Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

τὸν μὲν οὖν ξένον ἐπῃνέσαμεν ὡς ἀνδρικῶς καταμνημονεύσαντα[*](καταμνημονεύσαντα R: καὶ μνημονεύσαντα)· περὶ δὲ τοῦ λόγου διηποροῦμεν. ὁ γὰρ ἀήρ, ἐν ᾧ κρέμαται τὸ ἀγγεῖον, εἰ μὲν ψυχρός ἐστι, πῶς θερμαίνει τὸ ὕδωρ; εἰ δὲ θερμός, πῶς περιψύχει πάλιν; ἄλογον γὰρ ὑπὸ ταὐτοῦ ταὐτὸ[*](*: τοῦ αὐτοῦ τὸ αὐτὸ) πάσχειν τἀναντία[*](*: τὰ ἐναντία), μηδεμιᾶς διαφορᾶς γενομένης. σιωπῶντος δʼ αὐτοῦ καὶ διαποροῦντος, οὐδὲν ἔφην[*](ἔφην Turnebus: ἔφη) δεῖν περὶ τοῦ ἀέρος διαπορεῖν ἡ γὰρ αἴσθησις λέγει ὅτι ψυχρός ἐστι, καὶ μάλιστά τῶν[*](τῶν] ὁ τῶν R) ἐν βάθει φρεάτων ὥστʼ ἀμήχανον ὑπʼ ἀέρος ψυχροῦ θερμαίνεσθαι τὸ ὕδωρ· ἀλλὰ μᾶλλον ὁ ψυχρὸς οὗτος ἀὴρ τὴν μὲν πηγὴν διὰ πλῆθος οὐ δύναται μεταβάλλειν ἂν δέ τις ἀφαιρῇ κατʼ ὀλίγον, μᾶλλον κρατῶν[*](ἐρατῶν mei) περιψύξει.

ἀλλὰ μὴν περὶ τῶν χαλίκων ἔφην ἢ[*](ἢ] ἡ mei) τῶν ἀκμόνων[*](ἢ τῶν ἀκονῶν S), οὓς ἐμβάλλοντες εἰς τὸ ὕδωρ ψύχειν αὐτὸ καὶ στομοῦν δοκοῦσιν, εἰρημένον Ἀριστοτέλει[*](Ἀριστοτέλει Fragm. 213) μνημονεύεις.αὐτὸ τοῦτʼ ἔφη μόνον ἐν προβλήμασιν εἴρηκε τὸ γιγνόμενον· εἰς δὲ τὴν αἰτίαν ἐπιχειρήσομεν[*](ἐπιχειρήσωμεν S) ἡμεῖς· ἔστι γὰρ μάλιστα[*](μάλιστα] ἐν τοῖς μάλιστα Psellus) δυσθεώρητος.πάνυ μὲν οὖν ἔφην[*](ἔφην Basileensis: ἔφη)καὶ θαυμάσαιμʼ ἄν, εἰ μὴ διαφύγοι ὁ λόγος ἡμᾶς· ὅρα δʼ ὅμως[*](ὅρα δὲ ὅμως W: ὅρᾶτε ὅλως). πρῶτον οὐ[*](οὖν οὐ?) δοκεῖ σοι περιψύχεσθαι[*](R: προψύχεσθαι) μὲν ὑπὸ τοῦ ἀέρος τὸ ὕδωρ ἔξωθεν ἐμπίπτοντος[*](Anonymus: ἐκπίπτοντος), ὁ δʼ ἀὴρ μᾶλλον ἰσχύειν[*](ib. W: ἰσχύει) πρὸς τοὺς λίθους καὶ τοὺς ἄκμονας[*](τοὺς ἄκμονας] τὰς μολιβδίδας Psellus. τὰς ἀκόνας S) ἀπερειδόμενος; οὐ γὰρ ἐῶσιν αὐτόν, ὥσπερ τὰ χαλκᾶ[*](*: χάλκεα) καὶ τὰ κεραμεᾶ[*](κεράμεα mei) τῶν ἀγγείων, διεκπίπτειν, ἀλλὰ τῇ πυκνότητι στέγοντες ἀνακλῶσιν[*](ἀνακλῶσιν Doehnerus ex Psello: ἀναλοῦσιν) εἰς τὸ ὕδωρ ἀπʼ αὐτῶν, ὥστε διʼ ὅλου καὶ[*](καὶ] prius om. Psellus) ἰσχυρὰν γίγνεσθαι[*](γίνεσθαι idem: γενέσθαι) τὴν περίψυξιν. διὸ καὶ χειμῶνος οἱ ποταμοὶ ψυχρότεροι γίγνονται τῆς

θαλάττης· ἰσχύει γὰρ ἐν αὐτοῖς ὁ ψυχρὸς ἀὴρ ἀνακλώμενος[*](Doehnerus ex Psello: ἀναλώμενος), ἐν δὲ τῇ θαλάττῃ διὰ βάθος ἐκλύεται πρὸς μηδὲν ἀντερείδων. κατʼ ἄλλον δὲ τρόπον εἰκός ἐστι τὰ λεπτότερα τῶν ὑδάτων περιψύχεσθαι μᾶλλον[*](μᾶλλον Basileensis: μᾶλλον ἢ) ὑπὸ τοῦ ψυχροῦ· κρατεῖται γὰρ διʼ ἀσθένειαν. αἱ ἐάήἶκνι δʼ ἀκόναι καὶ οἱ χάλικες λεπτύνουσι τὸ ὕδωρ, ὅ τι θολερὸν καὶ γεῶδες ἀναμέμικται, τοῦτο συνάγοντες καὶ κατασπῶντες ἀπʼ αὐτοῦ, ὥστε λεπτότερον καὶ ἀσθενέστερον τὸ ὕδωρ γενόμενον μᾶλλον ὑπὸ περιψύξεως κρατεῖσθαι. καὶ μὴν ὅ τε μόλιβδος τῶν φύσει ψυχρῶν ἐστιν, ὅς γε τριβόμενος ὄξει τὸ ψυκτικώτατον τῶν θανασίμων φαρμάκων ἐξανίησι ψιμύθιον[*](*: ψιμίθιον) οἵ τε χάλικες τῆ[*](ib. τῇ Psellus) πυκνότητι τὸ ψυχρὸν διὰ βάθους ποιοῦσι· πᾶς μὲν γὰρ λίθος κατεψυγμένης καὶ πεπιλημένης ὑπὸ κρύους γῆς πάγος ἐστί, μᾶλλον δʼ ὁ μᾶλλον πεπυκνωμένος· ὥστʼ οὐκ ἄτοπον, εἰ τὴν ψυχρότητα τοῦ ὕδατος ἀντερείδων συνεπιτείνει καὶ ὁ λίθος καὶ ὁ μόλιβδος.