Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

λεχθέντων δὲ τούτων, οἱ περὶ Φίλωνα ἰατροὶ τὴν πρώτην θέσιν ἐκίνουν· ἐνδείᾳ γὰρ οὐ

γίγνεσθαι τὸ δίψος, ἀλλὰ πόρων τινῶν[*](τινῶν] τινὶ Doehnerus) μετασχηματισμῷ. τοῦτο μὲν γὰρ οἱ νύκτωρ διψῶντες, ἂν ἐπικαταδάρθωσι[*](Duebnerus: ἐπικαταδαρθῶσι), παύονται τοῦ διψῆν μὴ πιόντες· τοῦτο δʼ οἱ πυρέττοντες, ἐνδόσεως γενομένης ἢ παντάπασι τοῦ πυρετοῦ λωφήσαντος, καὶ ἅμα[*](καὶ ἅμα] malim ἅμα καὶ) τοῦ διψῆν ἀπαλλάττονται· πολλοῖς δὲ λουσαμένοις καὶ νὴ Δίʼ ἐμέσασιν ἑτέροις λήγει τὸ δίψος. ὧν ὑπʼ οὐδενὸς αὔξεται τὸ ὑγρόν, ἀλλὰ μόνον οἱ πόροι παρέχουσι, πάσχοντές[*](παρέχουσι πάσχοντες Huttenus: παρασχόντες) τι τῷ μετασχηματίζεσθαι, τάξιν ἑτέραν καὶ διάθεσιν. ἐκδηλότερον δὲ τοῦτο γίγνεται περὶ τὴν πεῖναν· ἐνδεεῖς γὰρ ἅμα πολλοὶ γίνονται καὶ ἀνόρεκτοι τῶν νοσούντων· ἐνίοις δʼ ἐμπιπλαμένοις οὐδὲ ἓν αἱ ὀρέξεις χαλῶσιν, ἀλλὰ καὶ κατατείνουσι καὶ παραμένουσιν. ἤδη δὲ πολλοὶ τῶν ἀποσίτων ἐλαίαν ἁλμάδα λαμβάνοντες ἢ κάππαριν γευσάμενοι ταχέως ἀνέλαβον καὶ παρεστήσαντο τὴν ὄρεξιν. ᾧ καὶ μάλιστα δῆλόν ἐστιν, ὅτι πάθει τινὶ πόρων οὐχ ὑπʼ ἐνδείας ἐγγίγνεται τὸ πεινῆν ἡμῖν· τὰ· γὰρ τοιαῦτα βρώματα τὴν μὲν ἔνδειαν ἐλαττοῖ[*](ἐλάττω X) προστιθεμένης τροφῆς, τὸ δὲ πεινῆν[*](τὸ δὲ πεινῆν Turnebus) ποιοῦσιν[*](ποιεῖ idem)· οὕτως αἱ τῶν ἐφάλμων βρωμάτων εὐστομίαι καὶ δριμύτητες ἐπιστρέφουσαι[*](ἐπιστύφουσαι Iunius) καὶ πυκνοῦσαι τὸν στόμαχον ἢ πάλιν ἀνοίγουσαι καὶ χαλῶσαι δεκτικήν τινα τροφῆς εὐαρμοστίαν περιειργάσαντο περὶ αὐτόν, ἣν ὄρεξιν καλοῦμεν .

ἐδόκει δή μοι ταῦτα πιθανῶς μὲν ἐπικεχειρῆσθαι[*](em. Madvigius: ἐγκεχειρῆσθαι), πρὸς δὲ τὸ μέγιστον ἐναντιοῦσθαι τῆς φύσεως τέλος, ἐφʼ ὃ πᾶν ἄγει ζῷον ὄρεξις, ἀναπλήρωσιν τοῦ ἐνδεοῦς ποθοῦσα καὶ τὸ[*](καὶ τὸ] αὐτὸ mei) ἐκλεῖπον[*](ἐλλεῖπον Emperius hic et infra) ἀεὶ τοῦ οἰκείου διώκουσα· τὸ γὰρ ᾧ διαφέρει μάλιστα τὸ ζῷον τοῦ ἀψύχου, τοῦτο μὴ φάναι πρὸς σωτηρίαν καὶ διαμονὴν ὑπάρχειν ἡμῖν, ὥσπερ ὄμμα τῶν[*](ὄμμα τῶν R: ὀμμάτων Cf. p. 738 c: καθάπερ φωτὶ τῆς περὶ αὐτὰ τυφλότητος, ubi genetivus est obiectivus) οἰκείων τῷ σώματι καὶ δεόντων[*](καὶ δεόντων Madvigius: καὶ δεη τῶν) ἐγγεγενημένον[*](em. Doehnerus: ἐγγεγενημένων), ἀλλὰ πάθος εἶναι καὶ τροπήν τινα πόρων οἴεσθαι μεγέθεσι καὶ μικρότησι συμβαίνουσαν, εἰς οὐδένʼ ἦν λόγον ἁπλῶς τιθεμένων τὴν φύσιν. ἔπειτα ῥιγοῦν[*](ῥιγοῦν μὲν Hirschigius) ἐνδείᾳ θερμότητος οἰκείας τὸ σῶμα, μηκέτι δὲ[*](δὲ X) διψῆν μηδὲ πεινῆν ὑγρότητος ἐνδείᾳ τῆς[*](τῆς M: τῇ) κατὰ φύσιν καὶ τροφῆς, ἄλογόν ἐστι· τούτου δʼ ἀλογώτερον, εἰ κενώσεως μὲν ἐφίεται διὰ πλήρωσιν ἡ φύσις, πληρώσεως δʼ οὐ διὰ κένωσιν, ἀλλʼ ἑτέρου τινὸς πάθους ἐγγενομένου. καὶ μὴν αἵ γε τοιαῦται περὶ τὰ ζῷα χρεῖαι καὶ ἀναπληρώσεις οὐθέν τι τῶν περὶ τὰς γεωργίας γιγνομένων διαφέρουσι· πολλὰ γὰρ ὅμοια[*](ὅμοια] add. τοῖς ζῴοις τὰ φυτὰ idem) πάσχει καὶ βοηθεῖται· πρὸς μὲν γὰρ[*](γὰρ] del. Salmasius) τὰς ξηρότητας ἀρδείαις ποτιζόμενα, καὶ ψυχόμενα[*](ποτίζομεν καὶ ψύχομεν Madvigius) μετρίως, ὅταν φλέγηται· ῥιγοῦντα δʼ αὐτὰ[*](αὐτὰ] αὖ R. Malim αὖ ταῦτα) θάλπειν πειρώμεθα καὶ

σκέπειν πόλλʼ ἄττα[*](πόλλʼ ἄττα scripsi cum Doehnero: πολλοστὰ) περιβάλλοντες· καὶ ὅσα μὴ παρʼ ἡμᾶς[*](παρʼ ἡμῖν R) ἐστιν, εὐχόμεθα τὸν θεὸν διδόναι, δρόσους μαλακὰς καὶ εἰλήσεις ἐν[*](ἐν] σὺν W) πνεύμασι μετρίοις[*](idem: μετρίως), ὡς ἀεὶ τοῦ ἀπολείποντος ἀναπλήρωσιν ἡ φύσις ἔχοι[*](ib. malim ὡς ἂν ἀεὶ - ἔχῃ), διατηροῦσα τὴν κρᾶσιν. οὕτω γὰρ οἶμαι καὶ τροφὴν ὠνομάσθαι τὸ τηροῦν τὴν φύσιν· τηρεῖται δὲ τοῖς μὲν φυτοῖς ἀναισθήτως ἐκ τοῦ περιέχοντος, ὥς φησιν Ἐμπεδοκλῆς[*](Ἐμπεδοκλῆς] om. Mullach.), ὑδρευομένοις τὸ πρόσφορον· ἡμᾶς δʼ ἡ ὄρεξις ζητεῖν διδάσκει καὶ διώκειν τὸ ἐκλεῖπον τῆς κράσεως. οὐ μὴν ἀλλὰ καὶ τῶν εἰρημένων ἕκαστον ἴδωμεν ὡς οὐκ ἀληθές ἐστι. τὰ μὲν γὰρ εὐστομίαν ἔχοντα καὶ δριμύτητα τάχα μὲν οὐκ ὄρεξιν, ἀλλὰ δηγμὸν ἐμποιεῖ τοῖς δεκτικοῖς μέρεσι τῆς τροφῆς, οἷον κνησμοὶ[*](κνησμὸν Emperius) κατὰ θίξιν[*](ib. M: κατάθιξιν) ἐνίων ἀμυσσόντων· εἰ δὲ καὶ τοῦτο τὸ πάθος ὀρεκτικόν ἐστιν, εἰκός ἐστιν ὑπὸ τῶν τοιούτων βρωμάτων λεπτυνόμενα διακρίνεσθαι τὰ προϋπόντα[*](Doehnerus: πρέποντα), καὶ ποιεῖν μὲν ἔνδειαν, οὐ μεταρρυθμιζομένων δὲ τῶν[*](δὲ τῶν M: τῶν) πόρων ἀλλὰ κενουμένων καὶ καθαιρομένων τὰ γὰρ ὀξέα καὶ δριμέα καὶ ἁλμυρὰ θρύπτοντα τὴν ὕλην διαφορεῖ[*](διαφέρει mei) καὶ σκίδνησιν, ὥστε νεαρὰν ποιεῖν τὴν ὄρεξιν ἐκθλιβομένων[*](R: εἰσθλιβομένων) τῶν ἑώλων καὶ χθιζῶν. τῶν δὲ λουομένων οὐ μετασχηματιζόμενοι παύουσιν οἱ πόροι τὸ δίψος, ἀλλʼ ἰκμάδα διὰ τῆς[*](διὰ τῆς Doehnerus: τῆς) σαρκὸς ἀναλαμβάνοντες
καὶ ἀναπιμπλάμενοι νοτερᾶ ἀτμίδος. οἱ δʼ ἔμετοι τἀλλότριον[*](Doehnerus *: τὸ ἀλλότριον) ἐκβάλλοντες ἀπόλαυσιν τῇ φύσει τοῦ οἰκείου παρέσχον. οὐ γὰρ ἁπλῶς τοῦ[*](ἁπλῶς τοῦ M: ἀπλήστου) ὑγροῦ τὸ δίψος, ἀλλὰ τοῦ κατὰ φύσιν καὶ οἰκείου διό, κἂν πολὺ παρῇ τὸ ἀλλόφυλον, ἐνδεὴς ὁ ἄνθρωπός ἐστιν· ἐνίσταται[*](R: ἐφίσταται) γὰρ τοῖς κατὰ φύσιν ὑγροῖς, ὧν ἡ ὄρεξίς ἐστι, καὶ οὐ δίδωσιν ἀνάμιξιν οὐδὲ κατάκρασιν, ἄχρι ἂν ἐκστῇ καὶ ἀποχωρήσῃ· τότε δʼ οἱ πόροι τὸ σύμφυλον ἀναλαμβάνουσιν. οἱ δὲ πυρετοὶ τὸ ὑγρὸν εἰς βάθος ἀπωθοῦσι· καὶ τῶν μέσων φλεγομένων, ἐκεῖ πᾶν ἀποκεχώρηκε καὶ κρατεῖται πεπιεσμένον ὅθεν ἐμεῖν τε πολλοὺς ἅμα συμβαίνει, πυκνότητι τῶν ἐντὸς ἀναθλιβόντων τὰ ὑγρά, καὶ διψῆν[*](δίψαν mei) διʼ ἔνδειαν καὶ ξηρότητα τοῦ λοιποῦ σώματος. ὅταν οὖν ἄνεσις γένηται καὶ τὸ θερμὸν ἐκ τῶν μέσων ἀπίῃ, σκιδνάμενον αὖθις ὑπονοστεῖ[*](Basileensis: ὑπονοστεῖν) καὶ διιόν[*](Turnebus: ἴδιον), ὡς πέφυκε, πάντῃ τὸ νοτερὸν[*](τὸ νοτερὸν Basileensis: τὸν ἕτερον) ἅμα τοῖς· τε μέσοις ῥᾳστώνην παρέσχε, καὶ τὴν σάρκα λείαν καὶ ἁπαλὴν ἀντὶ τραχείας καὶ αὐχμώδους γενομένην ἐμάλαξε, πολλάκις δὲ καὶ ἱδρῶτας ἐπήγαγεν· ὅθεν ἡ ποιοῦσα διψῆν ἔνδεια λήγει καὶ παύεται, τῆς ὑγρότητος ἀπὸ τοῦ βαρυνομένου καὶ δυσαναβλαυτοῦντος[*](em. Duebnerus: δυσαναβλαστοῦντος) ἐπὶ τὸν δεόμενον καὶ ποθοῦντα μεθισταμένης τόπον. ὡς γὰρ ἐν κήπῳ, φρέατος ἄφθονον ὕδωρ ἔχοντος, εἰ μὴ τις ἐπαντλοῖ καὶ ἄρδοι τὰ φυτά[*](τὰ φυτὰ X (E): αὐτὰ), διψῆν καὶ
ἀτροφεῖν ἀναγκαῖόν ἐστιν· οὕτως ἐν σώματι, τῶν ὑγρῶν εἰς ἕνα κατασπωμένων τόπον, οὐ θαυμαστὸν ἔνδειαν εἶναι περὶ τὰ λοιπὰ καὶ ξηρότητα, μέχρι οὗ πάλιν ἐπιρροὴ καὶ διάχυσις γένηται· καθάπερ καὶ ἐπὶ τῶν πυρεττόντων, ὅταν ἀνεθῶσι, συμβαίνει καὶ τῶν ἐγκαταδαρθανόντων τῷ διψῆν· καὶ γὰρ τούτοις ὁ ὕπνος ἐκ μέσων ἐπανάγων τὰ ὑγρὰ καὶ διανέμων πάντῃ τοῖς μέρεσιν ὁμαλισμὸν ἐμποιεῖ καὶ ἀναπλήρωσιν. ὁ γὰρ δὴ λεγόμενος τῶν πόρων μετασχηματισμὸς οὗτος, ᾧ τὸ πεινῆν ἢ τὸ διψῆν ἐγγίνηται[*](ἐγγεγένηται?), ποῖὸς τίς ἐστιν; ἐγὼ μὲν γὰρ οὐχ ὁρῶ περὶ πόρους[*](περὶ πόρους *: περὶ πόρου ἢ πόρων) διαφορὰς ἄλλας[*](ἄλλας Doehnerus: ἀλλὰ) κατὰ πάθος[*](πάθος *: πλῆθος cf. p. 687 e) ἢ τὸ συμπίπτειν καὶ τὸ διίστασθαι· καὶ συμπίπτοντες μὲν· οὔτε ποτὸν οὔτε τροφὴν δέχεσθαι δύνανται, διιστάμενοι δὲ κενότητα καὶ χώραν ποιοῦσιν, ἔνδειαν οὖσαν τοῦ κατὰ φύσιν καὶ οἰκείου. καὶ γὰρ αἱ στύψεις, ὦ βέλτιστε, τῶν βαπτομένων ἔφην τόπων[*](τόπων] πόκων?) ἔχουσι τὸ[*](τὸ] τι?) δριμὺ καὶ ῥυπτικόν, ᾧ τῶν περισσῶν ἐκκρινομένων καὶ ἀποτηκομένων, οἱ πόροι δέχονται μᾶλλον καὶ στέγουσι[*](M: στέργουσι) δεξάμενοι τὴν βαφὴν ὑπʼ ἐνδείας καὶ κενότητος.