Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

Ἀμμώνιος Ἀθήνησι στρατηγῶν ἀπόδειξιν ἔλαβεν ἐν[*](ἐν Madvigius) τῷ Διογενείῳ[*](Διογενείῳ (sc. γυμνασίῳ) *: διογενίῳ) τῶν γράμματα, καὶ γεωμετρίαν καὶ τὰ ῥητορικὰ καὶ μουσικὴν μανθανόντων, καὶ τοὺς; εὐδοκιμήσαντας τῶν διδασκάλων ἐπὶ δεῖπνον ἐκάλεσε. παρῆσαν δὲ καὶ τῶν ἄλλων φιλολόγων συχνοὶ καὶ πάντες ἐπιεικῶς οἱ συνήθεις. ὁ μὲν οὖν Ἀχιλλεὺς[*](Ἀχιλλεὺς] cf. Hom. Ψ 810) μόνοις τῶν ἀγωνισαμένων τοῖς μονομαχήσασι δεῖπνον κατήγγειλε, βουλόμενος; ὥς φασιν εἴ τις ἐν τοῖς ὅπλοις ὀργὴ πρὸς ἀλλήλους καὶ χαλεπότης γένοιτο, ταύτην ἀφεῖναι καὶ καταθέσθαι τοὺς ἄνδρας ἑστιάσεως κοινῆς καὶ τραπέζης μετασχόντας τῷ δʼ Ἀμμωνίῳ συνέβαινε τοὐναντίον ἀκμὴν γὰρ ἡ τῶν διδασκάλων ἅμιλλα καὶ φιλονεικία[*](φιλονικία?) σφοδροτέραν ἔλαβεν ἐν ταῖς κύλιξι γενομένων· ἤδη δὲ καὶ προτάσεις καὶ προκλήσεις ἦσαν ἄκριτοι καὶ ἄτακτοι.