κεκεντρωμένον ἐνεποίησαν. ἐὰν δʼ ἑορτὴν πάτριον οἱ πολλοὶ καὶ θεοῦ τιμὴν πρόφασιν λαβόντες ὁρμήσωσι πρός τινα θέαν ἢ νέμησιν ἐλαφρὰν ἢ χάριν τινὰ φιλάνθρωπον ἢ φιλοτιμίαν, ἔστω πρὸς τὰ τοιαῦτα ἡ τῆς ἐλευθερίας ἅμα καὶ τῆς εὐπορίας ἀπόλαυσις αὐτοῖς. καὶ γὰρ τοῖς· Περικλέους πολιτεύμασι καὶ τοῖς Δημητρίου πολλὰ τοιαῦτʼ ἔνεστι, καὶ Κίμων ἐκόσμησε τὴν ἀγορὰν πλατάνων φυτείαις καὶ περιπάτοις· Κάτων δὲ τὸν δῆμον ὑπὸ Καίσαρος ὁρῶν ἐν τοῖς περὶ Κατιλίναν διαταρασσόμενον καὶ πρὸς μεταβολὴν τῆς πολιτείας ἐπισφαλῶς ἔχοντα συνέπεισε τὴν βουλὴν ψηφίσασθαι νεμήσεις τοῖς πένησι, καὶ τοῦτο δοθὲν ἔστησε τὸν θόρυβον καὶ κατέπαυσε τὴν ἐπανάστασιν. ὡς γὰρ ἰατρός, ἀφελὼν πολὺ τοῦ διεφθορότος αἵματος, ὀλίγον ἀβλαβοῦς τροφῆς προσήνεγκεν, οὕτως ὁ πολιτικὸς ἀνήρ, μέγα τι τῶν ἀδόξων ἢ βλαβερῶν παρελόμενος, ἐλαφρᾷ πάλιν χάριτι καὶ φιλανθρώπῳ τὸ δυσκολαῖνον καὶ μεμψιμοιροῦν παρηγόρησεν.