Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

Ψυχροπότῃ ξένῳ τρυφῶντι παρεσκεύασαν οἱ θεράποντες τοῦ ἐκ[*](τοῦ ἐκ R: ἐκ τοῦ) φρέατος ὕδωρ ψυχρότερον ἀρυσάμενοι γὰρ ἀγγείῳ καὶ κρεμάσαντες τὸ ἀγγεῖον ἐν τῷ φρέατι τῆς πηγῆς[*](πηγῆς Leonicus: γῆς) μὴ ἁπτόμενον[*](μὴ ἁπτόμενον idem: μαλαττόμενον vel μαλαπτόμενον unde malim μὴ μάλʼ ἁπτόμενον) εἴασαν ἐπινυκτερεῦσαι, καὶ πρὸς τὸ δεῖπνον ἐκομίζετο τοῦ προσφάτου ψυχρότερον. ἦν δʼ ὁ ξένος φιλόλογος ἐπιεικῶς, καὶ τοῦτʼ ἔφη λαβεῖν ἐκ τῶν Ἀριστοτέλους[*](Ἀριστοτέλους] Fragm. 216); μετὰ λόγου κείμενον· εἶναι δὲ τοιόνδε τὸν λόγου. πᾶν ὕδωρ προθερμανθὲν ψύχεται μᾶλλον, ὥσπερ

τὸ τοῖς βασιλεῦσι παρασκευαζόμενον ὅταν γὰρ ἑψηθῇ μέχρι ζέσεως, περισωρεύουσι τῷ ἀγγείῳ χιόνα πολλὴν καὶ γίγνεται ψυχρότερον ὥσπερ ἀμέλει καὶ τὰ ἡμέτερα σώματα λουσαμένων περιψύχεται μᾶλλον· ἡ γὰρ ὑπὸ τῆς θερμότητος ἄνεσις πολύπορον τὸ σῶμα καὶ[*](τὰ σώματα καὶ mei) μανὸν ἀπειργασμένη πολὺν δέχεται τὸν ἔξωθεν ἀέρα καὶ βιαιοτέραν ποιεῖ τὴν μεταβολὴν ὅταν οὖν ὑποπλασθῇ ὑπὸ τῆς πηγῆς[*](πηγῆς] πληγῆς mei)[*](ὑποπλασθῇ ὑπὸ τῆς πηγῆς] fort. ἀποσπασθῇ τῆς πηγῆς cf. p. 949 d) τὸ ὕδωρ, ἐν τῷ ἀέρι, προθερμανθέν[*](ἐν τῷ ἀέρι, προθερμανθέν κἑ] vid. p. 949e), περιψύχεται ταχέως.

τὸν μὲν οὖν ξένον ἐπῃνέσαμεν ὡς ἀνδρικῶς καταμνημονεύσαντα[*](καταμνημονεύσαντα R: καὶ μνημονεύσαντα)· περὶ δὲ τοῦ λόγου διηποροῦμεν. ὁ γὰρ ἀήρ, ἐν ᾧ κρέμαται τὸ ἀγγεῖον, εἰ μὲν ψυχρός ἐστι, πῶς θερμαίνει τὸ ὕδωρ; εἰ δὲ θερμός, πῶς περιψύχει πάλιν; ἄλογον γὰρ ὑπὸ ταὐτοῦ ταὐτὸ[*](*: τοῦ αὐτοῦ τὸ αὐτὸ) πάσχειν τἀναντία[*](*: τὰ ἐναντία), μηδεμιᾶς διαφορᾶς γενομένης. σιωπῶντος δʼ αὐτοῦ καὶ διαποροῦντος, οὐδὲν ἔφην[*](ἔφην Turnebus: ἔφη) δεῖν περὶ τοῦ ἀέρος διαπορεῖν ἡ γὰρ αἴσθησις λέγει ὅτι ψυχρός ἐστι, καὶ μάλιστά τῶν[*](τῶν] ὁ τῶν R) ἐν βάθει φρεάτων ὥστʼ ἀμήχανον ὑπʼ ἀέρος ψυχροῦ θερμαίνεσθαι τὸ ὕδωρ· ἀλλὰ μᾶλλον ὁ ψυχρὸς οὗτος ἀὴρ τὴν μὲν πηγὴν διὰ πλῆθος οὐ δύναται μεταβάλλειν ἂν δέ τις ἀφαιρῇ κατʼ ὀλίγον, μᾶλλον κρατῶν[*](ἐρατῶν mei) περιψύξει.