Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

εἶτα διαβλέψας πρὸς τοὺς περὶ τὸν Αὐτόβουλον καὶ μειδιάσας ἀλλʼ ὁρῶ εἶπεν ὑμᾶς οἵους τʼ ὄντας ἤδη σκιαμαχεῖν πρὸς τὰ εἴδωλα καὶ δόξῃ παλαιᾷ καθάπερ γραφῇ προσφέροντας ἁφὴν[*](ἀφὴν vel ἁφῆν mei. βαφὴν R) οἴεσθαί τι ποιεῖν καὶ ὁ Αὐτόβουλος παῦε ποικίλλων[*](ποικίλων mei) ἔφη πρὸς ἡμᾶς οὐ γὰρ ἀγνοοῦμεν, ὅτι τὴν Ἀριστοτέλους δόξαν εὐδοκιμῆσαι βουλόμενος ὥσπερ σκιὰν αὐτῇ τὴν Δημοκρίτου παραβέβληκας. ἐπʼ[*](ἐπʼ Madvigius) ἐκείνην οὖν τρεψόμεθα κἀκείνῃ[*](κἀκείνη vel κἀκείνην mei) μαχούμεθα κατηγορούσῃ[*](κατηγοροῦσι vel προσηγορούση iidem) τῶν νέων καρπῶν καὶ τῆς φίλης ὀπώρας οὐ

προσηκόντως. τὸ γὰρ θέρος αὐτοῖς μαρτυρεῖ καὶ τὸ μετόπωρον, ὅτε μάλιστα χλωρὰν καὶ φλύουσαν[*](em. Valckenarius: φλειοῦσαν vel φλοιοῦσαν cf. Kinkel. Fr. p. 287), ὡς Ἀντίμαχος ἔφη, τὴν ὀπώραν γεννωμένην[*](γενομένην R) ἄρτι προσφερόμενοι ἧττον[*](ἧττον idem: τοὺς καρποὺς ἧττον) ἀπατηλοῖς καὶ ψευδέσιν ἐνυπνίοις σύνεσμεν οἱ δὲ φυλλοχόοι μῆνες ἤδη τῷ χειμῶνι παρασκηνοῦντες ἐν πέψει τὰ σιτία καὶ τὰ περιόντα τῶν ἀκροδρύων ἰσχνὰ καὶ ῥυσὰ καὶ πᾶν ἀφεικότα τὸ πληκτικὸν[*](πληκτικὸν scripsi cum Emperio: πληκτίζον cf. p. 693 b) ἐκεῖνο καὶ μανικὸν ἔχουσι. καὶ μὴν οἴνου γε[*](γε idem: τε) τὸν νέον οἱ πρωιαίτατα πίνοντες Ἀνθεστηριῶνι πίνουσι μηνὶ μετὰ χειμῶνα· καὶ τὴν ἡμέραν ἐκείνην ἡμεῖς μὲν Ἀγαθοῦ Δαίμονος, Ἀθηναῖοι δὲ Πιθοίγια[*](Turnebus: πιθοιγία X: γλεύκου) προσαγορεύουσι· γλεύκους δὲ ζέοντος ἀεὶ ἀφαιρεῖσθαι[*](ἀεὶ ἀφαιρεῖσθαι] ἐμφορεῖσθαι W; malim ἄγαν (vel ἔτι) ἐμφορεῖσθαι cf. Vit. Cic. c. 19) καὶ τοὺς ἐργάτας δεδιότας ὁρῶμεν. ἀφέντες οὖν τὸ συκοφαντεῖν τὰ τῶν θεῶν δῶρα μετίωμεν ἑτέραν ὁδόν, ἣν ὑφηγεῖται τοὔνομα τοῦ χρόνου καὶ τῶν[*](καὶ τῶν] τῶν R) ὑπηνεμίων καὶ ψευδῶν ὀνείρων. φυλλοχόος γὰρ ὀνομάζεται διὰ ψυχρότητα καὶ ξηρότητα τηνικαῦτα τῶν φύλλων ἀπορρεόντων· πλὴν εἴ τι θερμόν ἐστιν ἢ λιπαρὸν ὡς ἐλαῖαι καὶ δάφναι καὶ φοίνικες ἢ διερὸν ὡς μυρσίνη καὶ κιττός;. τούτοις γὰρ ἡ κρᾶσις βοηθεῖ τοῖς δʼ ἄλλοις οὔ· οὐ γὰρ παραμένει τὸ ἐχέκολλον καὶ συνεκτικόν, ἢ πυκνουμένης ψυχρότητι τῆς ἰκμάδος ἢ ξηραινομένης διʼ
ἔνδειαν ἢ διʼ ἀσθένειαν. ἔστι μὲν οὖν καὶ φυτοῖς ὑγρότητι ἢ[*](ἢ] καὶ Turnebus et Eustathius ad Hom. ζ 201) θερμότητι τεθηλέναι καὶ αὐξάνεσθαι, μᾶλλον δὲ τοῖς ζῴοις· καὶ τοὐναντίον ἡ ψυχρότης καὶ ἡ ξηρότης ὀλέθριον. διὸ χαριέντως Ὅμηρος[*](Ὁμηρος] ζ 201. 156. T 325. λ 211) εἴωθε διεροὺς βροτοὺς καλεῖν, καὶ τὸ μὲν χαίρειν ἰαίνεσθαι,ῥιγεδανόν δὲ καὶ κρυερόν τὸ λυπηρὸν καὶ τὸ φοβερόν. ὁ δʼ ἀλίβας καὶ ὁ σκελετὸς ἐπὶ τοῖς νεκροῖς λέγονται[*](λέγονται Eusthathius (1. 1.): γέγονε), λοιδορουμένης τῷ ὀνόματι[*](ib. τῷ ὀνόματι Doehnerus (ex Eustathio): τὰ ὀνόματα cf. p. 375d) τῆς ξηρότητος. ἔτι τὸ μὲν αἷμα κυριωτάτην[*](κυριώτατον mei) τῶν ἐν ἡμῖν ἔχον δύναμιν ἅμα καὶ θερμόν ἐστι καὶ ὑγρόν, τὸ δὲ γῆρας ἀμφοῖν ἐνδεές. ἔοικε δὲ τοῦ ἐνιαυτοῦ περιιόντος οἷον γῆρας εἶναι τὸ φθινόπωρον· οὔπω γὰρ ἥκει τὸ ὑγρόν, οὐκέτι δὲ[*](δὲ] δὴ mei) τὸ θερμὸν ἔρρωται· δεῖγμα δὲ γεγονὸς ἀτεχνῶς ξηρότητος ἅμα καὶ ψυχρότητος ἐπισφαλῆ ποιεῖ τὰ σώματα πρὸς τὰς νόσους. τοῖς δὴ σώμασι τὰς ψυχὰς συμπαθεῖν ἀνάγκη, καὶ μάλιστα παχνουμένου τοῦ πνεύματος ἀμαυροῦσθαι τὸ μαντικόν, ὥσπερ κάτοπτρον ὁμίχλης ἀναπιμπλάμενον. οὐδὲν οὖν τρανὸν οὐδʼ ἔναρθρον οὐδʼ εὔσημον ἐν ταῖς φαντασίαις ἀποδίδωσι, μέχρι οὗ παχὺ[*](παχὺ X: τραχὺ) καὶ ἀλαμπὲς καὶ συνεσταλμένον ἐστίν.