Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

ἐν Πυθίοις Καλλίστρατος, τῶν Ἀμφικτυόνων ὢν[*](ὢν W) ἐπιμελητής, αὐλῳδόν τινα πολίτην καὶ φίλον ὑστερήσαντα τῆς ἀπογραφῆς τοῦ μὲν ἀγῶνος εἶρξε κατὰ τὸν νόμον· ἑστιῶν δʼ ἡμᾶς παρήγαγεν εἰς τὸ συμπόσιον ἐσθῆτι καὶ στεφάνοις, ὥσπερ ἐν ἀγῶνι, μετὰ τοῦ χοροῦ κεκοσμημένον ἐκπρεπῶς. καὶ νὴ Δία κομψὸν ἦν ἀκρόαμα τὸ πρῶτον· ἔπειτα διασείσας καὶ διακωδωνίσας τὸ συμπόσιον, ὡς ᾐσθάνετο τοὺς πολλοὺς ἐγκεκλικότας καὶ παρέχοντας ὑφʼ ἡδονῆς ὅ τι βούλοιτο χρῆσθαι, καὶ καταυλεῖν καὶ ἀκολασταίνειν, ἀποκαλυψάμενος παντάπασιν, ἐπεδείξατο τὴν μουσικὴν παντὸς οἴνου μᾶλλον μεθύσκουσαν τοὺς ὅπως ἔτυχε καὶ ἀνέδην αὐτῆς ἐμφορουμένους οὐδὲ γὰρ κατακειμένοις ἔτι βοᾶν ἐξήρκει καὶ κροτεῖν, ἀλλὰ τελευτῶντες ἀνεπήδων οἱ πολλοί, καὶ συνεκινοῦντο κινήσεις ἀνελευθέρους, πρεπούσας δὲ τοῖς κρούμασιν ἐκείνοις καὶ τοῖς μέλεσιν. ἐπεὶ δʼ ἐπαύσαντο καὶ κατάστασιν αὖθις ὥσπερ ἐκ μανίας ὁ πότος ἐλάμβανεν, ἐβούλετο μὲν ὁ Λαμπρίας εἰπεῖν τι καὶ παρρησιάσασθαι πρὸς τοὺς νέους

ὀρρωδοῦντι δʼ ὅμως αὐτῷ μὴ λίαν ἀηδὴς γένηται καὶ λυπηρός, οὔτως[*](Turnebus: οὗτος) ὁ Καλλίστρατος ὥσπερ ἐνδόσιμον παρέσχε τοιαῦτά τινα διαλεχθείς·

ἀκρασίας μέν ἔφη καὶ αὐτὸς ἀπολύω τὸ φιλήκοον καὶ φιλοθέαμον[*](φιλοθεάμον mei) οὐ μὴν Ἀριστοξένῳ γε συμφέρομαι παντάπασι, ταύταις μόναις φάσκοντι ταῖς ἡδοναῖς τὸ καλῶς ἐπιλέγεσθαι. καὶ γὰρ ὄψα καλὰ καὶ μύρα καλοῦσι καὶ καλῶς γεγονέναι λέγουσι δειπνήσαντες ἡδέως καὶ πολυτελῶς. δοκεῖ δέ μοι μηδʼ Ἀριστοτέλης[*](Ἁριστοτέλης] 1117, 32b sqq. passim) αἰτίᾳ δικαίᾳ τὰς περὶ θέαν καὶ ἀκρόασιν εὐπαθείας ἀπολύειν ἀκρασίας, ὡς μόνας ἀνθρωπικὰς οὔσας· ταῖς δʼ ἄλλαις καὶ τὰ θηρία φύσιν[*](φύσιν M: φυσὶν) ἔχοντα χρῆσθαι[*](ib. *: χρᾶσθαι) καὶ κοινωνεῖν. ὁρῶμεν γὰρ ὅτι καὶ μουσικῇ πολλὰ, κηλεῖται τῶν ἀλόγων, ὥσπερ ἔλαφοι σύριγξιν, ἵπποις δὲ μιγνυμέναις[*](μιγνυμέναις] add. οἶον ὑμέναιος ex Clem. p. 192 Pott. potius addenda erant post νόμος) ἐπαυλεῖται[*](ὑπαυλεῖται Cobetus) νόμος, ὃν ἱππόθορον ὀνομάζουσιν ὁ δὲ Πίνδαρός[*](Πίνδαρος] Bergk. 1 p. 458) φησι κεκινῆσθαι πρὸς ᾠδήν

  1. ἁλίου δελφῖνος ὑπόκρισιν·
  2. τὸν μὲν ἀκύμονος ἐν πόντου πελάγει
  3. αὐλῶν ἐκίνησʼ ἐρατὸν μέλος.
ὀρχούμενοι δὲ τοὺς σκῶπας[*](σκῶπας R: ὦπας) αἱροῦσι[*](αἴρουσι mei), χαίροντας τῇ ὄψει καὶ μιμητικῶς ἅμα δεῦρο κἀκεῖσε τοὺς ὤμους συνδιαφέροντας[*](ib. em. M: χαίροντες - συνδιαφέροντες). οὐδὲν οὖν ὁρῶ τὰς τοιαύτας
ἡδονὰς ἴδιον ἐχούσας, ἢ[*](ἢ Madvigius) ὅτι μόναι τῆς ψυχῆς εἰσιν, αἱ δʼ ἄλλαι τοῦ σώματος καὶ περὶ τὸ σῶμα καταλήγουσι· μέλος δὲ καὶ ῥυθμὸς καὶ ὄρχησις καὶ ᾠδὴ παραμειψάμεναι τὴν αἴσθησιν, ἐν τῷ χαίροντι τῆς ψυχῆς ἀπερείδονται τὸ ἐπιτερπὲς καὶ γαργαλίζον. ὅθεν οὐδεμία τῶν τοιούτων ἡδονῶν ἀπόκρυφός ἐστιν οὐδὲ σκότους δεομένη καὶ τῶν τοίχων περιθεόντων, ὡς οἱ Κυρηναϊκοὶ[*](οἱ Κυρηναϊκοὶ Doehnerus: αἱ γυναῖκες) λέγουσιν· ἀλλὰ καὶ στάδια ταύταις καὶ θέατρα ποιεῖται· καὶ τὸ μετὰ πολλῶν θεάσασθαί τι καὶ ἀκοῦσαι ἐπιτερπέστερόν ἐστι καὶ σεμνότερον, οὐκ ἀκρασίας δήπου καὶ ἡδυπαθείας ἀλλʼ ἐλευθερίου[*](*: ἐλευθέρου vid. Symb.) διατριβῆς καὶ ἀστείας μάρτυρας ἡμῶν ὅτι πλείστους λαμβανόντων.

ταῦτα τοῦ Καλλιστράτου εἰπόντος[*](M: ἐπιόντος), ὁ Λαμπρίας ὁρῶν ἔτι μᾶλλον ἐκείνους τοὺς τῶν· ἀκροαμάτων χορηγοὺς θρασυνομένους οὐ τοῦτʼ ἔφη τὸ αἴτιον, ὦ παῖ Λέοντος, ἀλλά μοι δοκοῦσιν οὐκ ὀρθῶς οἱ παλαιοὶ παῖδα Λήθης τὸν Διόνυσον ἔδει γὰρ πατέρα προσαγορεύειν ὑφʼ οὗ καὶ σὺ νῦν ἀμνημονεῖν ἔοικας, ὅτι τῶν περὶ τὰς ἡδονὰς ἁμαρτανομένων τὰ μὲν ἀκρασία τὰ δʼ ἄγνοια ποιεῖ καὶ παρόρασις. ὅπου μὲν γὰρ ἡ βλάβη πρόδηλός ἐστι, ταῦτʼ ἀκρασίᾳ καταβιαζόμενοι τὸν λογισμὸν ἐξαμαρτάνουσιν· ὅσα δʼ οὐκ εὐθὺς οὐδὲ παραχρῆμα τῆς ἀκολασίας τὸν μισθὸν ἐπιτίθησι, ταῦθʼ ὑπʼ ἀγνοίας τοῦ βλάπτοντος αἱροῦνται καὶ πράττουσι. διὸ τοὺς μὲν περὶ ἐδωδὰς καὶ ἀφροδίσια καὶ πότους

ἀστοχοῦντας, οἷς νόσοι τε πολλαὶ καὶ χρημάτων ὄλεθροι συνακολουθοῦσι καὶ τὸ κακῶς ἀκούειν, ἀκρατεῖς προσαγορεύομεν ὡς Θεοδέκτην ἐκεῖνον εἰπόντα χαῖρε φίλον φῶς ὀφθαλμιῶντα, τῆς ἐρωμένης ἐπιφανείσης· ἢ[*](ἢ] om. mei) τὸν Ἀβδηρίτην Ἀνάξαρχον,
  1. ὅς ῥα καὶ εἰδώς,
  2. [*](cf. Mullach. 1 p. 87)
  3. ὡς φάσαν, ἄθλιος[*](ἄθλιος] λέλιος mei) ἔσκε· φύσις δέ μιν ἔμπαλιν ἦγεν[*](ἦγεν] ἦκεν iidem)
  4. ἡδονοπλήξ, τῇ[*](τῇ] ἣν p. 446 c) πλεῖστοι ὑποτρείουσι[*](ὑποτρομέουσι Nauckius) σοφιστῶν.
ὅσαι δὲ τῶν ἡδονῶν τοὺς περὶ γαστέρα καὶ αἰδοῖα καὶ γεῦσιν καὶ ὄσφρησιν ἀντιτεταγμένους αὐταῖς καὶ ὅπως[*](καὶ ὅπως Madvigius: ὅπως) οὐχ ἁλώσονται προσέχοντας[*](idem: καὶ προσέχοντας), ἐκπεριοδεύουσαι[*](ib. Anonymus: ἐκπεριοδεῦσαι) περὶ τὰ ὄμματα καὶ τὰ ὦτα λανθάνουσιν ἐνῳκισμέναι καὶ λοχῶσαι, τούτους[*](R: τοὺς) ἐκείνων οὐδὲν ἧττον ἐμπαθεῖς ὄντας καὶ[*](καὶ] del. Madvigius) ἀκολάστους ἀκρατεῖς[*](ἀκρατεῖς R: καὶ ἀκρατεῖς) ὁμοίως[*](ὅμως W) οὐ καλοῦμεν· οὐ γὰρ εἰδότες ἀλλὰ διʼ ἀπειρίαν ὑποφέρονται, καὶ νομίζουσι τῶν ἡδονῶν εἶναι κρείττονες, ἂν ἐν θεάτροις ἄσιτοι καὶ ἄποτοι διημερεύσωσιν ὥσπερ εἰ τῶν κεραμίων μέγα φρονοίη τὸ μὴ ἀπὸ[*](μὴ ἀπὸ *) τῆς γαστρὸς αἰρόμενον ἢ τοῦ πυθμένος, ἐκ δὲ τῶν ὤτων ῥᾳδίως μεταφερόμενον. ὅθεν Ἀρκεσίλαος οὐδὲν ἔφη διαφέρειν τοῖς ὄπισθεν εἶναι κίναιδον ἢ τοῖς ἔμπροσθεν. δεῖ δὲ καὶ τὴν ἐν ὄμμασι καὶ τὴν ἐν ὠσὶ[*](τὴν ἐν ὠσὶ] τὴν ἕνωσιν mei (recte ut vid. P). ἐν ὠσὶ Doehnerus ex Clem. 1. 1.) γαργαλίζουσαν μαλακίαν καὶ
ἡδυπάθειαν φοβεῖσθαι, καὶ μήτε πόλιν ἀνάλωτον νομίζειν τὴν τὰς ἄλλας πύλας βαλανάγραις καὶ μοχλοῖς καὶ καταρράκταις[*](R: καταράκταις) ὀχυρὰς ἔχουσαν[*](ib. Basileensis: ἐχούσης), ἂν διὰ μιᾶς οἱ πολέμιοι παρελθόντες ἔνδον εἰσίν· μήθʼ ἑαυτὸν ἀήττητον ὑφʼ ἡδονῆς, εἰ μὴ κατὰ τὸ Ἀφροδίσιον ἀλλὰ κατὰ τὸ Μουσεῖον ἑάλωκεν ἢ τὸ θέατρον· ὁμοίως γὰρ ἐγκέκλικε[*](M: ἐκκέκλικε) καὶ παρέδωκε ταῖς ἡδοναῖς ἄγειν καὶ φέρειν τὴν ψυχήν· αἱ[*](αἱ (l. αἳ) δὴ W) δὲ παντὸς ὀψοποιοῦ καὶ μυρεψοῦ καὶ δριμύτερα καὶ ποικιλώτερα φάρμακα τῶν μελῶν καὶ τῶν ῥυθμῶν καταχεόμεναι τούτοις ἄγουσιν ἡμᾶς καὶ διαφθείρουσιν, αὑτῶν τρόπον τινὰ καταμαρτυροῦντας
  1. τῶνδε γὰρ οὔτε τι μεμπτὸν[*](Bergk. 1 p. 454)
  2. οὔτʼ ὦν μεταλλάττον[*](Duebnerus: οὐ τῶν μεταλλάττων) ὡς Πίνδαρος ἔφη
  3. τῶν ἐπὶ ταῖς τραπέζαις[*](τραπέζαισιν Bergkius), ὅσσʼ ἀγλαὰ χθὼν[*](ib. Boeckhius: ὡς ἀγλαόχθων)
  4. πόντου τε ῥιπαὶ φέρουσιν[*](idem: φέρουσιν)
ἄρτι παρακειμένων. ἀλλʼ οὔτʼ ὄψον οὐδὲν οὔτε σιτίον οὔθʼ ὁ βέλτιστος οὑτοσὶ πινόμενος οἶνος ἐξήγαγεν ὑφʼ ἡδονῆς φωνήν, οἵων[*](οἵων] οἶον codd.) ἄρτι τὰ αὐλήματα καὶ τὰ κρούματα τὴν οἰκίαν, εἰ μὴ καὶ τὴν πόλιν ἅπασαν, ἐμπέπληκε θορύβων καὶ κρότων καὶ ἀλαλαγμῶν. διὸ δεῖ μάλιστα ταύτας εὐλαβεῖσθαι τὰς ἡδονάς· ἰσχυρόταται γάρ εἰσιν, ἅτε δὴ μή, καθάπερ αἱ περὶ γεῦσιν καὶ ἁφὴν καὶ ὄσφρησιν, εἰς τὸ ἄλογον καὶ φυσικὸν ἀποτελευτῶσαι τῆς ψυχῆς,
ἀλλὰ τοῦ κρίνοντος ἁπτόμεναι καὶ τοῦ φρονοῦντος· ἔπειτα ταῖς μὲν ἄλλαις ἡδυπαθείαις κἂν ὁ λογισμὸς ἐλλίπῃ διαμαχόμενος, ἀλλὰ τῶν παθῶν ἔνια πολλάκις ἐμποδών ἐστι· καὶ γὰρ ἐν ἰχθύων ἀγορᾷ μικρολογία καθαιρεῖ[*](Salmasius: καθαίρει) δάκτυλον ὀψοφάγου καὶ πολυτελοῦς ἑταίρας ἀπέστρεψε φιλαργυρία φιλογυνίαν· ὥσπερ ἀμέλει παρὰ τῷ Μενάνδρῳ τῶν[*](τῶν R: παρὰ τῶν) συμποτῶν ἕκαστος ἐπιβουλευόμενος ὑπὸ τοῦ πορνοβοσκοῦ σοβαράν τινα παιδίσκην ἐπάγοντος αὐτοῖς
κύψας καθʼ ἑαυτὸν[*](αὑτὸν p. 133 b) τῶν τραγημάτων ἔφλα·
[*](Kock. 3 p. 183) χαλεπὸν γὰρ ὁ δανεισμὸς τῆς ἀκρασίας κόλασμα καὶ τὸ λῦσαι βαλλάντιον οὐ πάνυ ῥᾴδιον· ταύταις δὲ ταῖς ἐλευθερίαις[*](malim ταῖς ἐλευθερίοις vid. Symb.) λεγομέναις περὶ[*](περὶ M) ὦτα καὶ ὄμματα φιλομούσοις καὶ φιλαύλοις μουσομανίαις προῖκα καὶ ἀμισθὶ τῶν ἡδονῶν πάρεστι[*](πάρεστι M: γάρ ἐστι) πολλαχόθεν ἀρύτεσθαι καὶ ἀπολαύειν, ἐν ἀγῶσιν, ἐν θεάτροις, ἐν συμποσίοις, ἑτέρων χορηγούντων· ὅθεν ἕτοιμον τὸ διαφθαρῆναι τοῖς μὴ βοηθοῦντα καὶ παιδαγωγοῦντα τὸν λογισμὸν ἔχουσι.

γενομένης οὖν σιωπῆς τί οὖν ἔφη[*](ἔφη ὁ Καλλίστρατος Amyotus)ποιοῦντα τὸν λογισμὸν ἢ τί λέγοντα βοηθεῖν ἀξιοῦμεν; οὐ γὰρ ἀμφωτίδας γε περιθήσει τὰς Ξενοκράτους ἡμῖν οὐδʼ ἀναστήσει μεταξὺ δειπνοῦντας, ἐὰν αἰσθώμεθα λύραν ἁρμοζομένην ἢ κινούμενον αὐλόν.οὐ γὰρ οὖν εἶπεν ὁ Λαμπρίας ἀλλʼ ὁσάκις ἂν εἰς

τὰς Σειρῆνας[*](Σειρῆνας W: εἰρημένας) ἐμπέσωμεν, ἐπικαλεῖσθαι δεῖ τὰς Μούσας καὶ καταφεύγειν εἰς τὸν Ἑλικῶνα τὸν τῶν παλαιῶν. ἐρῶντι μὲν γὰρ πολυτελοῦς οὐκ ἔστι τὴν Πηνελόπην προσαγαγεῖν οὐδὲ συνοικίσαι[*](R: συνοικῆσαι) τὴν Πάνθειαν· ἡδόμενον δὲ μίμοις καὶ μέλεσι καὶ ᾠδαῖς κακοτέχνοις καὶ κακοζήλοις ἔξεστι μετάγειν ἐπὶ τὸν Εὐριπίδην καὶ τὸν Πίνδαρον καὶ τὸν Μένανδρον, ποτίμῳ λόγῳ ἁλμυρὰν ἀκοήν ὥς φησιν ὁ Πλάτων ἀποκλυζόμενον. ὥσπερ γὰρ οἱ μάγοι τοὺς δαιμονιζομένους κελεύουσι τὰ Ἐφέσια γράμματα πρὸς αὑτοὺς[*](*: αὐτοὺς) καταλέγειν καὶ ὀνομάζειν, οὕτως ἡμεῖς ἐν τοῖς τοιούτοις τερετίσμασι καὶ σκιρτήμασι
  1. μανίαις τʼ ἀλαλαῖς τʼ ὀρινόμενοι
  2. [*](Bergk. 1. p. 450)
  3. ῥιψαύχενι σὺν κλόνῳ
τῶν ἱερῶν καὶ σεμνῶν ἐκείνων γραμμάτων ἀναμιμνησκόμενοι καὶ παραβάλλοντες ᾠδὰς καὶ ποιήματα καὶ λόγους κοινοὺς[*](κοινοὺς *: κενοὺς vid. Symb.) οὐκ ἐκπλαγησόμεθα παντάπασιν ὑπὸ τούτου[*](τούτου] τοῦ κρότου Madvigius), οὐδὲ πλαγίους παραδώσομεν ἑαυτοὺς ὥσπερ ὑπὸ ῥεύματος λείου φέρεσθαι.

τὸν Μενέλαον Ὅμηρος πεποίηκεν αὐτόματον ἑστιῶντι τοὺς ἀριστεῖς τῷ Ἀγαμέμνονι παραγιγνόμενον·

ᾔδεε γὰρ κατὰ θυμὸν ἀδελφεὸν ὡς ἐπονεῖτο·
[*](Hom. B 409) καὶ τὴν ἄγνοιαν οὐ περιεῖδεν αὐτοῦ καταφανῆ γενομένην οὐδʼ ἤλεγξε τῷ μὴ ἐλθεῖν ὥσπερ οἱ φιλομεμφεῖς καὶ δύσκολοι ταῖς τοιαύταις τῶν φίλων παροράσεσι καὶ ἀγνοίαις ἐπιτίθενται, τῷ ἀμελεῖσθαι μᾶλλον ἢ τῷ τιμᾶσθαι χαίροντες, ὅπως ἐγκαλεῖν ἔχωσιν. τὸ δὲ τῶν ἐπικλήτων ἔθος, οὓς νῦν σκιὰς καλοῦσιν, οὐ κεκλημένους αὐτοὺς ἀλλʼ ὑπὸ τῶν κεκλημένων ἐπὶ τὸ δεῖπνον ἀγομένους, ἐζητεῖτο πόθεν ἔσχε τὴν ἀρχήν· ἐδόκει δʼ ἀπὸ Σωκράτους[*](Σωκράτους] cf. Plat. Symp. p. 174 e sq.), Ἀριστόδημον ἀναπείσαντος οὐ κεκλημένον εἰς Ἀγάθωνος ἰέναι σὺν αὐτῷ, καὶ παθόντα τι γελοῖον· ἔλαθε γὰρ κατὰ τὴν ὁδὸν ὑπολειφθεὶς ὁ Σωκράτης, ὁ δὲ προεισῆλθεν, ἀτεχνῶς σκιὰ προβαδίζουσα σώματος ἐξόπισθεν[*](*: ἐξόπισθε) τὸ φῶς ἔχοντος. ὕστερον μέντοι
περὶ τὰς τῶν ξένων ὑποδοχάς, μάλιστα τῶν ἡγεμονικῶν, ἀναγκαῖον ἐγίγνετο τοῖς ἀγνοοῦσι τοὺς ἑπομένους καὶ τιμωμένους ἐπὶ τῷ ξένῳ ποιεῖσθαι τὴν κλῆσιν, ἀριθμὸν δʼ ὁρίζειν, ὅπως μὴ πάθωσιν ὃ παθεῖν συνέπεσε τῷ δεχομένῳ τὸν βασιλέα Φίλιππον ἐπὶ τῆς χώρας· ἧκε γὰρ ἄγων πολλούς, τὸ δὲ δεῖπνον οὐ πολλοῖς ἦν παρεσκευασμένον· ἰδὼν οὖν θορυβούμενον τὸν ξένον περιέπεμπε πρὸς τοὺς φίλους ἀτρέμα, χώραν πλακοῦντι καταλιπεῖν κελεύων οἱ δὲ προσδοκῶντες ὑπεφείδοντο τῶν παρακειμένων καὶ πᾶσιν οὕτως ἐξήρκεσε τὸ δεῖπνον.

ἐμοῦ δὲ ταῦτα πρὸς τοὺς παρόντας ἀδολεσχοῦντος, ἔδοξε Φλώρῳ καὶ σπουδάσαι τι περὶ τῶν σκιῶν λεγομένων, διαπορήσαντας εἰ προσήκει τοῖς καλουμένοις οὕτω βαδίζειν καὶ συνακολουθεῖν. ὁ μὲν οὖν γαμβρὸς αὐτοῦ Καισέρνιος[*](Καισέννιος R) ὅλως ἀπεδοκίμαζε τὸ πρᾶγμα. μάλιστα μὲν γὰρ τῷ Ἡσιόδῳ[*](Ἡσιόδῳ] O D 342) πειθομένους ἔφη χρῆναι

τὸν φιλέοντʼ ἐπὶ δαῖτα καλεῖν·
εἰ δὲ μή, γνωρίμους αὑτῶν καὶ ἐπιτηδείους παρακαλεῖν ἐπὶ κοινωνίαν σπονδῆς καὶ τραπέζης καὶ λόγων ἐν οἴνῳ γιγνομένων καὶ φιλοφροσύνης. νῦν δʼ ὥσπερ εἶπεν οἱ τὰ πλοῖα ναυλοῦντες, ὅ τι ἂν φέρῃ τις, ἐμβάλλεσθαι παρέχουσιν[*](περιέχουσιν mei), οὕτως ἡμεῖς τὰ συμπόσια παραδόντες ἑτέροις πληροῦν ἀφίεμεν ἐκ τῶν προστυχόντων, ἄν τε χαρίεντες ὦσιν, ἄν τε
φαῦλοι. θαυμάσαιμι δʼ ἄν, εἰ χαρίεις ἀνὴρ ἐπίκλητος ἀφίκοιτο, μᾶλλον δʼ ἄκλητος, ὅν γε πολλάκις οὐδὲ γιγνώσκει τὸ παράπαν ὁ δειπνίζων· εἰ δὲ γιγνώσκων καὶ χρώμενος οὐ κέκληκεν, ἔτι γε μᾶλλον αἰσχύνη βαδίζειν πρὸς τοῦτον, ὥσπερ ἐξελέγχοντα μετέχειν τῶν ἐκείνου, τρόπον τινὰ βίᾳ καὶ ἄκοντος· ἔτι[*](ἔτι] ἔτι δὲ R, sed cf. p. 667b) καὶ προτερεῖν ἢ ἀπολείπεσθαι τοῦ κεκληκότος πρὸς ἕτερον ἔχει τινὰ δυσωπίαν, καὶ οὐκ ἀστεῖόν ἐστι μαρτύρων δεόμενον[*](δεομένων mei (sed recte P)) πρὸς τοὺς ὑποδεχομένους βαδίζειν, ὡς οὐ κλητὸς[*](ὡς οὐκ αὐτόκλητος R) ἀλλὰ σκιὰ τοῦ δεῖνος ἐπὶ τὸ δεῖπνον ἥκει· καὶ πάλιν τὸ παρέπεσθαι καὶ παραφυλάττειν ἄλειμμα καὶ λουτρὸν ἑτέρου καὶ ὥραν βραδύνοντος ἢ ταχύνοντος ἀνελεύθερον εὖ μάλα καὶ Γναθώνειον, εἰ δὴ Γνάθων γέγονε δεινότατος ἄνθρωπος[*](ἀνθρώπων R) τἀλλότρια δειπνεῖν. εἴ γε[*](εἴ γε] ἔτι γε idem, sed praestat vulgata) μὴν οὐκ ἔστιν ὅτε μᾶλλον ἀνθρώποις ἐφιᾶσιν[*](W: ἐφίασιν aut ἐφίησιν) εἰπεῖν
  1. [*](ὦ W) γλῶσσα, μέτριον εἴ τι κομπάσαι θέλεις,
  2. [*](Kock. 3 p. 612)
  3. ἔξειπε[*](Cobetus: ἐξεῖπε),
καὶ παρρησία πλείστη μετὰ παιδιᾶς ἀναμέμικται τοῖς λεγομένοις ἐν οἴνῳ καὶ πραττομένοις· ἐνταῦθα δὴ πῶς ἄν τις ἑαυτὸν μεταχειρίσαιτο μὴ γνήσιος ὢν μηδʼ αὐτόκλητος, ἀλλὰ τρόπον τινὰ νόθος καὶ παρεγγεγραμμένος εἰς τὸ συμπόσιον; καὶ γὰρ τὸ χρῆσθαι καὶ τὸ μὴ χρῆσθαι παρρησίᾳ πρὸς τοὺς παρόντας εὐσυκοφάντητον. οὐ μικρὸν δὲ κακὸν οὐδʼ
ἡ τῶν ὀνομάτων εὐχέρεια καὶ βωμολοχία τοῖς μὴ δυσχεραίνουσιν ἀλλʼ ὑπομένουσι σκιὰς καλεῖσθαι καὶ ὑπακούειν· προσεθίζει γὰρ εἰς τὰ ἔργα τῷ αἰσχρῷ[*](τῶν αἰσχρῶν cum Emperio an τὰ αἰσχρὰ?) τὸ ῥᾳδίως ὑπὸ τῶν ῥημάτων ἄγεσθαι[*](τὸ ῥᾳδίως τῶν ῥημάτων ανέχεσθαι R). διὸ καλῶν μὲν ἑταίρους ἔδωκά ποτε σκιάς· ἰσχυρὰ γὰρ ἡ τῆς πόλεως συνήθεια καὶ δυσπαραίτητος· αὐτὸς δὲ κληθεὶς ὑφʼ ἑτέρου πρὸς ἕτερον ἄχρι γε νῦν ἀντέχω μὴ ὑπακοῦσαι.

γενομένης δὲ μετὰ τοὺς λόγους τούτους ἡσυχίας, ὁ Φλῶρος τοῦτʼ ἔφη τὸ δεύτερον ἔχει μᾶλλον ἀπορίαν· τὸ δὲ καλεῖν οὕτως ἀναγκαῖόν ἐστιν ἐν ταῖς τῶν ξένων ὑποδοχαῖς, ὥσπερ εἴρηται πρότερον οὔτε γὰρ ἄνευ φίλων ἐστὶ δὴ ἐπιεικὲς οὔτε γιγνώσκειν οὓς ἔχων ἣκει ῥᾴδιον κἀγὼ πρὸς αὐτόν ὅρα τοίνυν ἔφην μὴ οἱ καλεῖν οὕτω δεδωκότες τοῖς ἑστιῶσι καὶ τὸ πείθεσθαι τοῖς καλουμένοις καὶ βαδίζειν δεδώκασιν οὔτε γὰρ διδόναι καλὸν[*](καλὸν] add. ὃ αἰτεῖν R) οὔτʼ · αἰτεῖν ὃ διδόναι μὴ καθῆκεν, οὔθʼ ὅλως παρακαλεῖν ἃ μὴ δεῖ παρακαλεῖσθαι μηδʼ ὁμολογεῖν μηδὲ πράττειν. τὰ μὲν οὖν πρὸς ἡγεμόνας ἢ ξένους οὐκ ἔχει κλῆσιν οὐδʼ αἵρεσιν, ἀλλὰ δεῖ δέχεσθαι τοὺς μετʼ αὐτῶν παραγιγνομένους. ἄλλως δὲ φίλον ἑστιῶντα φιλικώτερον μέν ἐστι τὸ καλεῖν αὐτόν, ὡς οὐκ · ἀγνοοῦντα τοὺς γνωρίμους αὐτοῦ καὶ συνήθεις ἢ οἰκείους· μείζων γὰρ ἡ τιμὴ καὶ ἡ χάρις, ὡς μὴ λανθάνοντος, ὅτι τούτους ἀσπάζεται μάλιστα καὶ τούτοις ἥδιστα σύνεστι καὶ χαίρει τιμωμένοις ὁμοίως

καὶ παρακαλουμένοις[*](καλουμένοις R). οὐ μὴν ἀλλʼ ἔστιν ὅτε ποιητέον ἐπʼ αὐτῷ, καθάπερ[*](καθάπερ M: καὶ καθάπερ) οἱ θεῷ θύοντες ἅμα συμβώμοις καὶ συννάοις[*](σὺν βωμοῖς καὶ σὺν ναοῖς mei) κοινῶς συνεπεύχονται καὶ καθʼ ἕκαστον ἐκείνων μὴ ὀνομάζοντες· οὔτε γὰρ ὄψον οὔτʼ οἶνος οὔτε μύρον οὕτως ἡδέως[*](ἡδέως R: ἥδεσθαι) διατίθησιν, ὡς σύνδειπνος εὔνους καὶ προσηνής. ἀλλὰ τὸ μὲν ὄψοις καὶ πέμμασιν οἵοις[*](οἵοις R: οἷς) ὁ μέλλων ἑστιᾶσθαι μάλιστα χαίρει, καὶ περὶ οἴνων διαφορᾶς καὶ μύρων ἐρωτᾶν καὶ διαπυνθάνεσθαι, φορτικὸν κομιδῇ καὶ νεόπλουτον· ᾧ δὲ πολλοὶ φίλοι καὶ οἰκεῖοι καὶ συνήθεις εἰσίν, αὐτὸν παρακαλεῖν ἐκείνων, οἷς ἂν ἥδιστα συγγίγνοιτο[*](malim συγγίγνηται et εὐφραίνηται) καὶ μεθʼ ὧν εὐφραίνεται παρόντων, μάλιστα τούτους ἄγειν οὐκ ἀηδὲς οὐδʼ ἄτοπον. οὔτε γὰρ τὸ συμπλεῖν οὔτε τὸ συνοικεῖν οὔτε τὸ συνδικάζειν, μεθʼ ὧν οὐ βούλεταί τις, οὕτως ἀηδές, ὡς τὸ συνδειπνεῖν, καὶ τοὐναντίον ἡδύ· κοινωνία[*](κοινωνίας mei) γάρ ἐστι καὶ σπουδῆς καὶ παιδιᾶς καὶ λόγων καὶ πράξεων τὸ συμπόσιον. ὅθεν οὐ τοὺς τυχόντας ἀλλὰ τοὺς προσφιλεῖς εἶναι δεῖ καὶ συνήθεις[*](συνεῖναι W) ἀλλήλοις, ὡς[*](ὡς] τοὺς R) ἡδέως συνεσομένους. ὄψα μὲν γὰρ οἱ μάγειροι σκευάζουσιν ἐκ χυμῶν διαφόρων, αὐστηρὰ καὶ λιπαρὰ καὶ γλυκέα καὶ δριμέα συγκεραννύντες· σύνδειπνον δὲ χρηστὸν οὐκ ἂν γένοιτο καὶ κεχαρισμένον ἀνθρώπων ὁμοφύλων μηδʼ ὁμοιοπαθῶν εἰς ταὐτὸ συμφθαρέντων. ἐπεὶ δέ, ὥσπερ οἱ
Περιπατητικοὶ λέγουσι, τὸ μὲν πρῶτον φύσει κινοῦν μὴ κινούμενον δʼ εἶναι[*](δʼ εἶναι] δʼ εἰκὸς εἶναι?), τὸ δʼ ἔσχατον κινούμενον μηδὲ ἓν δὲ κινοῦν· μεταξὺ δʼ ἀμφοῖν τὸ καὶ κινοῦν ἕτερα καὶ κινούμενον ὑφʼ ἑτέρων· οὕτωςἔφην ὁ λόγος, τριῶν ὄντων ὦν[*](ὦν R) ὁ μὲν καλῶν μόνον ὁ δὲ καλούμενος,· ὁ δὲ καὶ καλῶν καὶ καλούμενός ἐστιν, εἴρηται μὲν περὶ τοῦ καλοῦντος· οὐ χεῖρον δʼ ἐστὶ καὶ περὶ τῶν ἄλλων ἔφην ἅ γʼ ἐμοὶ[*](γʼ ἐμοὶ *: γε μοι) δοκεῖ, διελθεῖν. ὁ μὲν οὖν καλούμενος ὑφʼ ἑτέρου καὶ καλῶν ἑτέρους πρῶτον, οἶμαι, τοῦ πλήθους φείδεσθαι δίκαιός ἐστι, μὴ καθάπερ ἐκ πολεμίας ὁμοῦ[*](ὁμοῦ] ὁμοῦ τι?) πᾶσι τοῖς περὶ αὑτὸν[*](αὐτὸν *: αὐτὸν) ἐπισιτιζόμενος μηδʼ, ὥσπερ οἱ χώρας καταλαμβάνοντες ἐν τῷ πεττεύειν, ἀεὶ τοῖς ἰδίοις φίλοις τοὺς τοῦ καλέσαντος ἐκκρούων καὶ ἀποκρούων ἅπαντας· ὥστε πάσχειν τοὺς δειπνίζοντας, ἃ πάσχουσιν οἱ τῇ Ἑκάτῃ καὶ τοῖς ἀποτροπαίοις ἐκφέροντες; τὰ δεῖπνα, μὴ γευομένους αὐτοὺς μηδὲ τοὺς οἴκοι, πλὴν καπνοῦ καὶ θορύβου μετέχοντας. ἄλλως γὰρ ἡμῖν προσπαίζουσιν οἱ λέγοντες
Δελφοῖσι θύσας αὐτὸς ὀψωνεῖ κρέας·
[*](cf. Kock. 3 p. 495) ἀληθῶς δὲ τοῦτο συμβαίνει τοῖς ξένους ἀγνώμονας ἢ φίλους δεχομένοις μετὰ σκιῶν πολλῶν ὥσπερ Ἁρπυιῶν[*](ἀρπυίων mei) διαφοροῦντας τὰ δεῖπνα καὶ προνομεύοντας. ἔπειτα δεῖ μὴ μεθʼ ὧν ἔτυχε βαδίζειν πρὸς ἑτέρους ἐπὶ δεῖπνον, ἀλλὰ μάλιστα μὲν καλεῖν τοὺς τοῦ δειπνίζοντος οἰκείους καὶ συνήθεις, πρὸς αὐτὸν
ἐκεῖνον ἁμιλλώμενον καὶ προκαταλαμβάνοντα ταῖς κλήσεσιν εἰ δὲ μή, τῶν ἰδίων φίλων οὓς ἂν καὶ ἤθελεν αὐτὸς ἑλέσθαι ὁ δειπνίζων, ἐπιεικὴς ὢν ἐπιεικεῖς, καὶ φιλόλογος φιλολόγους ὄντας, ἢ δυνατοὺς; δυνάμενος, πάλαι ζητῶν[*](ζητῶν W: καὶ ζητῶν) ἁμωσγέπως αὐτοῖς ἐν προσηγορίᾳ καὶ κοινωνίᾳ γενέσθαι. τὸ γὰρ οὕτως ἔχοντι παραδοῦναι καὶ παρασχεῖν ὁμιλίας ἀρχὴν καὶ φιλοφροσύνης εὔστοχον ἐπιεικῶς· καὶ ἀστεῖον· ὁ δʼ ἀσυμφύλους καὶ ἀσυναρμόστους ἐπάγων, οἷον νηπτικῷ πολυπότας, καὶ λιτῷ περὶ δίαιταν[*](X: δίαιταν και) ἀκολάστους καὶ πολυτελεῖς, ἢ νέῳ πάλιν ποτικῷ καὶ φιλοπαίγμονι πρεσβύτας σκυθρωποὺς ἢ βαρὺ φθεγγομένους ἐκ πώγωνος σοφιστάς, ἄκαιρός ἐστιν ἀηδίᾳ φιλοφροσύνην ἀμειβόμενος;. δεῖ γὰρ οὐχ ἧττον ἡδὺν εἶναι τῷ δειπνίζοντι τὸν κεκλημένον ἢ τῷ κεκλημένῳ τὸν ὑποδεχόμενον· ἔσται δʼ ἡδύς, ἐὰν μὴ μόνον ἑαυτὸν ἀλλὰ καὶ τοὺς σὺν αὑτῷ καὶ διʼ αὑτὸν[*](*: αὐτῷ - αὐτὸν) ἥκοντας ἐπιδεξίους παρέχῃ καὶ προσηνεῖς. ὅ γε μὴν λοιπὸς; ἔτι τῶν τριῶν οὗτος ὁ καλούμενος ὑφʼ ἑτέρου πρὸς ἕτερον, τὸ μὲν τῆς σκιὰν· ἀναινόμενος ὄνομα καὶ δυσχεραίνων, ἀληθῶς σκιὰν δόξει φοβεῖσθαι, δεῖται δὲ πλείστης εὐλαβείας. οὔτε γὰρ τοῖς τυχοῦσιν ἀκολουθεῖν ἑτοίμως καλὸν[*](καλῶν mei) οὔθʼ ὅπως ἔτυχεν· ἀλλὰ[*](ἀλλὰ] om. iidem) δεῖ σκοπεῖν πρῶτον τίς ὁ καλῶν ἐστιν. εἰ μὲν γὰρ οὐ σφόδρα συνήθης, ἀλλʼ ἢ[*](ἀλλʼ ἢ] ἀλλὰ μὴ mei) τῶν πλουσίων τις ἢ σατραπικῶν, ὡς ἐπὶ σκηνῆς δορυφορήματος λαμπροῦ
δεόμενος ἢ πάνυ χαρίζεσθαι τῇ κλήσει πεπεισμένος καὶ[*](καὶ M) τιμᾶν, ἐπάγεται, παραιτητέος εὐθύς. εἰ δὲ φίλος καὶ συνήθης, οὐκ εὐθὺς ὑπακουστέον· ἀλλʼ ἐὰν δοκῇ δεῖσθαί τινος ἀναγκαίας ὁμιλίας καὶ κοινωνίας καιρὸν ἄλλον οὐκ ἐχούσης, ἢ διὰ χρόνου ποθὲν ἀφιγμένος ἢ[*](ᾖ Basileensis: ἢ) μέλλων ἀπαίρειν φανερὸς διʼ εὔνοιαν ἐπιθυμῶν καὶ ποθῶν συμπεριενεχθῆναι, καὶ μήτε πολλοὺς μήτʼ ἀλλοτρίους, ἀλλʼ αὐτὸν ἢ μετʼ ὀλίγων ἑταίρων ἐπαγόμενος, ἢ μετὰ ταῦτα πάντα πραγματευόμενος ἀρχήν τινα συνηθείας καὶ φιλίας διʼ αὑτοῦ γενέσθαι τῷ καλουμένῳ πρὸς τὸν καλοῦντα χρηστὸν ὄντα καὶ φιλίας ἄξιον. ἐπεὶ τοὺς γε μοχθηρούς, ὅσῳ μᾶλλον ἐπιλαμβάνονται καὶ συμπλέκονται, καθάπερ βάτους καὶ ἀπαρίνας[*](καὶ ἀπαρίνας scripsi cum Herchero: καὶ ἀναιρεῖν καὶ vid. Symb.) ὑπερβατέον ἐστί· κἂν ἐπιεικεῖς οἱ ἄγοντες ὦσι πρὸς ἐπιεικῆ δὲ μὴ ἄγωσιν, οὐ δεῖ συνακολουθεῖν οὐδʼ ὑπομένειν, ὥσπερ διὰ μέλιτος φάρμακον λαμβάνοντας[*](M: λαμβάνοντες), μοχθηρὸν διὰ χρηστοῦ φίλον. ἄτοπον δὲ καὶ τὸ πρὸς ἀγνῶτα κομιδῇ καὶ ἀσυνήθη βαδίζειν, ἂν μή τις ᾖ διαφέρων ἀρετῇ, καθάπερ εἴρηται, καὶ τοῦτο φιλίας ποιησόμενος ἀρχὴν καὶ ἀγαπήσων[*](R: ἀγάπης ὦν) τὸ ῥᾳδίως καὶ ἀφελῶς ἀφικέσθαι σὺν ἑτέρῳ πρὸς αὐτόν. καὶ μὴν τῶν συνήθων πρὸς τούτους μάλιστα βαδιστέον ὑφʼ ἑτέρου καλούμενον, οἷς ἐφίεται[*](idem: ὑφίεται) μεθʼ ἑτέρων καὶ αὐτοῖς βαδίζειν πρὸς ἡμᾶς. Φιλίππῳ[*](Φιλίππῳ] cf. Xen. Symp. 1, 13)
μὲν γὰρ ἐδόκει τῷ γελωτοποιῷ τὸ αὐτόκλητον ἐπὶ δεῖπνον ἐλθεῖν γελοιότερον εἶναι τοῦ κεκλημένον· ἀγαθοῖς δὲ καὶ φίλοις ἀνδράσι παρὰ φίλους καὶ ἀγαθοὺς σεμνότερόν ἐστι καὶ ἥδιον, ἂν μὴ καλέσασι[*](Basileensis: καλέσωσι) μηδὲ προσδοκῶσιν ἐν καιρῷ παραγίγνωνται μετὰ φίλων ἑτέρων, εὐφραίνοντες ἅμα τοὺς[*](τοὺς] καὶ mei) δεχομένους καὶ τιμῶντες τοὺς ἀγαγόντας. ἥκιστα δὲ πρὸς ἡγεμόνας ἢ πλουσίους ἢ δυνάστας μὴ καλουμένους ὑπʼ αὐτῶν ἀλλʼ ὑφʼ ἑτέρων πρέπει βαδίζειν, ἀναιδείας καὶ ἀπειροκαλίας καὶ φιλοτιμίας ἀκαίρου δόξαν οὐκ ἄλογον φυλαττομένους.