Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

τίνʼ ἔφη ταύτην;ἐγώ σοι φράσω εἶπον ἅμα καὶ τούτοις προβάλλων διὸ τὸν νοῦν ἤδη προσεχέτωσαν. ὁ γὰρ Ἀλέξανδρος ἐπὶ ῥητοῖς δήπου πεποίηται τὴν πρόκλησιν οὕτως

  1. αὐτὰρ ἔμʼ ἐν μέσσῳ[*](μέσω mei) καὶ ἀρηίφιλον Μενέλαον
  2. [*](Hom. Γ 68)
  3. συμβάλετʼ ἀμφʼ Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι.
  4. ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται,
  5. κτήμαθʼ ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδʼ ἀγέσθω·
καὶ πάλιν ὁ Ἕκτωρ ἀναγορεύων καὶ τιθεὶς εἰς μέσον πᾶσι τὴν πρόκλησιν αὐτοῦ μονονουχὶ τοῖς αὐτοῖς ὀνόμασι κέχρηται·
  1. ἄλλους μὲν κέλεται Τρῶας καὶ πάντας Ἀχαιοὺς
  2. [*](Hom. Γ 88)
  3. τεύχεα κάλʼ ἀποθέσθαι ἐπὶ χθονὶ πουλυβοτείρῃ,
  4. αὐτὸν δʼ ἐν μέσσῳ καὶ ἀρηίφιλον Μενέλαον
  5. οἴους ἀμφʼ Ἑλένῃ καὶ[*](οἴους ἀμφʼ Ἑλένῃ καὶ addidi ex Homero) κτήμασι πᾶσι μάχεσθαι.
  6. [*](cf. Γ 92 et 93)
  7. τῷ δέ κε νικήσαντι γυνὴ καὶ κτήμαθʼ ἕποιτο.
δεξαμένου δὲ τοῦ Μενελάου, ποιοῦνται τὰς συνθήκας ἐνόρκους, ἐξάρχει δʼ Ἀγαμέμνων
  1. εἰ μέν κεν Μενέλαον Ἀλέξανδρος καταπέφνῃ,
  2. αὐτὸς ἔπειθʼ Ἑλένην ἀγέτω[*](ἐχέτω Hom. Γ 282) καὶ κτήματα πάντα·
  3. εἰ δὲ κʼ Ἀλέξανδρον κτείνῃ ξανθὸς Μενέλαος,
  4. κτήμαθʼ ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδʼ ἀγέσθω.
  5. [*](cf. Γ 285 cum 72)
ἐπεὶ τοίνυν ἐνίκησε μὲν οὐκ ἀνεῖλε δʼ ὁ Μενέλαος, μεταλαβόντες ἑκάτεροι τὴν ἀξίωσιν ἰσχυρίζονται τοῖς τῶν πολεμίων, οἱ μὲν ὡς νενικημένου τοῦ Πάριδος ἀπαιτοῦντες, οἱ δʼ ὡς μὴ τεθνηκότος οὐκ ἀποδιδόντες. πῶς οὖν ἔφην[*](ἔφην M: ἔφη)τὴν δίκην ταύτην ἰθύντατʼ ἂν[*](ib. ἂν *) εἴποι[*](εἴποι] διείποι Doehnerus) τις[*](τις M) καὶ διαιτήσειε τὴν ἀντινομίαν, οὐ φιλοσόφων οὐδὲ γραμματικῶν, ἀλλὰ ῥητόρων ἔργον ἐστὶ
φιλογραμματούντων ὥσπερ ὑμεῖς καὶ φιλοσοφούντων.