Amatorius

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

ΑΥΤΟΒΟΥΛΟΣ.ἔτι τοίνυν ἃς λέγουσιν αἰτίας καὶ γενέσεις ἔρωτος, ἴδιαι μὲν οὐδετέρου γένους εἰσὶ κοιναὶ δʼ ἀμφοτέρων· καὶ γὰρ εἴδωλα δήπουθεν ἐνδυόμενα τοῖς ἐρωτικοῖς; καὶ διατρέχοντα κινεῖν καὶ γαργαλίζειν τὸν ὄγκον εἰς σπέρμα συνολισθάνοντα τοῖς ἄλλοις σχηματισμοῖς; οὐ δυνατὸν μὲν ἀπὸ παίδων, ἀδυνατὸν δʼ ἀπὸ γυναικῶν; καὶ τὰς[*](καὶ τὰς] corr. vid. καίτοι τὰς aut κεἰ τὰς ) καλὰς ταύτας καὶ ἱερὰς ἀναμνήσεις καλοῦμεν[*](ἃς ἀνακαλοῦμεν?) ἡμεῖς ἐπὶ τὸ θεῖον καὶ ἀληθινὸν καὶ ὀλύμπιον ἐκεῖνο κάλλος, αἷς ψυχὴ πτεροῦται, τί ἂν κωλύοι[*](ἂν κωλύοι *: 1-2 κωλύει E. οὖν κωλύει B) γίγνεσθαι μὲν ἀπὸ παίδων καὶ ἀπὸ νεανίσκων, γίγνεσθαι δʼ ἀπὸ παρθένων καὶ γυναικῶν, ὅταν ἦθος ἁγνὸν καὶ κόσμιον ἐν ὥρᾳ καὶ χάριτι μορφῆς διαφανὲς γένηται, καθάπερ[*](fort. γένηται καί, καθάπερ κἑ aut ἔλεγεν· ἢ ὅταν κἑ ) ὄρθιον ὑπόδημα δείκνυσι ποδὸς εὐφυΐαν, ὡς Ἀρίστων ἔλεγεν ὅταν ἐν εἴδεσι καλοῖς καὶ

καθαροῖς σώμασιν ἴχνη λαμπρὰ καὶ κείμενα[*](καὶ κείμενα] κείμενα M. ἐκκείμενα R) ψυχῆς ὀρθὰ καὶ ἄθρυπτα[*](ὀρθῆς καὶ ἀθρύπτου R. ib καὶ θρυπτὰ BE, unde vid. scr. κἄθρυπτα ) κατίδωσιν οἱ δεινοὶ τῶν τοιούτων αἰσθάνεσθαι; οὐ γὰρ ὁ μὲν φιλήδονος ἐρωτηθεὶς εἰ
πρὸς θῆλυ νεύει μᾶλλον ἢ ἐπὶ τἄρσενα[*](ib. idem: τὰ ἄρρενα )
[*](Nauck. p. 906) καὶ ἀποκρινάμενος
ὅπου προσῇ τὸ κάλλος, ἀμφιδέξιος
[*](Nauck. p. 906) ἔδοξεν οἰκείως ἀποκρίνασθαι τῆς ἐπιθυμίας· ὁ δὲ φιλόκαλος καὶ γενναῖος οὐ πρὸς τὸ καλὸν οὐδὲ τὴν εὐφυΐαν ἀλλὰ[*](ἀλλὰ] i. e. ἀλλὰ πρὸς) μορίων διαφορὰς ποιεῖται τοὺς ἔρωτας. καὶ φίλιππος μὲν ἀνὴρ οὐδὲν ἧττον ἀσπάζεται τοῦ Ποδάργου[*](Ποδάργου] cf. Hom. Ψ 295) τὴν εὐφυΐαν ἢ Αἴθην τὴν Ἀγαμεμνονέην· καὶ θηρατικὸς οὐ τοῖς ἄρρεσι χαίρει μόνον, ἀλλὰ καὶ Κρήσσας τρέφει καὶ Λακαίνας σκύλακας· ὁ δὲ φιλόκαλος; καὶ φιλάνθρωπος οὐχ ὁμαλός ἐστιν οὐδʼ ὅμοιος ἀμφοτέροις τοῖς γένεσιν, ἀλλʼ ὥσπερ ἱματίων οἰόμενος εἶναι διαφορὰς ἐρώτων[*](R: ἐρώντων ) γυναικῶν καὶ ἀνδρῶν. καίτοι τὴν γʼ ὥραν ἄνθος ἀρετῆς εἶναι λέγουσι[*](λέγουσι] sc. Stoici, cf. Diog. Laert. 7, 66, 129), μὴ φάναι δʼ ἀνθεῖν τὸ θῆλυ μηδὲ ποιεῖν ἔμφασιν εὐφυΐας πρὸς ἀρετὴν ἄτοπὸν ἐστι· καὶ γὰρ Αἰσχύλος ὀρθῶς ἐποίησε
  1. νέας γυναικὸς οὔ με μὴ λάθῃ φλέγων
  2. ὀφθαλμός, ἣτις ἀνδρὸς γεγευμένη.
[*](Nauck. p. 78)
πότερον οὖν ἰταμοῦ μὲν ἤθους καὶ ἀκολάστου καὶ διεφθορότος σημεῖα τοῖς εἴδεσι τῶν γυναικῶν ἐπιτρέχει, κοσμίου δὲ καὶ σώφρονος οὐδὲν ἔπεστι τῇ μορφῇ φέγγος; ἢ[*](ἢ M) πολλὰ μὲν ἔπεστι καὶ συνεπιφαίνεται, κινεῖ δʼ οὐδὲν οὐδὲ προσκαλεῖται τὸν ἔρωτα; οὐδέτερον γὰρ εὔλογον οὐδʼ ἀληθές, ἀλλὰ κοινῶς ὥσπερ δέδεικται τοῖς γένεσι πάντων ὑπαρχόντων, ὥσπερ κοινοῦ[*](κοινοῦ] κ νοῦ E. κνοῦ B) συστάντος τοῦ ἀγῶνος[*](τοῦ ἀγῶνος *: 10 E 8 B cf. p. 753b) ὦ Δαφναῖε, πρὸς ἐκείνους μαχώμεθα[*](ib. em. Amyotus: μαχόμεθα ) τοὺς λόγους, οὓς ὁ Ζεύξιππος ἀρτίως διῆλθεν, ἐπιθυμίᾳ τὸν Ἔρωτα ταὐτὸ ποιῶν ἀκαταστάτῳ καὶ πρὸς τὸ ἀκόλαστον ἐκφερούσῃ τὴν ψυχήν, οὐκ αὐτὸς οὕτω πεπεισμένος ἀκηκοὼς δὲ πολλάκις ἀνδρῶν δυσκόλων καὶ ἀνεράστων· ὧν[*](ὧν M) οἱ μὲν ἄθλια γύναια προικιδίοις ἐφελκόμενα[*](ἐφελκόμενοι R) μετὰ χρημάτων εἰς οἰκονομίαν καὶ λογισμοὺς ἐμβάλλοντες ἀνελευθέρους, ζυγομαχοῦντες ὁσημέραι διὰ χειρὸς ἔχουσιν· οἱ δὲ παίδων δεόμενοι μᾶλλον ἢ γυναικῶν, ὥσπερ οἱ τέττιγες εἰς σκίλλαν ἤ τι τοιοῦτο τὴν γονὴν ἀφιᾶσιν, οὕτω διὰ τάχους οἷς ἔτυχε σώμασιν ἐναπογεννήσαντες καὶ καρπὸν ἀράμενοι χαίρειν ἐῶσιν ἤδη τὸν γάμον, ἢ μένοντος οὐ φροντίζουσιν οὐδʼ ἀξιοῦσιν ἐρᾶν οὐδʼ ἐρᾶσθαι. στέργεσθαι δὲ καὶ στέργειν ἑνί μοι δοκεῖ γράμματι τοῦ στέγειν παραλλάττον εὐθὺς ἐμφαίνειν τὴν ὑπὸ χρόνου καὶ συνηθείας ἀνάγκῃ μεμιγμένην εὔνοιαν. ᾧ δʼ ἂν Ἔρως ἐπισκήψῃ τε[*](τε * 5 E 3 B) καὶ ἐπιπνεύσῃ, πρῶτον μὲν ἐκ
τῆς Πλατωνικῆς[*](Πλατωνικῆς] Rep. p. 462 c) πόλεως τὸ ἐμόν οὐχ[*](οὐχ] om. BE) ἕξει καὶ τὸ οὐκ ἐμόν · οὐ γὰρ ἁπλῶς κοινὰ τὰ φίλων οὐδὲ πάντων[*](οὐδὲ πάντων Winckelmannus: 9-10 E 11 B cf. p. 88b: οὐχ ἁπλῶς οὐδὲ πάντες. 22c ἁπλῶς - καὶ πᾶσιν ) ἀλλʼ οἳ[*](οἳ Amyotus: ἢ ) τοῖς σώμασιν ὁριζόμενοι τὰς ψυχὰς βίᾳ, συνάγουσι[*](συνάγ 3 litt. ουσι E. Fort. συνάπτουσι. Quod coniecit Trevius συναγείρουσι hac de re dici non potest. συνάπτειν et συνάγειν saepe confunduntur cf. p. 51b. Stob. Flor. 65, 8 συνάπτουσι τὰς ψυχὰς ) καὶ συντήκουσι, μήτε βουλόμενοι δύʼ εἶναι μήτε νομίζοντες. ἔπειτα σωφροσύνη πρὸς ἀλλήλους, ἧς μάλιστα δεῖται γάμος, ἡ μὲν ἔξωθεν καὶ νόμων[*](καὶ νόμῳ Turnebus.) ---[*](lac. 4 E 5 B. Supplendum vid. κἀκ νόμων οὐ φύσει aut καὶ νόμῳ φύσει δʼ οὐ cf. p. 643f. p. 576e: φύσει - ὑπὸ τῶν νόμων (vid. Adnot.). Plat. Prot. p. 337c φύσει οὐ νόμῳ. Gorg. 482e φύσει μὲν οὐκ ἔστι καλὰ νόμῳ δέ. Menex. 245d. passim) πλέον ἔχουσα τοῦ ἑκουσίου τὸ βεβιασμένον ὑπʼ αἰσχύνης καὶ φόβων,
πολλῶν χαλινῶν ἔργον[*](ἔργων BE) οἰάκων θʼ ἅμα,
[*](Nauck. p. 315) διὰ χειρός ἐστιν ἀεὶ τοῖς συνοῦσιν Ἔρωτι δʼ ἐγκρατείας τοσοῦτον καὶ κόσμου καὶ πίστεως μέτεστιν, ὥστε, κἂν ἀκολάστου ποτὲ θίγῃ ψυχῆς, ἀπέστρεψε τῶν ἄλλων ἐραστῶν, ἐκκόψας δὲ τὸ θράσος καὶ κατακλάσας τὸ σοβαρὸν καὶ ἀνάγωγον, ἐμβαλὼν[*](ἐμβάλλων iidem) αἰδῶ καὶ σιωπὴν καὶ ἡσυχίαν καὶ σχῆμα περιθεὶς κόσμιον, ἑνὸς ἐπήκοον ἐποίησεν. ἴστε δήπουθεν ἀκοῇ Λαΐδα τὴν ἀοίδιμον ἐκείνην καὶ πολυήρατον, ὡς ἐπέφλεγε πόθῳ τὴν Ἑλλάδα, μᾶλλον δὲ ταῖς δυσὶν ἦν περιμάχητος θαλάσσαις· ἐπεὶ δʼ Ἔρως ἔθιγεν αὐτῆς
Ἱππολόχου τοῦ Θεσσαλοῦ, τὸν[*](Nauck. p. 703) ὕδατι χλωρῷ κατακλυζόμενον προλιποῦσʼ Ἀκροκόρινθον καὶ ἀποδρᾶσα τῶν ἄλλων ἐραστῶν κρύφα ---[*](lac. 18 E 20 B. Fort. πολὺν ὅμιλον καὶ τῶν ἑταιρῶν τὸν aut brevius καὶ τῶν ἑταιριδίων τὸν cf. Athen. p. 588e) μέγαν στρατὸν ᾤχετο κοσμίως· ἐκεῖ δʼ αὐτὴν αἱ γυναῖκες ὑπὸ φθόνου καὶ ζήλου διὰ τὸ κάλλος εἰς ἱερὸν Ἀφροδίτης προαγαγοῦσαι κατέλευσαν καὶ διέφθειραν ὅθεν ὡς ἔοικεν ἔτι νῦν τὸ ἱερὸν Ἀφροδίτης ἀνδροφόνου καλοῦσιν. ἴσμεν δὴ καὶ θεραπαινίδια δεσποτῶν φεύγοντα συνουσίας καὶ βασιλίδων ὑπερορῶντας ἰδιώτας, ὅταν Ἔρωτα δεσπότην ἐν ψυχῇ κτήσωνται. καθάπερ γὰρ ἐν Ῥώμῃ φασὶ τοῦ καλουμένου[*](καλουμένου] καλοῦ BE) δικτάτωρος ἀναγορευθέντος ἀποτίθεσθαι τὰς ἄλλας ἀρχὰς τοὺς ἔχοντας, οὕτως, οἷς ἂν Ἔρως κύριος ἐγγένηται, τῶν ἄλλων δεσποτῶν καὶ ἀρχόντων ἐλεύθεροι καὶ ἄφετοι καθάπερ ἱερόδουλοι διατελοῦσιν. ἡ δὲ γενναία γυνὴ πρὸς ἄνδρα νόμιμον συγκραθεῖσα διʼ Ἔρωτος ἄρκτων ἂν ὑπομείνειε καὶ δρακόντων περιβολὰς μᾶλλον ἢ ψαῦσιν ἀνδρὸς ἀλλοτρίου καὶ συγκατάκλισιν.

ΑΥΤΟΒΟΥΛΟΣ.ἀφθονίας δὲ παραδειγμάτων οὔσης πρὸς γʼ ὑμᾶς τοὺς ὁμοχόρους[*](em. Schottus: ὁμοχώρους ) τοῦ θεοῦ καὶ θιασώτας, ὅμως τὸ περὶ Κάμμαν[*](Κάμμαν X ex p. 257e: κάμμαν ) οὐκ ἄξιόν ἐστι τὴν Γαλατικὴν παρελθεῖν, ταύτης γὰρ ἐκπρεπεστάτης τὴν ὄψιν γενομένης, Σινάτῳ δὲ τῷ τετράρχῃ γαμηθείσης, Σινάτῳ ἐρασθεὶς δυνατώτατος Γαλατῶν ἀπέκτεινε τὸν

Σινάτον[*](*: σινάτον ), ὡς οὔτε βιάσασθαι δυνάμενος οὔτε πεῖσαι τὴν ἄνθρωπον, ἐκείνου ζῶντος. ἦν δὲ τῇ Κάμμῃ[*](καμίμη BE) καταφυγὴ καὶ παραμυθία τοῦ πάθους ἱερωσύνη πατρῷος Ἀρτέμιδος· καὶ τὰ πολλὰ παρὰ τῇ θεῷ διέτριβεν, οὐδένα προσιεμένη, μνωμένων πολλῶν βασιλέων καὶ δυναστῶν αὐτήν. τοῦ μέντοι Σινόριγος; τολμήσαντος ἐντυχεῖν περὶ γάμου, τὴν πεῖραν οὐκ ἔφυγεν οὐδʼ ἐμέμψατο περὶ τῶν γεγονότων, ὡς διʼ εὔνοιαν αὐτῆς καὶ πόθον οὐκ ἄλλῃ τινὶ μοχθηρίᾳ προαχθέντος τοῦ Σινόριγος. ἧκεν οὖν πιστεύσας ἐκεῖνος καὶ ᾔτει τὸν γάμον· ἡ δʼ ἀπήντησε καὶ δεξιωσαμένη καὶ προσαγαγοῦσα τῷ βωμῷ τῆς θεᾶς ἔσπεισεν ἐκ φιάλης μελίκρατον, ὡς ἔοικε, πεφαρμακωμένον[*](malim πεφαρμαγμένον ut est p. 258b)· εἶθʼ ὅσον ἣμισυ μέρος αὐτὴ προεκπιοῦσα παρέδωκε τῷ Γαλάτῃ τὸ λοιπόν· ὡς δʼ εἶδεν ἐκπεπωκότα, λαμπρὸν ἀνωλόλυξε καὶ φθεγξαμένη τοὔνομα τοῦ τεθνεῶτος ταύτην εἶπεν ἐγὼ τὴν ἡμέραν; ὦ φίλτατʼ ἄνερ, προσμένουσα σοῦ χωρὶς ἔζων ἀνιαρῶς· νῦν δὲ κόμισαί με χαίρων· ἠμυνάμην γὰρ ὑπὲρ σοῦ τὸν κάκιστον ἀνθρώπων, σοὶ μὲν βίου τούτῳ δὲ θανάτου κοινωνὸς ἡδέως γενομένη. ὁ μὲν οὖν Σινόριξ ἐν φορείῳ κομιζόμενος μετὰ μικρὸν ἐτελεύτησεν, ἡ δὲ Κάμμα[*](καμίμα) τὴν ἡμέραν ἐπιβιώσασα καὶ τὴν νύκτα λέγεται μάλʼ εὐθαρσῶς καὶ ἱλαρῶς ἀποθανεῖν.

ΑΥΤΟΒΟΥΛΟΣ.πολλῶν δὲ τοιούτων γεγονότων καὶ παρʼ

ἡμῖν καὶ παρὰ τοῖς βαρβάροις, τίς ἂν[*](ἂν *) ἀνάσχοιτο τῶν τὴν Ἀφροδίτην λοιδορούντων, ὡς Ἔρωτι προσθεμένη καὶ παροῦσα κωλύει φιλίαν γενέσθαι; τὴν μὲν οὖν[*](μὲν οὖν scripsi cum W: μὲν. Post μὲν enim οὖν facile et deesse et addi potest cf. p. 121b. 123a. c. 260e. 371c. 762d. 763c. 771c) πρὸς ἄρρενʼ, ἄρρενος ὁμιλίαν, μᾶλλον δʼ ἀκρασίαν καὶ ἐπιπήδησιν, εἴποι τις ἂν ἐννοήσας
ὕβρις τάδʼ οὐχὶ[*](οὐχὶ Meinekius: οὐχ ἡ ) Κύπρις ἐξεργάζεται.
[*](Nauck. p. 917) διὸ τοὺς μὲν ἡδομένους τῷ πάσχειν εἰς τὸ χείριστον τιθέμενοι γένος κακίας οὔτε πίστεως μοῖραν οὔτʼ αἰδοῦς οὔτε φιλίας[*](φιλίας dant BE non φιλίαν ) νέμομεν, ἀλλʼ ὡς ἀληθῶς κατὰ[*](κατὰ] καὶ BE) τὸν Σοφοκλέα
  1. φίλων τοιούτων οἱ μὲν ἐστερημένοι
  2. [*](Nauck. p. 313)
  3. χαίρουσιν[*](καὶ χαίρουσιν BE), οἱ δʼ ἔχοντες εὔχονται φυγεῖν.
ὅσοι δὲ μὴ κακοὶ πεφυκότες ἐξηπατήθησαν ἢ κατεβιάσθησαν ἐνδοῦναι καὶ παρασχεῖν ἑαυτούς, οὐδένα μᾶλλον ἀνθρώπων ἢ τοὺς διαθέντας ὑφορώμενοι καὶ μισοῦντες διατελοῦσι καὶ πικρῶς ἀμύνονται καιροῦ παραδόντος[*](παραδόντος] παρασχόντος W sed cf. Vit. Cacs. c. 19). Ἀρχέλαόν τε γὰρ ἀπέκτεινε Κρατέας[*](Κρατεύας Basileensis) ἐρώμενος γεγονώς, καὶ τὸν Φεραῖον Ἀλέξανδρον Πυθόλαος. Περίανδρος δʼ ὁ Ἀμβρακιωτῶν τύραννος ἠρώτα τὸν ἐρώμενον εἰ μήπω κυεῖ[*](malim κύοι ), κἀκεῖνος παροξυνθεὶς ἀπέκτεινεν αὐτόν. ἀλλὰ[*](ἀλλὰ] ἅμα BE) γυναιξὶ γε[*](γε R: τε ) γαμέταις ἀρχαὶ ταῦτα φιλίας, ὥσπερ ἱερῶν
μεγάλων κοινωνήματα. καὶ τὸ τῆς ἡδονῆς μικρόν, ἡ δʼ ἀπὸ ταύτης ἀναβλαστάνουσα καθʼ ἡμέραν τιμὴ καὶ χάρις καὶ ἀγάπησις ἀλλήλων καὶ πίστις οὔτε Δελφοὺς ἐλέγχει ληροῦντας, ὅτι τὴν Ἀφροδίτην Ἄρμα[*](Ἀρμα] cf. Hesych. s. v. et p. 679c) καλοῦσιν, οὔθʼ Ὅμηρον φιλότητα τὴν τοιαύτην προσαγορεύοντα συνουσίαν· τόν τε Σόλωνα μαρτυρεῖ γεγονέναι τῶν γαμικῶν ἐμπειρότατον νομοθέτην, κελεύσαντα μὴ ἔλαττον ἢ τρὶς κατὰ μῆνα τῇ γαμετῇ πλησιάζειν, οὐχ ἡδονῆς ἕνεκα πόθεν;ʼ ἀλλʼ ὥσπερ αἱ πόλεις διὰ χρόνου σπονδὰς ἀνανεοῦνται πρὸς ἀλλήλας, οὕτως ἄρα βουλόμενον[*](R: βουλόμενοι ) ἀνανεοῦσθαι τὸν γάμον ἐκ τῶν ἑκάστοτε συλλεγομένων ὀχλημάτων[*](ὀχλημάτων *: σχημάτων vid. Symb.) ἐν τῇ τοιαύτῃ φιλοφροσύνῃ. ἀλλὰ πολλὰ φαῦλα καὶ μανικὰ τῶν γυναικείων[*](M: γυναικῶν cf. p. 770c) ἐρώτων. τί δʼ οὐχὶ πλείονα τῶν παιδικῶν;
  1. οἰκειότητος[*](οἰκειότητος] scr. vid. οἰκεῖον ἧθος cf. p. 750e, de sententia p 680e) ἐμβλέπων ὠλίσθανον
  2. [*](cf. Kock. 3 p. 451)
  3. ἀγένειος ἁπαλὸς καὶ νεανίας καλός,
  4. ἐμφύντʼ[*](em. God. Hermannus: ἐνφύντα ) ἀποθανεῖν κἀπιγράμματος[*](ib. idem: καὶ ἐπιγράμματος ) τυχεῖν.
ἀλλʼ ὥσπερ τοῦτο παιδομανία, οὕτως ἐκεῖνο γυναικομανία[*](οὕτως ἐκεῖνο γυναικομανία ego addidi, cur exciderint facile intellegitur) τὸ πάθος, οὐδέτερον δʼ Ἔρως ἐστίν. ἄτοπον οὖν τὸ γυναιξὶν ἀρετῆς φάναι μηδʼ ἄλλης
μετεῖναι[*](μηδʼ ἄλλης μετεῖναι μηδὲ φιλίας supplevit R. Equidem pro μηδʼ ἄλλης scripserim μηδαμῇ )· τί δὲ δεῖ λέγειν περὶ[*](τί δὲ δεῖ λέγειν περὶ Winckelmannus: τί δεῖ λέγειν; περὶ δὲ BE) σωφροσύνης καὶ συνέσεως αὐτῶν, ἔτι δὲ πίστεως καὶ δικαιοσύνης, ὅπου καὶ τὸ ἀνδρεῖον καὶ τὸ θαρραλέον καὶ τὸ μεγαλόψυχον ἐν πολλαῖς ἐπιφανὲς[*](ἐπιφανὲς] ἐπιφανείαις BE); γέγονε; τὸ δὲ πρὸς τἄλλα καλὴν[*](ib. *: γέγονε δὲ πρὸς τὰ ἄλλα κατὰ BE cf. Symb. Plat. Hipp. mai. p. 295c. Demosth. 41, 32 τὴν σὴν φύσιν οὐ πρὸς ἡδονὴν - καλὴν ποιῆσαι ) τὴν φύσιν αὐτῶν, ἀλλὰ[*](ἀλλὰ *: ἀλλʼ ἢ ) ψέγοντας εἰς μόνην φιλίαν ἀνάρμοστον ἀποφαίνειν, παντάπασι δεινόν. καὶ γὰρ φιλότεκνοι καὶ φίλανδροι καὶ τὸ στερκτικὸν ὅλως ἐν αὐταῖς, ὥσπερ εὐφυὴς χώρα καὶ δεκτικὴ φιλίας, οὔτε πειθοῦς οὔτε χαρίτων ἄμοιρον ὑπόκειται. καθάπερ δὲ λόγῳ ποίησις ἡδύσματα[*](ἡδύσματα] praedicatum est; cf. p. 347f) μέλη καὶ μέτρα καὶ ῥυθμοὺς ἐφαρμόσασα καὶ τὸ παιδεῦον αὐτοῦ κινητικώτερον ἐποίησε καὶ τὸ βλάπτον ἀφυλακτότερον οὕτως ἡ φύσις γυναικὶ περιθεῖσα χάριν ὄψεως καὶ φωνῆς πιθανότητα καὶ μορφῆς ἐπαγωγὸν εἶδος, τῇ μὲν ἀκολάστῳ πρὸς ἡδονὴν καὶ ἀπάτην τῇ δὲ σώφρονι πρὸς εὔνοιαν ἀνδρὸς καὶ φιλίαν μεγάλα συνήργησεν. ὁ μὲν οὖν Πλάτων τὸν Ξενοκράτη, τἄλλα γενναῖον ὄντα καὶ μέγαν αὐστηρότατον δὲ τῷ ἤθει, παρεκάλει θύειν ταῖς Χάρισι. χρηστῇ δ̓ ἄν τις γυναικὶ καὶ σώφρονι παραινέσειε τῷ Ἔρωτι θύειν, ὅπως εὐμενὴς συνοικουρῇ τῷ γάμῳ καὶ ἡδὺς ---[*](lac. 26 B 31 E. Fort. ἵμερον καὶ πόθον ἔργοις (συγ)καταμιγνὺς aut προσομιλῇ χάριτας ἔργοις καταμιγνὺς cf. Nauck. p. 648) γυναικείοις, καὶ μὴ πρὸς
ἑτέραν ἀπορρυεὶς ὁ ἀνὴρ ἀναγκάζηται τὰς ἐκ τῆς κωμῳδίας λέγειν φωνὰς
οἵαν ἀδικῶ γυναῖχʼ[*](ib. γυναῖκα mei) ὁ δυσδαίμων ἐγώ.
[*](Kock. 3 p. 450) τὸ γὰρ ἐρᾶν ἐν γάμῳ τοῦ ἐρᾶσθαι μεῖζον ἀγαθὸν ἐστι· πολλῶν γὰρ ἁμαρτημάτων ἀπαλλάττει, μᾶλλον δὲ πάντων ὅσα διαφθείρει καὶ λυμαίνεται τὸν γάμον.

ΑΥΤΟΒΟΥΛΟΣ.τὸ δʼ ἐμπαθὲς ἐν ἀρχῇ καὶ δάκνον, ὦ μακάριε Ζεύξιππε, μὴ φοβηθῇς ὡς ἕλκος ἢ ὀδαξησμὸν· καίτοι καὶ μεθʼ ἕλκους ἴσως οὐδὲν ἢ[*](οὐδὲν ἦν M. In Symb. conieceram οὐδενὶ et deinde συμφυνεῖ, nunc malim οὐδὲν ἂν εἴη ) δεινὸν ὥσπερ τὰ δένδρα συμφυῆ γενέσθαι πρὸς γυναῖκα χρηστήν. ἕλκωσις δὲ καὶ κυήσεως ἀρχή· μῖξις γὰρ οὐκ ἔστι τῶν μὴ πρὸς ἄλληλα πεπονθότων[*](fort. τι πεπονθότων ). ταράττει δὲ καὶ μαθήματα παῖδας ἀρχομένους καὶ φιλοσοφία νέους· ἀλλʼ οὔτε τούτοις ἀεὶ παραμένει τὸ δηκτικὸν οὔτε τοῖς ἐρῶσιν[*](ὁρῶσιν BE), ἀλλʼ ὥσπερ ὑγρῶν πρὸς ἄλληλα συμπεσόντων ποιεῖν τινα δοκεῖ ζέσιν ἐν ἀρχῇ καὶ τάραξιν ὁ Ἔρως, εἶτα χρόνῳ καταστήσας καὶ καθαιρεθεὶς τὴν βεβαιοτάτην διάθεσιν παρέσχεν. αὕτη[*](αὐτὴ iidem) γάρ ἐστιν ὡς ἀληθῶς ἡ διʼ ὅλων λεγομένη κρᾶσις, ἡ τῶν ἐρώντων· ἡ δὲ τῶν ἄλλως[*](em. R: ἡ τῶν ἐρώτων ἡ δὲ τῶν ἄλλων ) συμβιούντων ταῖς κατʼ Ἐπίκουρον[*](Επίκουρον] cf. p. 1112c. Locum om. Usenerus) ἁφαῖς καὶ περιπλοκαῖς ἔοικε, συγκρούσεις λαμβάνουσα καὶ ἀποπηδήσεις, ἑνότητα δʼ οὐ ποιοῦσα τοιαύτην, οἵαν Ἔρως ποιεῖ γαμικῆς κοινωνίας ἐπιλαβόμενος. οὔτε γὰρ ἡδοναὶ μείζονες ἀπʼ

ἄλλων οὔτε χρεῖαι συνεχέστεραι πρὸς ἄλλους οὔτε φιλίας τὸ καλὸν ἑτέρας ἔνδοξον οὕτω καὶ ζηλωτόν, ὡς
  1. ὅθʼ[*](ὅθʼ] ὅτε BE) ὁμοφρονέοντε νοήμασιν οἶκον ἔχητον
  2. [*](Hom. ζ 183)
  3. ἀνὴρ ἠδὲ γυνή·
καὶ γὰρ ὁ νόμος βοηθεῖ καὶ γεννήσεως κοινῆς καὶ τοὺς θεοὺς Ἔρωτος ἡ φύσις ἀποδείκνυσι δεομένους. οὕτω γάρ ἐρᾶν μὲν ὄμβρου γαῖαν[*](Nauck. p. 648) οἱ ποιηταὶ λέγουσι καὶ γῆς οὐρανόν, ἐρᾶν δʼ ἡλίου σελήνην[*](*: ἐρᾶν δὲ ἥλιον σελήνης ) οἱ φυσικοὶ καὶ συγγίγνεσθαι καὶ κυεῖσθαι· καὶ γῆν δʼ ἀνθρώπων μητέρα καὶ ζῴων καὶ φυτῶν ἁπάντων γένεσιν[*](γένεσιν] cf. Hom. Ξ 201) οὐκ ἀναγκαῖον ἀπολέσθαι ποτὲ καὶ σβεσθῆναι παντάπασιν, ὅταν ὁ δεινὸς ἔρως ἢ ἵμερος[*](μέρος BE) τοῦ θεοῦ τὴν ὕλην ἀπολίπῃ καὶ παύσηται ποθοῦσα καὶ διώκουσα τὴν ἐκεῖθεν ἀρχὴν καὶ κίνησιν[*](κύησιν M); ἀλλʼ ἵνα μὴ μακρὰν ἀποπλανᾶσθαι δοκῶμεν ἢ κομιδῇ φλυαρεῖν, οἶσθα τοὺς παιδικοὺς ἔρωτας ὡς εἰς[*](εἰς W) ἀβεβαιότητα πολλὰ λέγουσι[*](ib. malim ψέγουσι ) καὶ σκώπτουσι λέγοντες, ὥσπερ ᾠὸν αὐτῶν τριχὶ διαιρεῖσθαι[*](em. M: τριχῆ αἱρεῖσθαι cf. Plat. Symp. p. 190e) τὴν φιλίαν, αὐτοὺς δὲ νομάδων δίκην ἐνεαρίζοντας τοῖς τεθηλόσι καὶ ἀνθηροῖς εἶθʼ ὡς ἐκ γῆς[*](εἴθʼ ὡς ἐκ γῆς *: εὐθὺς ἐκ τῆς cf. p. 708f. 749c) πολεμίας ἀναστρατοπεδεύειν· ἔτι[*](ἔτι] ἐπεὶ BE) δὲ φορτικώτερον ὁ σοφιστὴς Βίων τὰς τῶν καλῶν τρίχας Ἁρμοδίους ἐκάλει καὶ Ἀριστογείτονας, ὡς ἅμα καλῆς[*](ὡς ἅμα καλῆς] scr. puto ὡς ἂν ἀπαλῆς vid. Symb.) τυραννίδος ἀπαλλαττομένους ὑπʼ
αὐτῶν τοὺς ἐραστάς. ταῦτα μὲν οὐ δικαίως κατηγορεῖται τῶν γνησίων ἐραστῶν· τὰ δʼ ὑπʼ[*](ὑπʼ] ὑπὲρ BE) Εὐριπίδου ῥηθέντʼ ἐστὶ κομψά· ἔφη γὰρ Ἀγάθωνα τὸν καλὸν ἢδη γενειῶντα περιβάλλων καὶ κατασπαζόμενος, ὅτι τῶν καλῶν καὶ τὸ μετόπωρον ---[*](lac. indicavit R Post μόνον lac. est in B solo 13 litt. Suppleo τῶν καλῶν καὶ τὸ ΜΕΤΟΠΩΡΟΝ [καλόν. ἐγὼ δʼ ἒν φαίην ὅτι τῶν καλῶν καὶ σωφρόνων γυναικῶν ὁ ἔρως τὸ ΜΕΤΟΠΩΡΟΝ] οὐκ ἐνδέχεται μόνον οὔτʼ ἐν πολιαῖς (aut οὐδὲν πολιαῖς Basileensis. οὐδʼ ἐν πολιαῖς Salmasius) ἐκδέχεται μόνον --- οὐδὲν πολιῶσα ἀκμάζων καὶ ῥυτίσιν, ἀλλʼ ἄχρι τάφων καὶ μνημάτων παραμένει· καὶ συζυγίας ὀλίγας ἔστι παιδικῶν, μυρίας δὲ γυναικείων ἐρώτων καταριθμήσασθαι, πάσης πίστεως κοινωνίαν πιστῶς ἅμα καὶ προθύμως συνδιαφερούσας· βούλομαι δʼ ἕν τι τῶν καθʼ ἡμᾶς ἐπὶ Καίσαρος Οὐεσπασιανοῦ γεγονότων διελθεῖν.

ΑΥΤΟΒΟΥΛΟΣ.Κιουίλιος[*](Κιουίλιος (Civilis) em. Madvigius: Κιούλιος ) γάρ, ὁ τὴν ἐν Γαλατίᾳ κινήσας ἀπόστασιν, ἄλλους τε πολλοὺς ὡς εἰκὸς ἔσχε κοινωνοὺς καὶ Σαβῖνον ἄνδρα νέον οὐκ ἀγεννῆ, πλούτῳ δὲ καὶ δόξῃ ἀνθρώπων πάντων[*](τῶν ἄλλων πάντων W sed cf. lin. 20 πασῶν (sc. γυναικῶν) ἀρίστην ) ἐπιφανέστατον. ἁψάμενοι δὲ πραγμάτων μεγάλων ἐσφάλησαν καὶ δίκην δώσειν προσδοκῶντες οἱ μὲν αὑτοὺς ἀνῄρουν, οἱ δὲ φεύγοντες ἡλίσκοντο. τῷ δὲ Σαβίνῳ τὰ μὲν ἄλλα πράγματα ῥᾳδίως παρεῖχεν ἐκποδὼν γενέσθαι καὶ καταφυγεῖν εἰς τοὺς βαρβάρους· ἣν[*](ἣν *: ἦν ) δὲ γυναῖκα πασῶν ἀρίστην ἠγμένος[*](ἠγμένος ἦν *: ἠγμένος, ἣν ita enim Plut. constanter loquitur vid. Symb.) ἦν — ἐκεῖ μὲν Ἐμπονὴν[*](Ἐμπονὴν] Epponinam Tacitus. Ἐμπονίναν Amyotus. Σεμόνην Salmasius)

ἐκάλουν, Ἑλληνιστὶ δʼ ἄν τις Ἡρωίδα προσαγορεύσειεν· — οὔτʼ ἀπολιπεῖν[*](ib. malim ἀπολείπειν ) δυνατὸς ἦν οὔτε[*](οὔτε] ταύτην οὔτε aut ἢν οὔτε corrigunt male vid. Symb.) μεθʼ ἑαυτοῦ κομίζειν. ἔχων οὖν κατʼ ἀγρὸν ἀποθήκας χρημάτων ὀρυκτὰς ὑπογείους, ἃς δύο μόνοι τῶν ἀπελευθέρων συνῄδεσαν[*](*: συνῄδεισαν ), τοὺς μὲν ἄλλους ἀπήλλαξεν οἰκέτας, ὡς μέλλων φαρμάκοις ἀναιρεῖν ἑαυτόν, δύο δὲ πιστοὺς παραλαβὼν εἰς τὰ ὑπόγεια κατέβη· πρὸς δὲ τὴν γυναῖκα Μαρτιάλιον ἔπεμψεν ἀπελεύθερον ἀπαγγελοῦντα τεθνάναι μὲν ὑπὸ φαρμάκων, συμπεφλέχθαι δὲ μετὰ τοῦ σώματος τὴν ἔπαυλιν· ἐβούλετο γὰρ τῷ πένθει χρῆσθαι[*](πένθει χρῆσθαι M: 13 BE) τῆς γυναικὸς ἀληθινῷ[*](ib. idem: ἀληθινῶς ) πρὸς πίστιν τῆς λεγομένης τελευτῆς ὃ καὶ συνέβη· ῥίψασα γάρ, ὅπως ἔτυχε, τὸ σῶμα μετʼ οἴκτων[*](οἴκτων Winckelmannus (coll. p. 116e): 6 E 8 B) καὶ ὀλοφυρμῶν ἡμέρας τρεῖς καὶ νύκτας ἄσιτος διεκαρτέρησε. ταῦτα δʼ ὁ Σαβῖνος πυνθανόμενος καὶ φοβηθείς, μὴ διαφθείρῃ παντάπασιν ἑαυτήν, ἐκέλευσε φράσαι κρύφα τὸν Μαρτιάλιον πρὸς αὐτήν, ὅτι ζῇ καὶ κρύπτεται, δεῖται δʼ αὐτῆς ὀλίγον ἐμμεῖναι τῷ πένθει, καὶ μηδὲ ---[*](lac. 19 E 22 B. Supplendum cum R καὶ μηδὲν ὅλως παραλιπεῖν ὥστε aut καὶ μηδὲν δράματος ἐλλείπειν ὥστε cf. p. 749a) πιθανὴν ἐν τῇ προσποιήσει γενέσθαι. τὰ μὲν οὖν ἄλλα παρὰ τῆς γυναικὸς ἐναγωνίως συνετραγῳδεῖτο τῇ δόξῃ τοῦ πάθους· ἐκεῖνον δʼ ἰδεῖν ποθοῦσα νυκτὸς ᾤχετο, καὶ πάλιν ἐπανῆλθεν· ἐκ δὲ τούτου λανθάνουσα τοὺς ἄλλους ὀλίγον ἀπέδει συζῆν ἐν Ἅιδου τἀνδρὶ πλέον[*](*: τῷ ἀνδρὶ πλέον Winck.: πλὴν. Fort. Plut. dixerat πλεῖν more Attico) ἑξῆς
ἑπτὰ μηνῶν ἐν οἷς κατασκευάσασα τὸν Σαβῖνον ἐσθῆτι καὶ κουρᾷ καὶ καταδέσει τῆς κεφαλῆς ἄγνωστον εἰς Ῥώμην ἐκόμισε μεθʼ ἑαυτῆς τινῶν ἐλπίδων[*](ἐλπίδων add. R sed ante τινῶν ) ἐνδεδομένων. πράξασα δʼ οὐδὲν αὖθις ἐπανῆλθε, καὶ τὰ μὲν πολλὰ ἐκείνῳ συνῆν ὑπὸ γῆς, διὰ χρόνου δʼ εἰς πόλιν ἐφοίτα ταῖς φίλαις ὁρωμένη καὶ οἰκείαις γυναιξί. τὸ δὲ πάντων ἀπιστότατον[*](ἀπιστότατον] ἄπιστον τούτων BE), ἔλαθε κυοῦσα λουομένη μετὰ τῶν γυναικῶν· τὸ γὰρ φάρμακον, ᾧ τὴν κόμην αἱ γυναῖκες ἐναλειφόμεναι[*](ἀναλειφόμεναι iidem) ποιοῦσι χρυσοειδῆ καὶ πυρράν[*](ib. πυρὰν iidem), ἔχει λίπασμα σαρκοποιὸν ἢ χαυνωτικὸν σαρκός, ὥσθʼ οἷον διάχυσὶν τινα ἢ διόγκωσιν ἐμποιεῖν· ἀφθόνῳ δὴ χρωμένη τούτῳ πρὸς τὰ λοιπὰ μέρη τοῦ σώματος, αἰρόμενον καὶ ἀναπιμπλάμενον ἀπέκρυπτε τὸν τῆς γαστρὸς ὄγκον. τὰς δʼ ὠδῖνας αὐτὴ καθʼ ἑαυτὴν διήνεγκεν, ὥσπερ ἐν φωλεῷ λέαινα καταδῦσα πρὸς τὸν ἄνδρα, καὶ τοὺς γενομένους ὑπεθρέψατο σκύμνους ἄρρενας· δύο γὰρ ἔτεκε. τῶν δʼ υἱῶν ὁ μὲν ἐν Αἰγύπτῳ πεσὼν ἐτελεύτησεν, ὁ δʼ ἕτερος ἄρτι καὶ πρῴην γέγονεν ἐν Δελφοῖς παρʼ ἡμῖν ὄνομα Σαβῖνος. ἀποκτείνει μὲν οὖν αὐτὴν ὁ Καῖσαρ· ἀποκτείνας δὲ δίδωσι δίκην, ἐν ὀλίγῳ χρόνῳ τοῦ γένους παντὸς ἄρδην ἀναιρεθέντος. οὐδὲν γὰρ ἤνεγκεν ἡ τόθʼ ἡγεμονία σκυθρωπότερον[*](ἤνεγκε τότε ἦγεμονίαν σκυθρωποτέραν iidem) οὐδὲ μᾶλλον ἑτέραν εἰκὸς ἦν καὶ θεοὺς καὶ δαίμονας ὄψιν ἀποστραφῆναι· καίτοι τὸν οἶκτον ἐξῄρει τῶν θεωμένων τὸ
θαρραλέον αὐτῆς καὶ μεγαλήγορον, ᾧ καὶ μάλιστα παρώξυνε τὸν Οὐεσπασιανόν[*](οὐεσπεσιανὸν BE), ὡς ἀπέγνω τῆς σωτηρίας πρὸς αὐτὸν ἀλλαγὴν[*](ἀλλαγὴν] ἀπάγειν ὑπὸ γῆν aut ἀπάγειν R)[*](πρὸς αὐλὸν ἀπάγειν Emperius. προσαιτεῖν ἄλλαγὴν Madvigius) κελεύουσα· βεβιωκέναι γὰρ ὑπὸ σκότῳ καὶ κατὰ γῆς ἥδιον ἢ βασιλεύειν ἐκείνῳ[*](scripsi ἢ βασιλεύειν ἐκείνῳ i. e. τὸ βεβιωκέναι ὑπὸ σκότῳ ἦν ἥδιον αὐτῇ ἢ ἐκείνῳ τὸ βασιλεύειν. Libri dant ἢ βασιλεύων ἐκείνως (ἐκεινῶς B)).

ΑΥΤΟΒΟΥΛΟΣ. ἐνταῦθα μὲν ὁ πατὴρ ἔφη τὸν περὶ Ἔρωτος αὐτοῖς τελευτῆσαι λόγον, τῶν Θεσπιῶν[*](θεσπιέων BE) ἐγγὺς οὖσιν· ὀφθῆναι δὲ προσιόντα θᾶττον ἢ βάδην πρὸς αὐτοὺς ἕνα τῶν Πεισίου ἑταίρων Διογένη· τοῦ δὲ Σωκλάρου πρὸς αὐτὸν ἔτι πόρρωθεν εἰπόντος[*](cf. Leutsch. 2 p. 84) οὐ πόλεμὸν γʼ ὦ Διόγενες, ἀπαγγέλλων,[*](cf. Plat. Symp. p. 201e) ἐκεῖνον οὐκ εὐφημήσετε φάναι γάμων ὄντων καὶ προάξετε θᾶσσον, ὡς ὑμᾶς τῆς θυσίας περιμενούσης; πάντας μὲν οὖν ἡσθῆναι, τὸν δὲ Ζεύξιππον ἐρέσθαι[*](em. W: ἐρᾶσθαι ἔτι E. ὁρᾶσθαι ὅτι B), εἰ ἔτι χαλεπός ἐστι. πρῶτος μὲν οὖν ἔφη[*](ἔφη (sc. Διογένης) scripsi cum W: ἐν ἡ ) συνεχώρησε[*](συνεχώρησε] sc. Πεισίας) τῇ Ἰσμηνοδώρᾳ· καὶ νῦν ἑκὼν στέφανον καὶ λευκὸν ἱμάτιον λαβὼν[*](λαβών] om. E. Fort. λαβὼν omisso corrigendum ἑκὼν in ἔχων ) οἷός ἐστιν ἡγεῖσθαι διʼ ἀγορᾶς πρὸς τὸν θεόν. ἀλλʼ ἴωμεν, ναὶ μὰ Δία τὸν πατέρα εἰπεῖν ἴωμεν, ὅπως ἐπεγγελάσωμεν τἀνδρὶ[*](*: τῷ ἀνδρὶ ) καὶ τὸν θεὸν προσκυνήσωμεν· δῆλος γάρ ἐστι χαίρων καὶ παρὼν εὐμενὴς τοῖς πραττομένοις.