Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

θορυβηθεὶς οὖν ὁ Λαμπρίας, εἶτα χρόνον οὐ πολὺν ἐπισχὼν, ἔφη πολλαχοῦ μὲν ἡμῖν τὸν Πλάτωνα προσπαίζειν διὰ τῶν ὀνομάτων· ὅπου δὲ μῦθόν τινα τῷ περὶ ψυχῆς λόγῳ μίγνυσι, χρῆσθαι μάλιστα τῷ νῷ[*](τῷ νῷ] τῷ ῥῷ Madvigius). τοῦ τε γὰρ οὐρανοῦ τὴν νοητὴν φύσιν ἅρμα καλεῖν πτηνὸν[*](ἅρμα καλεῖν πτηνόν] vid. Plat. Phaedr. p. 246e) διὰ τὴν[*](διὰ τὴν W: τὴν) ἐναρμόνιον τοῦ κόσμου περιφοράν, ἐνταῦθά δὲ[*](δὲ] τε?) τὸν αὐτάγγελον τῶν ἐν Ἅιδου Πάμφυλον γένος Ἁρμονίου[*](Ἀρμενίου Plato (rep. p. 614b) sed praestat Ἀρμονίου) πατρὸς Ἦρα[*](Ἠρα idem: ἥρα) δʼ αὐτὸν ὀνομάζειν, αἰνιττόμενον ὅτι γεννῶνται μὲν αἱ ψυχαὶ καθʼ ἁρμονίαν καὶ συναρμόττονται τοῖς σώμασιν, ἀπαλλαγεῖσαι δὲ συμφέρονται[*](συμφέρουσαι mei) πανταχόθεν

εἰς τὸν ἀέρα· κἀκεῖθεν αὖθις ἐπὶ τὰς δευτέρας γενέσεις τρέπονται. τί δὴ κωλύει καὶ τὸ εἰκοστὸν[*](Turnebus: εἰκοστοῦ) εἰρῆσθαι πρὸς τὸ μὴ ἀληθὲς ἀλλʼ εἰκὸς τοῦ λόγου καὶ πλαττόμενον, ἢ πρὸς τὸν κλῆρον[*](κλῆρον W: κνερὸν) ὡς εἰκῆ καὶ κατὰ τύχην[*](καταψυχὴν vel κατὰ ψυχὴν mei) γιγνόμενον; ἀεὶ μὲν γὰρ ἅπτεται τῶν τριῶν αἰτιῶν, ἅτε δὴ πρῶτος; ἢ μάλιστα συνιδών, ὅπη τὸ καθʼ εἱμαρμένην τῷ κατὰ τύχην αὖθίς τε τὸ ἐφʼ ἡμῖν ἑκατέρῳ καὶ συναμφοτέροις ἐπιμίγνυσθαι καὶ συμπλέκεσθαι πέφυκε. νῦν δὲ θαυμαστῶς, ἣν ἔχει δύναμιν ἐν[*](ἐν Madvigius) τοῖς ἡμετέροις πράγμασιν ἕκαστον, ὑποδεδήλωκε, τὴν μὲν αἵρεσιν τῶν βίων[*](τῶν βίων W: τῷ βίῳ) τῷ ἐφʼ ἡμῖν ἀποδιδούς· ἀρετὴ γὰρ ἀδέσποτον καὶ κακία· τὸ δʼ εὖ βιοῦν τοὺς ὀρθῶς ἑλομένους καὶ τἀναντία τοὺς κακῶς εἱμαρμένης ἀνάγκῃ συνάπτων. αἱ δὲ τῶν κλήρων ἀτάκτως διασπειρομένων ἐπιπτώσεις τὴν τύχην παρεισάγουσι καὶ τροφαῖς καὶ πολιτείαις, ὧν ἕκαστοι λαγχάνουσι, πολλὰ τῶν ἡμετέρων προκαταλαμβάνουσαν[*](M: προκαταλαμβάνουσιν). ὅρα δή, μὴ τῶν κατὰ τύχην αἰτίαν ζητεῖν ἄλογόν ἐστιν· ἂν γὰρ ἔν τινι λόγῳ φαίνηται γεγονὼς ὁ κλῆρος, οὐκέτι γίγνεται κατὰ τύχην οὐδʼ αὐτομάτως ἀλλʼ ἔκ τινος εἱμαρμένης καὶ προνοίας.

ἔτι δὲ τοῦ Λαμπρίου λέγοντος, ὁ γραμματικὸς ἤδη Μᾶρκος ἐδόκει τι συλλογίζεσθαι καὶ διαριθμεῖν πρὸς αὑτόν· ἔπειτα παυσαμένου, τῶν Ὁμηρικῶν ἔφη ψυχῶν[*](ἔφη ψυχῶν idem)ὅσας ἐν Νεκυίᾳ κατωνόμακεν,

ἡ μὲν Ἐλπήνορος οὔπω καταμεμιγμένη ταῖς ἐν[*](ἐν Leonicus) Ἅιδου διὰ τὸ μὴ τεθάφθαι τὸν νεκρὸν ὥσπερ ἐν μεθορίοις πλανᾶται· τὴν δὲ Τειρεσίου ταῖς ἄλλαις οὐκ ἄξιον δήπου συγκαταριθμεῖν,
  1. ᾧ καὶ τεθνειῶτι νόον πόρε Περσεφόνεια
  2. οἴῳ πεπνῦσθαι
καὶ διαλέγεσθαι καὶ ξυνιέναι τῶν ζώντων, πρὶν ἢ πιεῖν τοῦ αἵματος. ἂν οὖν ταύτας ὑπεξελόμενος, ὦ Λαμπρία, τὰς ἄλλας διαριθμῇς, αὐτὸ[*](αὐτὸ] corruptum; αὖ (aut αὖθις) ταὐτὸ?) συμβαίνει, τὴν Αἴαντος εἰκοστὴν εἰς ὄψιν ἀφῖχθαι τοῦ Ὀδυσσέως καὶ πρὸς τοῦτο παίζειν τὸν Πλάτωνα τῇ Ὁμηρικῇ Νεκυίᾳ προσαναχρωννύμενον.

θορυβησάντων δὲ πάντων, Μενέφυλος ὁ Περιπατητικὸς προσαγορεύσας τὸν Ὕλαν ὁρᾷς[*](ὁρᾷς M: ὁρᾶτε) εἶπεν ὡς οὐκ ἦν τὸ ἐρώτημα χλευασμὸς οὐδʼ ὕβρις· ἀλλʼ ἀφείς, ὦ μακάριε, τὸν δυστράπελον Αἴαντα καὶ δυσώνυμον, ὥς φησι Σοφοκλῆς[*](Σοφοκλῆς] in Aiac. s. 897), γενοῦ μετὰ τοῦ

Ποσειδῶνος, ὃν αὐτὸς εἴωθας ἱστορεῖν ἡμῖν ἡττώμενον πολλάκις, ἐνταῦθα μὲν ὑπʼ Ἀθηνᾶς ἐν Δελφοῖς δʼ ὑπὸ τοῦ Ἀπόλλωνος ἐν Ἄργει δʼ ὑπὸ τῆς Ἥρας ἐν Αἰγίνῃ δʼ ὑπὸ τοῦ Διὸς ἐν Νάξῳ δʼ ὑπὸ τοῦ Διονύσου, πρᾶον δὲ πανταχοῦ καὶ ἀμήνιτον ὄντα περὶ τὰς δυσημερίας· ἐνταῦθα γοῦν καὶ νεὼ κοινωνεῖ[*](νέω κοινώνει vel νέω κοινὸν οἱ καὶ) μετὰ τῆς Ἀθηνᾶς, ἐν ᾧ καὶ βωμός ἐστι Λήθης[*](Λήθης M: ἀληθὴς) ἱδρυμένος. καὶ ὁ Ὕλας ὥσπερ ἡδίων γενόμενος ἐκεῖνο δέ σε εἶπεν ὦ Μενέφυλε, λέληθεν, ὅτι καὶ τὴν δευτέραν τοῦ Βοηδρομιῶνος; ἡμέραν ἐξαιροῦμεν οὐ[*](ἐξαιροῦμεν οὐ Turnebus: ἐξηρημένου) πρὸς τὴν σελήνην, ἀλλʼ ὅτι ταύτῃ δοκοῦσιν ἐρίσαι περὶ τῆς· χώρας οἱ θεοί.πάντα εἶπεν ὁ Λαμπρίας ὅσῳ τοῦ Θρασυβούλου γέγονε Ποσειδῶν πολιτικώτερος, εἰ μὴ κρατῶν[*](κράτων mei) ὡς ἐκεῖνος, ἀλλʼ ἡττώ ---[*](ἀλλʼ ἡττώ ὅρκοις] ita libri; de lacuna vid. Praefat. p. XLII; cf. Symb.)

---

---

---

---

---

--- ὅρκοις δʼ ἄνδρας ἐξαπατητέον. καὶ ὁ Γλαυκίας ἐγὼ μέν ἔφη κατὰ Πολυκράτους ἀκήκοα τοῦ τυράννου λεγόμενον τὸν λόγον τοῦτον· εἰκὸς δὲ καὶ καθʼ ἑτέρων λέγεσθαι· σὺ δὲ πρὸς τί τοῦτʼ ἐρωτᾷς;ὅτι νὴ Δίʼ ὁ Σῶσπις ἔφη τοὺς μὲν παῖδας

ἀστραγάλοις ὁρῶ[*](ὁρῶν mei) τοὺς δʼ Ἀκαδημαϊκοὺς λόγοις ἀρτιάζοντας[*](λόγοις ἀρτιάζοντας W: λόγους ἀρπάζοντας)· οὐδὲν γὰρ οἱ τοιοῦτοι στόμαχοι[*](στόμαχοι] λογομάχοι Doehnerus) διαφέρουσι τῶν ἐρωτώντων, πότερον ἄρτια τῇ χειρὶ συνειληφότες ἢ περιττὰ συντείνουσιν. ἐπαναστὰς οὖν ὁ Πρωτογένης καί με καλέσας ἐξ ὀνόματος τί παθόντεςεἶπε τοὺς ῥήτορας τούτους τρυφᾶν ἐῶμεν, ἑτέρων καταγελῶντας, αὐτοὺς δὲ μηδὲν ἐρωτωμένους μηδὲ συμβολὰς λόγων τιθέντας; εἰ μὴ νὴ Δία φήσουσι μηδὲν αὐτοῖς μετεῖναι τῆς ἐν οἴνῳ κοινωνίας, Δημοσθένους ἐπαινέταις καὶ ζηλωταῖς οὖσιν, ἀνδρὸς ἐν ἅπαντι τῷ βίῳ πιόντος οἶνον. οὐκ αἴτιον ἔφην ἐγώ τοῦτο τούτων, ἀλλʼ ἡμεῖς οὐδὲν[*](οὐδὲν] malim οἳ οὐδὲν) αὐτοὺς ἠρωτήκαμεν εἰ δὲ μή τι σὺ χρησιμώτερον ἔχεις, ἐγώ μοι δοκῶ προβαλεῖν αὐτοῖς ἐκ τῶν Ὁμήρου ῥητορικῶν θέσεων μίαν ἀντινομικήν.

τίνʼ ἔφη ταύτην;ἐγώ σοι φράσω εἶπον ἅμα καὶ τούτοις προβάλλων διὸ τὸν νοῦν ἤδη προσεχέτωσαν. ὁ γὰρ Ἀλέξανδρος ἐπὶ ῥητοῖς δήπου πεποίηται τὴν πρόκλησιν οὕτως

  1. αὐτὰρ ἔμʼ ἐν μέσσῳ[*](μέσω mei) καὶ ἀρηίφιλον Μενέλαον
  2. [*](Hom. Γ 68)
  3. συμβάλετʼ ἀμφʼ Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι.
  4. ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται,
  5. κτήμαθʼ ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδʼ ἀγέσθω·
καὶ πάλιν ὁ Ἕκτωρ ἀναγορεύων καὶ τιθεὶς εἰς μέσον πᾶσι τὴν πρόκλησιν αὐτοῦ μονονουχὶ τοῖς αὐτοῖς ὀνόμασι κέχρηται·
  1. ἄλλους μὲν κέλεται Τρῶας καὶ πάντας Ἀχαιοὺς
  2. [*](Hom. Γ 88)
  3. τεύχεα κάλʼ ἀποθέσθαι ἐπὶ χθονὶ πουλυβοτείρῃ,
  4. αὐτὸν δʼ ἐν μέσσῳ καὶ ἀρηίφιλον Μενέλαον
  5. οἴους ἀμφʼ Ἑλένῃ καὶ[*](οἴους ἀμφʼ Ἑλένῃ καὶ addidi ex Homero) κτήμασι πᾶσι μάχεσθαι.
  6. [*](cf. Γ 92 et 93)
  7. τῷ δέ κε νικήσαντι γυνὴ καὶ κτήμαθʼ ἕποιτο.
δεξαμένου δὲ τοῦ Μενελάου, ποιοῦνται τὰς συνθήκας ἐνόρκους, ἐξάρχει δʼ Ἀγαμέμνων
  1. εἰ μέν κεν Μενέλαον Ἀλέξανδρος καταπέφνῃ,
  2. αὐτὸς ἔπειθʼ Ἑλένην ἀγέτω[*](ἐχέτω Hom. Γ 282) καὶ κτήματα πάντα·
  3. εἰ δὲ κʼ Ἀλέξανδρον κτείνῃ ξανθὸς Μενέλαος,
  4. κτήμαθʼ ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδʼ ἀγέσθω.
  5. [*](cf. Γ 285 cum 72)
ἐπεὶ τοίνυν ἐνίκησε μὲν οὐκ ἀνεῖλε δʼ ὁ Μενέλαος, μεταλαβόντες ἑκάτεροι τὴν ἀξίωσιν ἰσχυρίζονται τοῖς τῶν πολεμίων, οἱ μὲν ὡς νενικημένου τοῦ Πάριδος ἀπαιτοῦντες, οἱ δʼ ὡς μὴ τεθνηκότος οὐκ ἀποδιδόντες. πῶς οὖν ἔφην[*](ἔφην M: ἔφη)τὴν δίκην ταύτην ἰθύντατʼ ἂν[*](ib. ἂν *) εἴποι[*](εἴποι] διείποι Doehnerus) τις[*](τις M) καὶ διαιτήσειε τὴν ἀντινομίαν, οὐ φιλοσόφων οὐδὲ γραμματικῶν, ἀλλὰ ῥητόρων ἔργον ἐστὶ
φιλογραμματούντων ὥσπερ ὑμεῖς καὶ φιλοσοφούντων.

ὁ μὲν οὖν Σῶσπις ἔφη κυριώτερον εἶναι τὸν τοῦ προκεκλημένου λόγον, ὥσπερ νόμον· ἐκεῖνος[*](ἐκεῖνος M: ἐκείνοις) γάρ, ἐφʼ οἷς διαγωνιοῦνται, κατήγγειλεν[*](idem: κατήγγειλαν)· οἱ δὲ δεξάμενοι καὶ ὑπακούσαντες οὐκέτι κύριοι προστιθέντες. ἡ δὲ πρόκλησις οὐ περὶ φόνου καὶ θανάτου γέγονεν, ἀλλὰ περὶ νίκης καὶ ἣττης· καὶ μάλα δικαίως. ἔδει γὰρ τὴν γυναῖκα τοῦ κρείττονος εἶναι, κρείττων δʼ ὁ νικῶν, ἀποθνήσκειν δὲ πολλάκις συμβαίνει κἀγαθοῖς[*](*: καὶ ἀγαθοῖς) ὑπὸ κακῶν, ὡς ὕστερον Ἀχιλλεὺς ἀπέθανεν τοξευθεὶς ὑπὸ Πάριδος· καὶ οὐκ ἂν οἶμαι φαίημεν Ἀχιλλέως ἧτταν[*](Basileensis: ἀχιλλεὺς ἧττον) γεγονέναι τὸν θάνατον οὐδὲ νίκην ἀλλʼ ἄδικον εὐτυχίαν τοῦ βάλλοντος. ἀλλʼ ὁ Ἕκτωρ ἥττητο καὶ πρὶν ἀποθνήσκειν, μὴ δεξάμενος ἀλλὰ δείσας καὶ φυγὼν ἐπερχομένου τοῦ Ἀχιλλέως· ὁ γὰρ ἀπειπάμενος καὶ φυγὼν ἧτταν ἀπροφάσιστον ἣττηται καὶ συγκεχώρηκε κρείττονα τὸν ἀντίπαλον εἶναι. διὸ[*](διὸ] δεῖ mei) πρῶτον μὲν ἡ Ἶρις ἐξαγγέλλουσα τῇ Ἑλένῃ φησὶ

  1. μακρῇς ἐγχείῃσι[*](μακροῖς ἐγχείηισι (ἐγγείησι E) mei cf. Hom. Γ 136) μαχήσονται περὶ σεῖο
  2. τῷ δέ κε νικήσαντι φίλη κεκλήσῃ ἄκοιτις
ἔπειθʼ ὁ Ζεὺς τῷ Μενελάῳ τῆς μάχης[*](τῇ μάχῃ mei) τὸ βραβεῖον ἀπέδωκεν εἰπών
νίκη μὲν φαίνετʼ ἀρηιφίλου Μενελάου.
[*](cf. Hom. Δ 13 cum Γ 457)
γελοῖον γάρ, εἰ τὸν μὲν Ποδῆν ἐνίκησε πόρρωθεν ἀκοντίσας μὴ προσδοκήσαντα μηδὲ φυλαξάμενον, τοῦ δʼ ἀπειπαμένου καὶ δραπετεύσαντος καὶ καταδύντος εἰς τοὺς κόλπους τῆς γυναικὸς ἐσκυλευμένου ζῶντος, οὐκ ἄξιος ἦν τὰ νικητήρια φέρεσθαι, κατὰ τὴν αὐτοῦ πρόκλησιν ἐκείνου κρείττων φανεὶς καὶ περιγενόμενος.

ὑπολαβὼν δʼ ὁ Γλαυκίας ἔφη πρῶτον μὲν ἔν τε δόγμασι καὶ νόμοις ἔν τε συνθήκαις καὶ ὁμολογίαις κυριώτερα τὰ δεύτερα[*](δεύτερα Turnebus: δὲ ὕστερα) νομίζεσθαι καὶ βεβαιότερα τῶν πρώτων· δεύτεραι δʼ ἦσαν αἱ δι Ἀγαμέμνονος ὁμολογίαι τέλος ἔχουσαι θάνατον, οὐχὶ ἧτταν τοῦ κρατηθέντος. ἔπειτʼ ἐκείνη μὲν λόγοις, αὗται δὲ καὶ μεθʼ ὅρκων εἵποντο καὶ προσῆσαν ἀραὶ τοῖς παραβαίνουσιν, οὐχ ἑνὸς ἀνδρὸς ἀλλὰ πάντων ἀποδεχομένων καὶ συνομολογούντων· ὥστε ταῦτα[*](ταύτας W) γεγονέναι κυρίως ὁμολογίας, ἐκείνας δὲ μόνας προκλήσεις. μαρτυρεῖ δʼ ὁ Πρίαμος, μετὰ τὰ ὅρκια τοῦ ἀγῶνος ἀπιὼν, καί,

  1. Ζεὺς μέν που τό γε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι,
  2. [*](Hom. Γ 308)
  3. ὁπποτέρῳ θανάτοιο τέλος πεπρωμένον ἐστίν·
ᾔδει γὰρ ἐπὶ τούτοις τὰς ὁμολογίας γεγενημένας· διὸ καὶ μετὰ μικρὸν ὁ Ἕκτωρ φησὶν
ὅρκια μὲν Κρονίδης ὑψίζυγος οὐκ ἐτέλεσσεν·
[*](id. H 69)ἀτελὴς γὰρ ἔμεινεν ὁ ἀγὼν, καὶ πέρας ἀναμφισβήτητον οὐκ εἶχε μηδετέρου πεσόντος. ὅθεν ἔμοιγε
δοκεῖ μηδʼ ἀντινομικὸν[*](μηδέν τι νομικόν mei) γεγονέναι τὸ ζήτημα, ταῖς δευτέραις ὁμολογίαις τῶν πρώτων ἐμπεριεχομένων ὁ γὰρ ἀποκτείνας νενίκηκεν, οὐ μὴν ὁ νικήσας ἔκτεινεν. συνελόντι[*](συνελόντι Turnebus: ἀλλʼ ἔχοντι) δʼ εἰπεῖν, Ἀγαμέμνων οὐκ ἔλυσε τὴν τοῦ Ἕκτορος πρόκλησιν ἀλλʼ ἐσαφήνισεν, οὐδὲ μετέθηκεν ἀλλὰ προσέθηκε τὸ[*](τὸ] τὸν mei) κυριώτατον, ἐν τῷ κτεῖναι[*](κτεῖναι] κλῖναι vel κλίναι iidem) τὸ νικῆσαι θέμενος· αὕτη γάρ ἐστι νίκη παντελής, αἱ δʼ ἄλλαι προφάσεις καὶ ἀντιλογίας ἔχουσιν, ὡς ἡ παρὰ Μενελάου μήτε τρώσαντος μήτε διώξαντος. ὥσπερ οὖν ἐν ταῖς ἀληθιναῖς ἀντινομίαις οἱ δικασταὶ τῷ μηδὲν ἀμφισβητήσιμον ἔχοντι προστίθενται, τὸν ἀσαφέστερον ἐάσαντες οὕτως ἐνταῦθα τὴν ἀπροφάσιστον καὶ γνώριμον τέλος[*](τέλους iidem) ἄγουσαν ὁμολογίαν βεβαιοτέραν χρὴ καὶ κυριωτέραν νομίζειν, ὃ δὲ μέγιστόν ἐστιν, αὐτὸς ὁ δοκῶν κρατεῖν, οὐκ ἀποστὰς φυγόντος οὐδὲ παυσάμενος, ἀλλὰ πανταχόσε φοιτῶν ἀνʼ ὅμιλον[*](ἀνόμιλον iidem)
εἴ που ἐσαθρήσειεν Ἀλέξανδρον θεοειδέα
[*](Hom. Γ 450) μεμαρτύρηκεν ἄκυρον εἶναι καὶ ἀτελῆ νίκην[*](τὴν νίκην Duebnerus), ἐκείνου διαπεφευγότος· οὐδʼ[*](οὐδʼ W: οὖν) ἠμνημόνει τῶν ὑπʼ αὐτοῦ διειρημένων[*](em. Doehnerus: εἰρημένων),
  1. ἡμέων δʼ ὁπποτέρῳ θάνατος καὶ μοῖρα τέτυκται,
  2. τεθναίη, ἄλλοι δὲ διακρινθεῖτε τάχιστα.
  3. [*](Hom. Γ 101)
διὸ ζητεῖν μὲν ἀναγκαῖον ἦν αὐτῷ τὸν Ἀλέξανδρον,
ὅπως ἀποκτείνας συντελέσῃ τὸ τοῦ ἀγῶνος ἔργον· μὴ κτείνας δὲ μηδὲ λαβὼν οὐ δικαίως ἀπῄτει τὸ νικητήριον. οὐδὲ γὰρ ἐνίκησεν, εἰ δεῖ τεκμήρασθαι τοῖς ὑπʼ αὐτοῦ λεγομένοις, ἐγκαλοῦντος τῷ Διὶ καὶ τὰς ἀποτεύξεις ὀδυρομένου[*](ὀδυρομένους mei)·
  1. Ζεῦ πάτερ, οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος·
  2. ἦ τʼ ἐφάμην τίσασθαι Ἀλέξανδρον κακότητος,
  3. νῦν δέ μοι ἐν χείρεσσιν ἄγη[*](χείρεσσʼ ἐάγη Homerus Γ 365) ξίφος, ἐκ δέ μοι ἔγχος
  4. ἠίχθη παλάμηφιν ἐτώσιον, οὐδʼ ἔβαλόν μιν
αὐτὸς γὰρ ὁμολογεῖ μηδὲν εἶναι τὸ διακόψαι τὸ ἀσπίδιον καὶ λαβεῖν ἀπορρυὲν τὸ κράνος, εἰ μὴ βάλοι[*](Problemata antea continuata disiunxit W) μηδʼ ἀποκτείνειε τὸν πολέμιον.