Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

ἐπεὶ δὲ ταῦτʼ ἐρρήθη[*](*: ἐρρέθη), βουλόμενον αὖθις ἀντιλέγειν τὸν σοφιστὴν ἐγὼ διακρουόμενος ἐκεῖνο μᾶλλον ἔφην σκέψαιτʼ ἄν τις, ὦ· Διογενιανέ, πολλῶν ἀκροαμάτων ὄντων[*](ὄντων *) ποῖον ἂν[*](ib. ποῖ ἂν mei) μάλιστα γένος εἰς πότον ἐναρμόσειε, καὶ παρακαλῶμεν ἐπικρῖναι τουτονὶ τὸν[*](τὸν M) σοφόν· ἀπαθὴς γὰρ ὢν πρὸς ἅπαντα καὶ ἀκήλητος οὐκ ἂν σφαλείη πρὸ τοῦ βελτίονος ἑλέσθαι τὸ ἥδιον ὡς οὖν ὅ τε Διογενιανὸς παρεκάλει καὶ ἡμεῖς, οὐδὲν[*](R: οὐδὲ) μελλήσας ἐκεῖνος ἔφη τἄλλα μὲν ἐπὶ τὴν θυμέλην καὶ τὴν ὀρχήστραν ἐξελαύνειν, εἰσάγειν δὲ τὸ νεωστὶ μὲν ἐν Ῥώμῃ παρεισηγμένον εἰς τὰ συμπόσια, μήπω δʼ ἀναλάμπον ἐν τοῖς πολλοῖς. ἴστε γάρ εἶπεν ὅτι τῶν Πλάτωνος διαλόγων διηγηματικοὶ τινὲς εἰσιν οἱ δὲ δραματικοί· τούτων οὖν τῶν δραματικῶν τοὺς ἐλαφροτάτους ἐκδιδάσκονται παῖδες, ὥστʼ ἀπὸ στόματος λέγειν πρόσεστι δʼ ὑπόκρισις πρέπουσα τῷ ἤθει τῶν

ὑποκειμένων προσώπων καὶ φωνῆς πλάσμα καὶ σχῆμα καὶ διαθέσεις ἑπόμεναι τοῖς λεγομένοις. ταῦθʼ οἱ μὲν αὐστηροὶ καὶ χαρίεντες ἠγάπησαν ὑπερφυῶς, οἱ δʼ ἄνανδροι καὶ διατεθρυμμένοι τὰ ὦτα διʼ ἀμουσίαν καὶ ἀπειροκαλίαν, οὕς φησιν Ἀριστόξενος[*](Ἀριστόξενος] Mueller. 2 p. 288) χολὴν ἐμεῖν, ὅταν ἐναρμονίου ἀκούσωσιν[*](κατακούσωσιν? cf. p. 792 c), ἐξέβαλον[*](ib. *: ἐξέβαλλον)· καὶ οὐ θαυμάσαιμʼ ἄν, εἰ τὸ πάμπαν ἐκβάλλουσιν· ἐπικρατεῖ γὰρ ἡ θηλύτησ.

καὶ ὁ Φίλιππος ὁρῶν ὑποδυσχεραίνοντας ἐνίους φείδου[*](cf. Aristoph. Ran. 180. 269) εἶπεν ὦ τᾶν, καὶ παραβάλλου λοιδορῶν ἡμᾶς· ἡμεῖς γάρ ἐσμεν οἱ πρῶτοι τοῦ πράγματος εἰσαγομένου δυσχεράναντες ἐν Ῥώμῃ καὶ καθαψάμενοι τῶν ἀξιούντων Πλάτωνα διαγωγὴν ἐν οἴνῳ ποιεῖσθαι, καὶ τῶν Πλάτωνος διαλόγων ἐπὶ τραγήμασι καὶ μύροις ἀκούειν διαπίνοντας[*](W: διατείνοντας)· ὅτε, καὶ Σαπφοῦς ἀναλεγομένης[*](idem: ἀναδεχομένης) καὶ τῶν Ἀνακρέοντος, ἐγὼ μοι δοκῶ καταθέσθαι τὸ ποτήριον αἰδούμενος. πολλὰ δʼ εἰπεῖν[*](εἶπεν mei) ἐπιόν[*](ἐπιὸν Condos: ἐπιόντα) μοι δέδια μὴ μετὰ σπουδῆς τινος οὐ παιδιᾶς διαλέγεσθαι[*](οὐ παιδιᾶς διαλέγεσθαι *: οὐ παιδιᾶς λέγεσθαι) πρός σε δόξω[*](δόξη mei)· ὅθεν, ὡς ὁρᾷς, ποτίμῳ λόγῳ[*](ποτίμῳ λόγῳ] cf. Plat. Phaedr. p. 243 d) ἁλμυρὰν ἀκοὴν κατακλύσαι τῷ φίλῳ Διογενιανῷ μετὰ τῆς κύλικος δίδωμι.

δεξάμενος οὖν ὁ Διογενιανὸς ἀλλὰ καὶ τούτους ἔφη νήφοντας ἀκούω λόγους· ὥσθʼ ὁ οἶνος ἡμᾶς ἀδικεῖν[*](ἀδικεῖν Turnebus: εὐδοκιμεῖν aut εὐδοκεῖν) οὐκ ἔοικεν οὐδὲ κρατεῖν. δέδια δὴ

μὴ καὶ αὐτὸς εὐθύνας ὑπόσχω· καίτοι[*](καὶ γάρ τοι R) τὰ πολλὰ περικοπτέα[*](περικοπτέον?) τῶν ἀκροαμάτων ἐστί· πρώτην[*](πρώτην τὴν Huttenus) τραγῳδίαν, ὡς οὐ πάνυ τι συμποτικὸν ἀλλὰ σεμνότερον βοῶσαν καὶ σκευωρουμένην πραγμάτων ὑποκρίσεις πάθος ἐχόντων καὶ οἶκτον. ἀποπέμπω δὲ τῆς ὀρχήσεως τὴν Πυλάδειον, ὀγκώδη καὶ παθητικὴν καὶ πολυπρόσωπον οὖσαν· αἰδοῖ δὲ τῶν ἐγκωμίων ἐκείνων, ἃ Σωκράτης[*](Σωκράτης] cf. Xen. Symp. 2, 16) περὶ ὀρχήσεως διῆλθε, δέχομαι τὴν Βαθύλλειον αὐτόθεν πέζαν τοῦ κόρδακος ἁπτομένην, Ἠχοῦς ἤ τινος Πανὸς ἢ Σατύρου σὺν Ἔρωτι κωμάζοντος ὑπόρχημά τι[*](ὑπόρχημά τι W ex Athen. p. 20e: ὑπορχήματος) διατιθεμένην[*](διατιθεμένην] ἀτιθεμένην mei). τῶν δὲ κωμῳδιῶν ἡ μὲν ἀρχαία διὰ τὴν ἀνωμαλίαν ἀνάρμοστος ἀνθρώποις πίνουσιν· ἥ τε γὰρ ἐν ταῖς λεγομέναις παραβάσεσιν αὐτῶν σπουδὴ καὶ παρρησία λίαν ἄκρατός ἐστι καὶ σύντονος, ἥ τε πρὸς τὰ σκώμματα καὶ βωμολοχίας εὐχέρεια δεινῶς κατάκορος καὶ ἀναπεπταμένη καὶ γέμουσα ῥημάτων ἀκόσμων καὶ ἀκολάστων ὀνομάτων· ἔτι δʼ ὥσπερ ἐν τοῖς ἡγεμονικοῖς δείπνοις ἑκάστῳ παρέστηκε τῶν κατακειμένων οἰνοχόος, οὕτω δεήσει γραμματικὸν ἑκάστῳ τὸ καθʼ ἕκαστον ἐξηγεῖσθαι, τίς ὁ Λαισποδίας[*](M: λαισμοδίας cf. Kock. 1 p. 284) παρʼ Εὐπόλιδι καὶ ὁ Κινησίας[*](Κινησίας] cf. Plat. Gorg. p. 501e) παρὰ Πλάτωνι καὶ ὁ Λάμπων[*](Λάμπων] vid. Suid. s. v. Athen. p. 344e) παρὰ Κρατίνῳ, καὶ τῶν κωμῳδουμένων ἕκαστος· ὥστε γραμματοδιδασκαλεῖον ἡμῖν γενέσθαι
τὸ συμπόσιον ἢ κωφὰ καὶ ἄσημα τὰ σκώμματα διαφέρεσθαι. περὶ δὲ τῆς νέας κωμῳδίας τί ἂν[*](ἂν Herwerdenus) ἀντιλέγοι τις[*](ἂν λέγοι τις Madvigius); οὕτω γὰρ ἐγκέκραται[*](συγκέκραται Cobetus) τοῖς συμποσίοις, ὡς μᾶλλον ἂν οἴνου χωρὶς ἢ Μενάνδρου διακυβερνῆσαι[*](διακυβερνήσαι Duebnerus, alii alia; sed nihil opus cf. p. 645b) τὸν πότον. ἥ τε γὰρ λέξις ἡδεῖα καὶ πεζὴ κατέσπαρται τῶν πραγμάτων, ὡς μήθʼ ὑπὸ νηφόντων καταφρονεῖσθαι μήτʼ οἰνωμένους[*](noli ᾠνωμένους corrigere) ἀνιᾶν· γνωμολογίαι τε χρησταὶ καὶ ἀφελεῖς ὑπορρέουσαι καὶ τὰ σκληρότατα τῶν ἠθῶν ὥσπερ ἐν πυρὶ τῷ οἴνῳ μαλάττουσι καὶ κάμπτουσι πρὸς τὸ ἐπιεικέστερον[*](em. Emperius: ἐπιεικέστατον)· ἥ τε τῆς σπουδῆς πρὸς τὴν παιδιὰν ἀνάκρασις ἐπʼ οὐδὲν ἂν πεποιῆσθαι δόξειεν ἀλλʼ[*](ἄλλη mei) ἢ πεπωκότων καὶ διακεχυμένων ἡδονὴν ὁμοῦ καὶ ὠφέλειαν. ἔχει δὲ καὶ τὰ ἐρωτικὰ παρʼ αὐτῷ καιρὸν πεπωκόσιν ἀνθρώποις, καὶ ἀναπαυσομένοις μετὰ μικρὸν ἀπιοῦσι παρὰ τὰς ἑαυτῶν γυναῖκας· οὔτε[*](οὔτε γὰρ?) παιδὸς ἔρως ἄρρενός ἐστιν ἐν τοσούτοις δράμασιν, αἵ τε φθοραὶ τῶν παρθένων εἰς γάμον ἐπιεικῶς καταστρέφουσι· τὰ δὲ πρὸς ἑταίρας, ἂν μὲν ὦσιν ἰταμαὶ[*](ἰταμαὶ Turnebus: ἱκαναὶ) καὶ θρασεῖαι, διακόπτεται σωφρονισμοῖς τισιν ἢ μετανοίαις τῶν νέων· ταῖς δὲ χρησταῖς καὶ ἀντερώσαις ἢ πατήρ τις ἀνευρίσκεται γνήσιος, ἢ χρόνος τις ἐπιμετρεῖται τῷ ἔρωτι, συμπεριφορὰν αἰδοῦς· ἔχων φιλάνθρωπον. ταῦτα δʼ ἀνθρώποις ἄλλο μὲν τι πράττουσιν ἴσως οὐδεμιᾶς σπουδῆς ἄξιά ἐστίν·
ἐν δὲ τῷ πίνειν οὐ θαυμάσαιμʼ ἄν, εἰ τὸ τερπνὸν αὐτῶν καὶ γλαφυρὸν ἅμα καὶ πλάσιν τινὰ καὶ κατακόσμησιν ἐπιφέρει, συνεξομοιοῦσαν τὰ ἤθη τοῖς ἐπιεικέσι καὶ φιλανθρώποις.

ὁ μὲν οὖν Διογενιανὸς ἢ παυσάμενος ἢ διαλιπὼν[*](Herwerdenus: διαλείπων) ἐσιώπησεν ἐπιφυομένου δʼ αὐτῷ τοῦ σοφιστοῦ πάλιν καὶ ῥήσεις τινὰς οἰομένου δεῖν τῶν Ἀριστοφανείων περαίνειν, ὁ Φίλιππος ἐμὲ προσαγορεύσας οὗτος μέν ἔφη τὴν ἐπιθυμίαν ἐμπέπληκε, τὸν ἥδιστον αὐτῷ Μένανδρον ἐπαινέσας[*](παραινέσας mei), καὶ τῶν ἄλλων οὐδὲν ἔτι φροντίζειν ἔοικε. λείπεται δὲ πολλὰ τῶν ἀκροαμάτων ἡμῖν ἀνεξέταστα, περὶ ὧν ἂν ἡδέως ἀκούσαιμί σου· τὸν δὲ τῶν ζῳδιογλύφων ἀγῶνα βραβεύσομεν αὔριον, ἂν δοκῇ τῷ ξένῳ καὶ Διογενιανῷ, νήφοντες.οὐκοῦν ἔφην ἐγὼ μῖμοί τινες εἰσιν, ὧν[*](ὧν] ὡς mei) τοὺς μὲν ὑποθέσεις τοὺς δὲ παίγνια καλοῦσιν· ἁρμόζειν[*](R: ἁρμόζει) δʼ οὐδέτερον οἶμαι συμποσίῳ γένος, τὰς μὲν ὑποθέσεις διὰ τὰ μήκη τῶν δραμάτων καὶ τὸ δυσχορήγητον τὰ δὲ παίγνια, πολλῆς γέμοντα βωμολοχίας καὶ σπερμολογίας, οὐδὲ τοῖς τὰ ὑποδήματα κομίζουσι παιδαρίοις, ἄν γε δὴ[*](ἄν γε δὴ * ἅ γε δὴ cf. p. 697e. 713a. passim) δεσποτῶν τῶν ᾖ[*](ᾖ] ἢ vel ἢ mei) σωφρονούντων, θεάσασθαι προσήκει. οἱ δὲ πολλοί, καὶ γυναικῶν συγκατακειμένων καὶ παίδων ἀνήβων, ἐπιδείκνυνται μιμήματα πραγμάτων καὶ λόγων, ἃ πάσης μέθης ταραχωδέστερον τὰς ψυχὰς;

διατίθησιν. ἀλλʼ ἥ γε κιθάρα πάλαι[*](aut nihil mutandum aut solum πάλαι in παλαιά corrig. cf. p. 1132e: καὶ τοῖς χρόνοις δὲ σφόδρα παλαιός ἐστι) που καὶ καθʼ Ὅμηρον ἔτι τοῖς χρόνοις γνωρίμη τῆς δαιτός ἐστι, καὶ μακρὰν οὕτω φιλίαν καὶ συνήθειαν οὐ πρέπει διαλύειν, ἀλλὰ δεῖσθαι τῶν κιθαρῳδῶν μόνον, ὅπως τὸν πολὺν θρῆνον καὶ γόον ἐξαιρῶσι[*](*: ἐξαίρωσι) τῶν ᾠδῶν, εὔφημα καὶ πρέποντα θαλιάζουσιν ἀνθρώποις ᾄδοντες. τὸν δʼ αὐλὸν οὐδὲ βουλομένοις ἀπώσασθαι τῆς τραπέζης ἔστιν· αἱ γὰρ σπονδαὶ ποθοῦσιν αὐτὸν ἅμα τῷ στεφάνῳ καὶ συνεπιφθέγγεται τῷ παιᾶνι τὸ θεῖον, εἶτʼ ἀπελίγανε καὶ διεξῆλθε τῶν ὤτων καταχεόμενος φωνὴν ἡδεῖαν ἄχρι τῆς ψυχῆς ποιοῦσαν γαλήνην· ὥστʼ, εἴ τι τῶν ἀσηρῶν[*](Duebnerus: ἀσήρων) καὶ πεφροντισμένων ὁ ἄκρατος οὐκ ἐξέσεισεν οὐδὲ διέλυσε, τοῦτο[*](τοῦτο R: τοῦτον) τῇ χάριτι καὶ πραότητι τοῦ μέλους ὑποκατακλινόμενον[*](idem: ὑποκατακλειόμενον) ἡσυχάζειν, ἄν γε δὴ καὶ αὐτὸς τὸ μέτριον αὑ διαφυλάττῃ μὴ παθαινόμενος μηδʼ ἀνασοβῶν καὶ παρεξιστὰς βόμβυξι[*](βόμβυξι] recte habet cf. Polluc. 4, 82) καὶ πολυχορδίαις τὴν διάνοιαν ὑγρὰν ὑπὸ τῆς μέθης καὶ ἀκροσφαλῆ γεγενημένην. ὡς · γὰρ τὰ θρέμματα λόγου μὲν οὐ συνίησι διάνοιαν ἔχοντος, σιγμοῖς δὲ καὶ ποππυσμοῖς ἀμελέσιν[*](ἐμμελέσιν X) ἢ σύριγξι καὶ στρόμβοις ἐγείρουσι καὶ κατευνάζουσι πάλιν[*](πάλιν R: καὶ πάλιν) οἱ νέμοντες, οὕτως, ὅσον ἔνεστι τῇ ψυχῇ φορβαδικὸν καὶ ἀγελαῖον καὶ ἀξύνετον λόγου καὶ ἀνήκοον, μέλεσι καὶ ῥυθμοῖς; ἐπιψάλλοντες καὶ
καταυλοῦντες εὖ τίθενται καὶ καταπραΰνουσιν. οὐ μὴν ἀλλʼ εἰ δεῖ[*](δεῖ X) τὸ γʼ ἐμοὶ[*](γʼ ἐμοὶ *: γέ μοι) φαινόμενον εἰπεῖν, οὔτʼ ἂν αὐλοῦ ποτε καθʼ αὑτὸν οὔτε λύρας μέλει[*](μέλει W: μέλος) χωρὶς λόγου καὶ ᾠδῆς ἐπιτρέψαιμι[*](ἐπιτρέψαιμι idem: ἐπιτρέψαι) τὸ συμπόσιον, ὥσπερ ῥεύματι φέρειν ὑπολαμβάνοντι· δεῖ γὰρ οὕτως ἐθίζειν καὶ σπουδάζοντας[*](καὶ παίζοντας *) καὶ παίζοντας, ὥστε καὶ τὰς ἡδονὰς ἐκ λόγου λαμβάνειν καὶ τὰς διατριβὰς ἐν λόγῳ ποιεῖσθαι· τὸ δὲ μέλος καὶ τὸν ῥυθμὸν ὥσπερ ὄψον ἐπὶ τῷ λόγῳ καὶ μὴ καθʼ αὑτὰ προσφέρεσθαι μηδὲ λιχνεύειν. ὡς γὰρ ἡδονὴν ἐν οἴνῳ καὶ ὄψῳ τῇ χρείᾳ τῆς τροφῆς συνεισιοῦσαν οὐδεὶς ἀπωθεῖται, τὴν δʼ ἐπὶ τοῖς μύροις οὐκ ἀναγκαίαν καὶ περίεργον οὖσαν ὁ Σωκράτης ἐπὶ κόρρης ῥαπίζων ἐξέβαλλεν[*](ἐξέβαλλεν] cf. Xen. Symp. c. 2)· οὕτω ψαλτηρίου φωνῆς καὶ αὐλοῦ, καθʼ ἑαυτὴν τὰ ὦτα κοπτούσης[*](κοπτούση mei), μὴ ὑπακούωμεν· ἂν δʼ ἕπηται μετὰ λόγου καὶ ᾠδῆς ἑστιῶσα καὶ τέρπουσα τὸν ἐν ἡμῖν λόγον, εἰσάγωμεν, οἰόμενοι καὶ τὸν Μαρσύαν ἐκεῖνον ὑπὸ τοῦ θεοῦ κολασθῆναι, ὅτι φορβειᾷ[*](φορβαίαι vel φορβαία mei) καὶ αὐλοῖς ἐπιστομίσας ἑαυτὸν ἐτόλμησε ψιλῷ μέλει[*](M: μέρει) διαγωνίζεσθαι πρὸς ᾠδὴν καὶ κιθάραν. μόνον ἔφην σκοπῶμεν, ὅπως συμπόταις διὰ λόγου καὶ φιλοσοφίας ἀλλήλους εὐφραίνειν δυναμένοις μηδὲν ἐπάξομεν τοιοῦτον θύραθεν[*](θύραθεν W: οὐράθεν), ὃ κώλυμα διαγωγῆς μᾶλλον ἢ διαγωγή[*](ἡ δʼ ἀγωγὴ mei) τις ἔσται. οὐ γὰρ μόνον ὅσοι τὴν σωτηρίαν οἴκοι καὶ παρʼ αὑτῶν ἔχοντες
ἄλλην θέλουσιν[*](X: ἐθέλουσιν) εἰσαγώγιμον λαβεῖν,
[*](Nauck. p. 678) ὡς Εὐριπίδης εἶπεν, ἀβέλτεροὶ εἰσιν[*](εἰσιν] del. Doehnerus), ἀλλὰ καὶ ὅσοι, πολλῆς ἐν αὐτοῖς εὐφροσύνης καὶ θυμηδίας παρούσης, ἔξωθεν ἐπάγειν τὰ τέρποντα φιλοτιμοῦνται. καὶ γὰρ ἡ τοῦ μεγάλου βασιλέως μεγαλοφροσύνη πρὸς Ἀνταλκίδαν[*](ἀντιαλκίδαν mei) τὸν Λάκωνα δεινῶς ἀπειρόκαλος ἐφάνη καὶ ἀγροῖκος, ὁπηνίκα ῥόδων καὶ κρόκου μεμιγμένων στέφανον εἰς μύρον βάψας ἔπεμψεν αὐτῷ, τὸ σύμφυτον καὶ ἴδιον καλὸν ἀποσβέσας καὶ καθυβρίσας τοῖς ἄνθεσιν[*](τοῖς ἀνθοῦσι(ν) mei). ὅμοιον οὖν ἐστι τό, συμποσίου χάριν ἔχοντος ἐν ἑαυτῷ καὶ μοῦσαν ἰδίαν, καταυλεῖν καὶ καταψάλλειν ἔξωθεν, ἀφαιρούμενον τῷ ἀλλοτρίῳ τὸ οἰκεῖον. μάλιστα γοῦν ἀκροαμάτων ἂν[*](ἂν *) εἴη καιρὸς ἐν συμποσίῳ κυμαίνοντι καὶ κορυσσομένῳ[*](em. Anonymus: κρουσσομένῳ) πρὸς ἔριν ἢ φιλονεικίαν ὥστε λοιδορίαν τινὰ κατασβέσαι καὶ ζητήσεως εἰς ἅμιλλαν ἀτερπῆ καὶ ἀγῶνα[*](ἀγῶνας R: πρὸς ἀγῶνας) σοφιστικὸν ἐκφερομένης ἐπιλαμβάνεσθαι, καὶ ἀγῶνας ἐκκλησιαστικοὺς καὶ ἀγοραίους ἐπισχεῖν, ἄχρι ἂν αὖθις ἐξ ἀρχῆς ἀθόρυβον καὶ ἀνήνεμον[*](νήνεμον X) γένηται τὸ συμπόσιον.