Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

τῶν υἱῶν μου τοὺς νεωτέρους ἐν θεάτρῳ προσδιατρίψαντας ἀκροάμασι καὶ βράδιον ἐπὶ τὸ

δεῖπνον ἐλθόντας οἱ Θέωνος υἱοὶ κωλυσιδείπνους[*](κωλύουσι δείπνους mei) καὶ ζοφοδορπίδας[*](ib. *: ζοφοδόρπιδας) καὶ τοιαῦτα μετὰ παιδιᾶς ἔσκωπτον· οἱ δʼ ἀμυνόμενοι πάλιν ἐκείνους τρεχεδείπνους ἀπεκάλουν. καί τις εἶπε τῶν πρεσβυτέρων τρεχέδειπνον εἶναι τὸν ὑστερίζοντα τοῦ δείπνου θᾶττον γὰρ ἢ βάδην ἐπειγόμενον, ὅταν βραδύνῃ, φαίνεσθαι. καὶ Γάλβα τοῦ[*](καὶ Γάλβα τοῦ Madvigius: καὶ γὰρ βάτου (vel βάττου)) παρὰ Καίσαρι γελωτοποιοῦ χάριεν ἀπεμνημόνευσεν ἐκεῖνος γὰρ ἐπιθυμοδείπνους ἐκάλει τοὺς ὀψὲ παραγιγνομένους ἐπὶ δεῖπνον· ἀσχολουμένους γὰρ αὐτοὺς ὅμως διὰ τὸ φιλόδειπνον οὐκ ἀπολέγεσθαι τὰς κλήσεις.

ἐγὼ δʼ εἶπον, ὅτι καὶ Πολύχαρμος ἐν Ἀθήναις δημαγωγῶν καὶ τοῦ βίου διδοὺς ἀπολογισμὸν ἐν ἐκκλησίᾳ ταῦτʼ εἶπεν, ἄνδρες Ἀθηναῖοι, τἀμά[*](τἀμά W: τἄλλα) καὶ πρὸς τούτοις, οὐδέποτε κληθεὶς ἐπὶ δεῖπνον ὕστατος ἀφικόμην δημοτικὸν γὰρ εὖ μάλα δοκεῖ τὸ τοιοῦτο, καὶ τοὐναντίον οἱ ἄνθρωποι τοὺς ὀψὲ παραγιγνομένους ἀναγκαζόμενοι[*](ἀναγκάζομεν· οἵ mei) περιμένειν, ὡς ἀηδεῖς καὶ ὀλιγαρχικοὺς βαρύνονται.

ὁ δὲ Σώκλαρος ὑπερδικῶν τῶν νεανίσκων ἀλλʼ οὐδὲ τὸν Πιττακόν ἔφη ζοφοδορπίδαν ὁ Ἀλκαῖος[*](ἄλκιος iidem) ὡς ὀψὲ δειπνοῦντα λέγεται προσειπεῖν, ἀλλʼ ὡς ἀδόξοις τὰ πολλὰ καὶ φαύλοις ἡδόμενον συμπόταις· τὸ μέντοι πρωίτερον[*](πρωίτερον R: πρότερον) δειπνεῖν ὄνειδος ἦν πάλαι, καὶ τὸ ἀκράτισμά φασιν[*](R: φησὶν) οὕτω λέγεσθαι διὰ τὴν ἀκρασίαν.

ὑπολαβὼν δʼ ὁ Θέων ἥκιστʼ εἶπεν εἰ δεῖ[*](εἰ δεῖ W: ἔδει) τοῖς τὸν ἀρχαῖον βίον διαμνημονεύουσι πιστεύειν. φασὶ γὰρ ἐκείνους, ἐργατικοὺς ἅμα καὶ σώφρονας ὄντας, ἕωθεν ἐσθίειν ἄρτον ἐν ἀκράτῳ, καὶ μηθὲν ἄλλο διὸ τοῦτο μὲν ἀκράτισμα καλεῖν διὰ τὸν ἄκρατον, ὄψον δὲ τὸ παρασκευαζόμενον εἰς δεῖπνον αὐτοῖς· ὀψὲ γὰρ δειπνεῖν ἀπὸ τῶν πράξεων γενομένους. ἐκ τούτου καὶ τὸ δεῖπνον καὶ τὸ ἄριστον, ἀφʼ ὅτου λάβοι τοὔνομα, ζήτησιν παρέσχε. καὶ τὸ μὲν ἄριστον ἐδόκει τῷ ἀκρατίσματι ταὐτὸν εἶναι, μαρτυρεῖ τῷ Ὁμήρῳ λέγοντι[*](μάρτυρι τῷ Ὁμ. χρωμένοις λέγοντι R. Mihi vid. corr. μαρτυροῦσι (dat. plur.) pro μαρτυρεῖ cf. p. 734d) τοὺς περὶ τὸν Εὔμαιον

ἐντύνοντας[*](ἐντύνοντα vel ἐντείνοντα mei) ἄριστον ἃμ ἠοῖ φαινομένῃφι
[*](Hom. π 2) καὶ πιθανὸν ἐδόκει διὰ τὴν ἑωθινὴν ὥραν ἄριστον ὠνομάσθαι, καθάπερ τὸ αὔριον[*](αὔριον] scr. vid. δόρπον quod et coenam et tempus vespertinum significat. vid. Symb.). τὸ δὲ δεῖπνον, ὅτι τῶν πόνων διαναπαύει· πράξαντες γάρ τι δειπνοῦσιν ἢ μεταξὺ πράττοντες·. ἔστι δὲ καὶ τοῦτο παρʼ Ὁμήρου λαβεῖν λέγοντος
ἦμος δὲ δρυτόμος περ ἀνὴρ ὡπλίσσατο δεῖπνον.
[*](Hom. Λ 86) εἰ μὴ νὴ Δία τὸ ἄριστον αὐτόθεν ἀπραγμόνως προσφερόμενοι καὶ ῥᾳδίως ἀπὸ τῶν τυχόντων, τὸ δὲ δεῖπνον ἤδη παρεσκευασμένον, ἐκεῖνο μὲν[*](μὲν] μὲν οἶον?) ῥᾷστον, τοῦτο δʼ ὥσπερ διαπεπονημένον ἐκάλεσαν.

ὑβριστὴς δʼ ὢν καὶ φιλόγελως φύσει ὁ

ἀδελφὸς ἡμῶν Λαμπρίας ἔφη μυρίῳ τὰ Ῥωμαϊκὰ δείξειν οἰκειότερα τῶν Ἑλληνικῶν ὀνόματα, τοσαύτης ἀδείας τῷ[*](τῷ] τοι vel τὸ mei) φλυαρεῖν δεδομένης. τὸ μὲν γὰρ δεῖπνόν φασι κοῖνα διὰ τὴν κοινωνίαν[*](κοῖνα] κῆνα vel κῦνα mei) καλεῖσθαι· καθʼ ἑαυτοὺς γὰρ ἠρίστων ἐπιεικῶς οἱ πάλαι Ῥωμαῖοι συνδειπνοῦντες[*](σπανίως vel ὀλιγάκις συνδειπνοῦντες R) τοῖς φίλοις. τὸ δʼ ἄριστον ἐκλήθη πράνδιον[*](πράνδιον] om. mei nisi quod πρανδε dant VdP) ἀπὸ τῆς ὥρας· ἔνδιον γὰρ τὸ δειλινόν, καὶ τὴν μετʼ ἄριστον ἀνάπαυσιν ἐνδιάζειν· ἢ πρωινήν τινα σημαίνοντες ἐδωδὴν ἢ τροφήν, ᾗ[*](ᾗ] ἢ mei) χρῶνται πρὶν ἐνδεεῖς γενέσθαι. καὶ μὴν ἵνʼ ἀφῶ τὰ στρώματα ἔφη τὸν οἶνον, τὸ μέλι, τοὔλαιον, τὸ γεύσασθαι, τὸ προπιεῖν, ἕτερα πάμπολλα τοῖς αὐτοῖς ὀνόμασι καταφανῶς χρώμενα· τίς οὐκ ἂν εἴποι ἐπὶ κῶμον[*](ἐπὶ βωμὸν iidem) Ἑλληνικῶς κωμισσᾶτον[*](*: κομίσατον vel κομίσαιτο vel κωμεσσάτον) λέγεσθαι, καὶ τὸ κεράσαι μισκῆραι καθʼ Ὅμηρον[*](Ὁμηρον] κ 356),
ἡ δʼ αὖτʼ ἐν[*](δʼ αὖτʼ ἐν] δὲ τρίτη idem) κρητῆρι μελίφρονα οἶνον ἔμισγε[*](ἔμισγε] ἐκίρνα idem)
καί μῆνσαν[*](μῆνσαν] μηνέα mei) μὲν τὴν τράπεζαν ἀπὸ[*](ἀπὸ S) τῆς· ἐν μέσῳ θέσεως, πᾶνεμ[*](πᾶνεμ S: πᾶν) δὲ τὸν ἄρτον ὡς ἀνιέντα τὴν πεῖναν τὸν δὲ στέφανον κορῶναν ἀπὸ τῆς κεφαλῆς, ὡς Ὅμηρος[*](Ὁμηρος] H 12) τὸ κράνος εἴκασέ που στεφάνῃ[*](Turnebus: στεφάνην)· τὸ δὲ καῖρε δέρε[*](ib. τὸ δὲ δέρειν καίδερε W; malim τὸ δέ[ρειν δὲ] καίδερε quae commendantur etiam eo quod nomina Graeca articulum requirunt sicut Latina respuunt, cf. lin. 4. 7. 15. 17 cett.), καί δέντης τοὺς ὀδόντας, καί λάβρα[*](λαβρατάχια· ἢ mei i.e. λάβρα τὰ χ(ε)ἰλη)
τὰ χείλη ἀπὸ τοῦ λαμβάνειν τὴν βορὰν διʼ αὐτῶν; ἢ καὶ τούτων οὖν ἀκουστέον ἀγελαστὶ λεγομένων, ἢ μηδʼ ἐκείνοις εὐκόπως οὕτως διὰ τῶν ὀνομάτων ὥσπερ τριγχίων[*](τριγχίων *: τρινχίων vel τριχίων) τὰ μὲν ἐκκόπτουσι μέρη τὰ δὲ καθαιροῦσι[*](R: καθαιροῦσι vel καθαιρουσιν) παραδύσεις[*](παρεισδύσεις idem) διδῶμεν[*](ib. idem: δίδομεν).