Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

μέγιστον δʼ αὐτοῦ τῆς ὑγρότητος τεκμήριον ἡ[*](ἡ M) ἐπὶ πλεῖστον ἐξ ὀλιγίστου διανομὴ καὶ χύσις· οὔτε γὰρ μέλιτος οὔθʼ ὕδατος οὔτʼ ἄλλου τινὸς ὑγροῦ βραχὺς οὕτως ὀπὸς[*](ὀπὸς] ὄγκος W) ἐπίδοσιν λαμβάνει τοιαύτην[*](τοσαύτην?), ἀλλʼ εὐθὺς ἐπιλείπων καταναλίσκεται[*](ἐπιλειπων καταναλίσκεται *: ἐπὶ πλεῖστον καὶ ἀναλίσκεται) διὰ ξηρότητα. τὸ δʼ ἔλαιον, ὅλκιμον πανταχῆ καὶ μαλακόν[*](μαλακὸν ὂν R), ἄγεται περὶ τὸ σῶμα χριομένοις καὶ συνεπιρρεῖ πορρωτάτω διʼ ὑγρότητα τῶν μερῶν μηκυνομένων, ὥστε καὶ παραμένειν δυσεξίτηλον. ὕδατι μὲν γὰρ[*](μὲν γὰρ R: μέν γε) βρεχθὲν ἱμάτιον ἀποξηραίνεται ῥᾳδίως, ἐλαίου δὲ κηλῖδας οὐ τῆς τυχούσης ἐστὶ πραγματείας[*](Leonicus: γραμματείας) ἐκκαθῆραι[*](ib. *: ἐκκαθᾶραι)· μάλιστα γὰρ ἐνδύεται τῷ μάλιστα λεπτὸν καὶ ὑγρὸν εἶναι. καὶ γὰρ οἶνον κεκραμένον δυσχερέστερον ἐξαιροῦσι[*](Duebnerus: ἐξαίρουσι) τῶν ἱματίων, ὡς Ἀριστοτέλης[*](Ἀριστοτέλης] p. 874, 30a) φησίν, ὅτι λεπτότερός[*](M: λεπτότερον) ἐστι καὶ μᾶλλον ἐνδύεται τοῖς πόροις.