Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

οἱ φιλοσοφίαν, ὦ Σόσσιε Σενεκίων, ἐκ τῶν συμποσίων ἐκβάλλοντες οὐ ταὐτὸ ποιοῦσι τοῖς τὸ φῶς ἀναιροῦσιν, ἀλλὰ χεῖρον, ὅσῳ λύχνου μὲν ἀρθέντος οἱ μέτριοι καὶ σώφρονες οὐδὲν ἔσονται κακίους, τὸ αἰδεῖσθαι τοῦ βλέπειν ἀλλήλους μεῖζον ἔχοντες· ἀμαθίας δὲ δὴ καὶ ἀμουσίας σὺν οἴνῳ παρούσης, οὐδʼ ὁ τῆς Ἀθηνᾶς χρυσοῦς λύχνος ἐκεῖνος εὔχαριν ἂν πότον καὶ κόσμιον παράσχοι. σιωπῶντας μὲν γὰρ ἐμπίπλασθαι μετʼ ἀλλήλων κομιδῇ συῶδες καὶ ἴσως ἀδύνατον· ὁ δὲ λόγον μὲν ἀπολιπὼν[*](ἀπολείπων?) ἐν συμποσίῳ, τὸ δὲ τεταγμένως[*](τεταγμένον mei) χρῆσθαι λόγῳ καὶ ὠφελίμως οὐ προσιέμενος, πολὺ γελοιότερός ἐστι τοῦ πίνειν μὲν οἰομένου δεῖν[*](δεῖν] ἀεὶ mei) καὶ τρώγειν τοὺς δειπνοῦντας, ἄκρατον δὲ τὸν οἶνον αὐτοῖς ἐγχέοντος[*](R: ἐγχέοντες) καὶ τοὔψον ἀνήδυντον καὶ ἀκάθαρτον παρατιθέντος. οὔτε γὰρ ποτὸν οὐδὲν οὔτʼ ἐδεστὸν οὕτως[*](*: οὓτω) ἀηδὲς καὶ βλαβερόν ἐστι μὴ θεραπευθὲν ὃν προσήκει τρόπον, ὡς λόγος ἀκαίρως καὶ ἀνοήτως ἐν συμποσίῳ

περιφερόμενος. τὴν γοῦν μέθην οἱ λοιδοροῦντες φιλόσοφοι λήρησιν πάροινον ἀποκαλοῦσι· τὸ δὲ ληρεῖν οὐδέν ἐστιν ἀλλʼ ἢ λόγῳ κενῷ χρῆσθαι καὶ φλυαρώδει· λαλιᾶς δʼ ἀτάκτου καὶ φλυαρίας εἰς ἄκρατον ἐμπεσούσης, ὕβρις καὶ παροινία τέλος ἀμουσότατον καὶ ἀχαριστότατον. οὐ φαύλως οὖν καὶ παρʼ ἡμῖν ἐν τοῖς Ἀγριωνίοις[*](Huttenus: ἀγρωνίοις) τὸν Διόνυσον αἱ γυναῖκες ὡς ἀποδεδρακότα ζητοῦσιν εἶτα παύονται καὶ λέγουσιν, ὅτι πρὸς τὰς Μούσας καταπέφευγε καὶ κέκρυπται παρʼ ἐκείναις· μετʼ ὀλίγον δέ, τοῦ δείπνου τέλος ἔχοντος, αἰνίγματα καὶ γρίφους ἀλλήλοις προβάλλουσι· τοῦ μυστηρίου διδάσκοντος, ὅτι λόγῳ τε δεῖ χρῆσθαι παρὰ πότον θεωρίαν τινὰ καὶ μοῦσαν ἔχοντι, καὶ λόγου τοιούτου τῇ μέθῃ παρόντος, ἀποκρύπτεται τὸ ἄγριον καὶ μανικόν, ὑπὸ τῶν Μουσῶν εὐμενῶς κατεχόμενον. ἃ τοίνυν ἐν τοῖς Πλάτωνος γενεθλίοις πέρυσι καὶ ἀκοῦσαι καὶ εἰπεῖν συνέτυχεν ἡμῖν, πρῶτα τοῦτο περιέχει τὸ βιβλίον. ἔστι δὲ τῶν συμποσιακῶν ὄγδοον.

τῇ ἕκτῃ τοῦ Θαργηλιῶνος ἱσταμένου τὴν Σωκράτους ἀγαγόντες γενέθλιον, τῇ ἑβδόμῃ τὴν Πλάτωνος ἢγομεν, καὶ τοῦτο πρῶτον λόγους ἡμῖν παρεῖχε τῇ συντυχίᾳ πρέποντας, ὧν κατῆρξε Διογενιανὸς ὁ Περγαμηνός. ἔφη γὰρ οὐ φαύλως εἰπεῖν Ἴωνα[*](Ἰωνα] cf. p. 416 d) περὶ τῆς τύχης ὅτι πολλὰ τῆς σοφίας διαφέρουσα πλεῖστʼ αὐτῇ[*](αὐτῇ] deleverim) ὅμοια ποιεῖ τοῦτο μέντοι μουσικῶς ἔοικεν ἀπαυτοματίσαι τὸ μὴ μόνον οὕτω σύνεγγυς, ἀλλὰ καὶ πρότερον τῇ δόξῃ[*](δόξῃ] τάξει M) γεγονέναι τὸν πρεσβύτερον καὶ καθηγητήν. ἐμοὶ δὲ πολλὰ λέγειν ἐπῄει τοῖς παροῦσι τῶν εἰς ταὐτὸ καιροῦ συνδραμόντων· οἷον ἦν τὸ περὶ τῆς Εὐριπίδου γενέσεως καὶ τελευτῆς, γενομένου μὲν ἡμέρᾳ καθʼ ἣν οἱ Ἕλληνες ἐναυμάχουν ἐν Σαλαμῖνι πρὸς τὸν Μῆδον[*](Μῆδον] δῆμον mei), ἀποθανόντος δὲ καθʼ ἣν ἐγεννήθη Διονύσιος ὁ πρεσβύτερος τῶν ἐν Σικελίᾳ τυράννων[*](τῶν ἐν Σικ. τυράννων] expungit Cobetus)· ἅμα τῆς τύχης, ὡς Τίμαιος[*](Τίμαιος] Mueller. 1 p. 223)

ἔφη, τὸν μιμητὴν ἐξαγούσης τῶν τραγικῶν παθῶν καὶ τὸν ἀγωνιστὴν ἐπεισαγούσης ἐμνήσθησαν δὲ καὶ τῆς Ἀλεξάνδρου τοῦ βασιλέως τελευτῆς καὶ τῆς Διογένους τοῦ Κυνὸς ἡμέρᾳ μιᾷ[*](μία vel μίαι mei) γενομένης. καὶ τὸν μὲν Ἄτταλον·ν ἐν τοῖς ἑαυτοῦ γενεθλίοις τὸν βασιλέα τελευτῆσαι συνεφωνεῖτο· Πομπήιον δὲ Μάγνον οἱ μὲν ἐν τοῖς γενεθλίοις ἔφασαν, οἱ δὲ πρὸ μιᾶς ἡμέρας τῶν γενεθλίων ἀποθανεῖν περὶ Αἴγυπτον. ἧκε δὲ καὶ Πίνδαρος ἐπὶ μνήμην ἐν Πυθίοις γενόμενος πολλῶν καὶ καλῶν ὕμνων τῷ θεῷ χορηγός.