Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

Φιλάρχαιος[*](φιλάρχαιος ὢν M: φίλαρχος) ὢν ὁ Φλῶρος οὐκ εἴα κενὴν ἀπαίρειν τὴν τράπεζαν, ἀλλʼ ἀεὶ[*](αἰεὶ mei) τῶν ἐδωδίμων ἐπʼ αὐτῇ

ὑπέλειπε. καὶ οὐ τοῦτο μόνον ἔφη οἶδα τὸν πατέρα καὶ τὸν πάππον εὖ[*](εὖ X: οὖ) μάλα παραφυλάττοντας, ἀλλὰ μηδὲ λύχνον ἐῶντας ἀποσβεννύναι· καὶ γὰρ τοῦτο τοὺς παλαιοὺς; Ῥωμαίους ἐξευλαβεῖσθαι· τοὺς δὲ νῦν εὐθὺς ἀποσβεννύναι μετὰ τὸ δεῖπνον, ὅπως μὴ μάτην τοὔλαιον ἀναλίσκωσι. παρὼν οὖν Εὔστροφος Ἀθηναῖος εἶτʼ ἔφη τί πλέον αὐτοῖς, ἂν μὴ τὸ Πολυχάρμου τοῦ ἡμετέρου σοφὸν ἐκμάθωσιν, ὃς πολὺν ἔφη σκεπτόμενος χρόνον, ὅπως οὐ κλέψουσι[*](*: κλέψωσι) τοὔλαιον οἱ παῖδες, ἐξευρεῖν μόλις· εὐθὺς γὰρ ἀποπληροῦν τοὺς λύχνους ἀποσβεσθέντας, εἶτʼ ἐπισκοπεῖν τῇ ὑστεραίᾳ πάλιν, εἰ πλήρεις[*](πλῆρες mei) διαμένουσι. γελάσας δʼ ὁ Φλῶρος οὐκοῦν εἶπεν ἐπεὶ τοῦτο τὸ πρόβλημα λέλυται, σκεψώμεθα τὸν λόγον, τοὺς παλαιοὺς εἰκός ἐστι καὶ περὶ τοὺς λύχνους καὶ περὶ τὰς τραπέζας οὕτως εὐλαβεῖς γεγονέναι.

πρότερον οὖν ἐζητεῖτο περὶ τῶν λύχνων καὶ ὁ μὲν γαμβρὸς αὐτοῦ Καισέρνιος ᾤετο τῇ πρὸς τὸ ἄσβεστον καὶ ἱερὸν πῦρ συγγενείᾳ παντὸς φθορὰν πυρὸς ἀφοσιώσασθαι τοὺς πρεσβυτέρους· δύο γὰρ εἶναι φθοράς, ὥσπερ ἀνθρώπου, τὴν μὲν βίαιον σβεννυμένου, τὴν δʼ ὥσπερ κατὰ φύσιν ἀπομαραινομένου· τῷ μὲν οὖν ἱερῷ πρὸς ἀμφοτέρας ἀρήγειν, ἀεὶ[*](αἰεὶ iidem) τρέφοντας καὶ φυλάττοντας· τὸ δʼ ἄλλο διʼ αὑτοῦ περιορᾶν μαραινόμενον αὐτοὺς μηδὲ[*](αὐτοὺς μηδὲ] αὐτοὺς δὲ μὴ?) βιάζεσθαι μηδὲ φθονεῖν, ὥσπερ θρέμματος ἀφαιρουμένους τὸ ζῆν, ἵνα μὴ μάτην τρέφοιτο.

Λεύκιος δʼ ὁ τοῦ Φλώρου υἱὸς τἄλλα μὲν ἔφη καλῶς λέγεσθαι, τὸ δʼ ἱερὸν πῦρ οὐκ ἄμεινον[*](οὐ κάμινον mei) αἱρουμένους[*](αἰρουμένους] ἡγουμένους W) ἑτέρου πυρὸς οὐδὲ σεμνότερον οὕτω σέβεσθαι καὶ περιέπειν· ἀλλʼ ὥσπερ Αἰγυπτίων ἐνίους μὲν[*](ἐνίους μὲν] ἐνίοις mei) τὸ κυνῶν γένος ἅπαν σέβεσθαι καὶ τιμᾶν, ἐνίους δὲ τῶν λύκων[*](τὸ λύκων W)[*](ἢ] om. mei) κροκοδείλων, ἕνα μέντοι τρέφειν τοὺς μὲν κύνα τοὺς δὲ κροκόδειλον τοὺς δὲ λύκον· οὐ γὰρ οἷόν τʼ ἦν ἅπαντας· οὕτως ἐνταῦθα τὴν περὶ ἐκεῖνο[*](ἐκεῖνα mei) θεραπείαν καὶ φυλακὴν τὸ πῦρ τῆς πρὸς ἅπαν εὐλαβείας εἶναι σύμβολον. οὐδὲν γὰρ ἄλλο μᾶλλον ἐμψύχῳ προσέοικεν ἢ πῦρ, κινούμενὸν τε καὶ τρεφόμενον διʼ αὑτοῦ[*](αὐτοῦ iidem) καὶ τῇ λαμπρότητι δηλοῦν, ὥσπερ ἡ ψυχή, καὶ σαφηνίζον ἅπαντα· μάλιστα δὲ ταῖς σβέσεσιν αὐτοῦ καὶ φθοραῖς ἐμφαίνεται δύναμις οὐκ ἀμοιροῦσα ζωτικῆς ἀρχῆς· βοᾷ γὰρ καὶ φθέγγεται[*](φθέγγεται] φθείρεται mei) καὶ ἀμύνεται, καθάπερ ἔμψυχον ἀποθνῆσκον βίᾳ καὶ φονευόμενον· εἰ[*](εἰ Turnebus) μή τι σὺ λέγεις ἔφη πρὸς ἐμὲ βλέψας βέλτιον.

οὐδέν εἶπον ἐγώ τῶν εἰρημένων αἰτιῶμαι· προσθείην δʼ ἄν, ὅτι καὶ φιλανθρωπίας διδασκαλία τὸ ἔθος ἐστίν οὔτε γὰρ τροφὴν ἀφανίζειν ὅσιον αὐτοὺς ἄδην ἔχοντας, οὔτε νάματος ἐμφορηθέντας πηγὴν ἀποτυφλοῦν καὶ ἀποκρύπτειν, οὔτε πλοῦ σημεῖα καὶ ὁδοῦ διαφθείρειν χρησαμένους, ἀλλʼ ἐᾶν καὶ ἀπολείπειν τὰ χρήσιμα τοῖς δεησομένοις μεθʼ ἡμᾶς. ὅθεν οὐδὲ φῶς λύχνου μὴ δεομένους

ἀπολλύναι διὰ μικρολογίαν καλόν, ἀλλὰ τηρεῖν καὶ ἀπολείπειν, εἴ τις ἔλθοι δεόμενος παρόντος ἔτι καὶ λάμποντος· καὶ γὰρ ὄψιν, εἰ δυνατὸν ἦν, καὶ ἀκοὴν χρῆσαι καλῶς; εἶχεν ἑτέρῳ, καὶ νὴ Δία τὴν φρόνησιν καὶ τὴν ἀνδρείαν, μέλλοντας αὐτοὺς καθεύδειν καὶ ἡσυχάζειν. ὅρα δέ, εἰ καὶ μελέτης ἕνεκα τοῦ εὐχαρίστου[*](W: τῷ εὐχαρίστῳ) τὰς τοιαύτας ἐφιέντες ὑπερβολὰς οὐκ ἀτόπως οἱ παλαιοὶ καὶ δρῦς ἐσέβοντο καρποφόρους, καὶ συκῆν τινα προσηγόρευσαν ἱερὰν Ἀθηναῖοι καὶ μορίαν[*](R: μοραίαν) ἐκκόπτειν ἀπαγορεύουσι[*](προσαγορεύουσιν mei)· ταῦτα γὰρ οὐ ποιεῖ πρὸς δεισιδαιμονίαν ἐπιφόρους, ὡς ἔνιοί φασιν, ἀλλὰ προσεθίζει τὸ εὐχάριστον ἡμῶν καὶ κοινωνικὸν ἐν τοῖς ἀναισθήτοις καὶ ἀψύχοις πρὸς ἀλλήλους. ὅθεν ὀρθῶς μὲν Ἡσίοδος[*](Ἡσίοδος] OD 748) οὐδʼ κἶώιώσρ
ἀπὸ χυτροπόδων ἀνεπιρρέκτων
ἐᾷ παρατίθεσθαι σῖτον ἢ ὄψον, ἀλλʼ ἀπαρχὰς τῷ πυρὶ καὶ γέρα τῆς διακονίας ἀποδιδόντας· εὖ δὲ[*](δὲ *: τε) Ῥωμαῖοι[*](ῥωμαίοις mei) χρησάμενοι τοῖς λύχνοις, ἣν ἔδοσαν οὐκ ἀφῃροῦντο τροφήν, ἀλλὰ χρῆσθαι ζῶντας εἴων[*](ζῶντας εἶων scripsi cum R: ζῶν) καὶ λάμποντας.